§11.918ΑΘ. τὰ δὲ περὶ τῶν ἀστυνόμων ἐν τοῖς πρόσθεν ἱκανῶς εἴρηται·
**意译**: 「关于城市监督官的事项,在前面已经足够地讨论过了。
ἐὰν δέ τι προσδεῖν δοκῇ, νομοφύλαξιν ἐπανακοινώσαντες καὶ γράψαντες τὸ δοκοῦν ἐκλιπεῖν, εἰς ἀστυνόμιον θέντων ἐν στήλῃ τά τε πρῶτα καὶ τὰ δεύτερα τεθέντα αὐτοῖσιν τῆς ἀρχῆς νόμιμα.
但如果似乎还有什么不足,他们在与法律监护官商议并写下似乎遗漏的内容后,应当在城市监督所里立一根石柱,上面刻着为他们的职位制定的第一和第二两套法规。
κιβδήλοις δʼ ἐπιτηδεύμασιν ἕπεται κατὰ πόδα καπηλείας ἐπιτηδεύματα·
而在伪造行为之后,零售业的行为紧随其后。
ταύτης δὲ πέρι συμπάσης συμβουλὴν πρῶτον δόντες καὶ λόγον, ἐπʼ αὐτῇ νόμον ὕστερον ἐπιθώμεθα.
关于零售业的整体,让我们先给予建议和说明,然后在其上制定法律。
καπηλεία γὰρ κατὰ πόλιν πᾶσα γέγονεν οὐ βλάβης ἕνεκα τό γε κατὰ φύσιν, πᾶν δὲ τοὐναντίον·
因为城邦中的所有零售业,至少就其天性而言,并不是为了带来伤害,而是完全相反。
πῶς γὰρ οὐκ εὐεργέτης πᾶς ὃς ἂν οὐσίαν χρημάτων ὡντινωνοῦν, ἀσύμμετρον οὖσαν καὶ ἀνώμαλον, ὁμαλήν τε καὶ σύμμετρον ἀπεργάζηται;
因为,如果有人能将任何极不均衡、不均匀的财产占有,变得均匀和均衡,他怎能不是恩人呢?
τοῦτο ἡμῖν χρὴ φάναι καὶ τὴν τοῦ νομίσματος ἀπεργάζεσθαι δύναμιν, καὶ τὸν ἔμπορον ἐπὶ τούτῳ τετάχθαι δεῖ λέγειν.
我们必须说,这也是货币的力量所成就的,而且我们必须说,商人就是为了这个目的而被设立的。
καὶ μισθωτὸς καὶ πανδοκεὺς καὶ ἄλλα, τὰ μὲν εὐσχημονέστερα, τὰ δὲ ἀσχημονέστερα γιγνόμενα, τοῦτό γε πάντα δύναται, πᾶσιν ἐπικουρίαν ταῖς χρείαις ἐξευπορεῖν καὶ ὁμαλότητα ταῖς οὐσίαις.
而雇工、旅店老板以及其他人,有的较为体面,有的则较为不体面,所有这些人都具有同样的能力,即为一切需求提供协助,并使财产趋于均匀。
τί ποτε δὴ τὸ μὴ καλὸν αὐτὸ μηδʼ εὔσχημον δοκεῖν εἶναι, καὶ τί τὸ διαβεβληκὸς τυγχάνει, ἴδωμεν, ἵνα εἰ μὴ καὶ τὸ ὅλον, ἀλλʼ οὖν μέρη γε ἐξιασώμεθα νόμῳ.
那么,让我们来看看,究竟是什么使它本身显得不美、不体面,又是什么使它遭到毁谤,以便我们能用法律,如果不能完全治愈,至少能治愈其一部分。
πρᾶγμʼ ἔσθʼ, ὡς ἔοικεν, οὐ φαῦλον, οὐδὲ σμικρᾶς δεόμενον ἀρετῆς.
这件事情,看起来绝非琐事,也不是需要微小美德的事。
ΚΛ. πῶς λέγεις;
」 **克莱尼亚**: 「你这是什么意思?
ΑΘ. ὦ φίλε Κλεινία, σμικρὸν γένος ἀνθρώπων καὶ φύσει ὀλίγον καὶ ἄκρᾳ τροφῇ τεθραμμένον, ὅταν εἰς χρείας τε καὶ ἐπιθυμίας τινῶν ἐμπίπτῃ, καρτερεῖν πρὸς τὸ μέτριον δυνατόν ἐστιν, καὶ ὅταν ἐξῇ χρήματα λαβεῖν πολλά, νήφει καὶ πρότερον αἱρεῖται τοῦ πολλοῦ τὸ τοῦ μέτρου ἐχόμενον·
」 **意译**: 「亲爱的克莱尼亚,只有极少数的人,他们天生稀少,并接受过最顶尖的教养,当他们陷入某些需要和欲望时,能够坚持适度;当可以获得大量财富时,他们能保持清醒,宁愿选择适度而非多得。
τὰ δὲ τῶν ἀνθρώπων πλήθη πᾶν τοὐναντίον ἔχει τούτοις, δεόμενά τε ἀμέτρως δεῖται καὶ ἐξὸν κερδαίνειν τὰ μέτρια, ἀπλήστως αἱρεῖται κερδαίνειν, διὸ πάντα τὰ περὶ τὴν καπηλείαν καὶ ἐμπορίαν καὶ πανδοκείαν γένη διαβέβληταί τε καὶ ἐν αἰσχροῖς γέγονεν ὀνείδεσιν.
然而,大多数人类的情况与此完全相反:当他们需要时,他们需要得毫无节制;当可以获得适度利益时,他们贪得无厌地选择谋利。 因此,所有关于零售业、商业和旅店业的行业都遭到了毁谤,并落入了耻辱的恶名之中。
ἐπεὶ εἴ τις, ὃ μή ποτε γένοιτο οὐδʼ ἔσται, προσαναγκάσειεν—γελοῖον μὲν εἰπεῖν, ὅμως δὲ εἰρήσεται—πανδοκεῦσαι τοὺς πανταχῇ ἀρίστους ἄνδρας ἐπί τινα χρόνον, ἢ καπηλεύειν ἤ τι τῶν τοιούτων πράττειν, ἢ καὶ γυναῖκας ἔκ τινος ἀνάγκης εἱμαρμένης τοῦ τοιούτου μετασχεῖν τρόπου, γνοίημεν ἂν ὡς φίλον καὶ ἀγαπητόν ἐστιν ἕκαστον τούτων, καὶ εἰ κατὰ λόγον ἀδιάφθορον γίγνοιτο, ἐν μητρὸς ἂν καὶ τροφοῦ σχήματι τιμῷτο τὰ τοιαῦτα πάντα·
因为,如果有人强迫——这绝不会发生,也绝不会存在,虽然说起来可笑,但还是得说——让在各方面最优秀的人在一定时期内经营旅店,或从事零售业,或做任何此类事情,或者甚至让妇女因某种命运的必然性而参与这种生活方式,我们就会知道这些行业中的每一项是多么亲切和可爱;如果它是按照未受腐蚀的理性进行的,所有这些事情都将在母亲和乳母的形象中受到尊敬。
§11.919ΑΘ. νῦν δὲ ὁπόταν εἰς ἐρήμους τις καπηλείας ἕνεκα τόπους καὶ πανταχόσε μήκη ἔχοντας ὁδῶν ἱδρυσάμενος οἰκήσεις, ἐν ἀπορίᾳ γιγνομένους καταλύσεσιν ἀγαπηταῖς δεχόμενος ἢ ὑπὸ χειμώνων ἀγρίων βίᾳ ἐλαυνομένους, εὐδιεινὴν γαλήνην παρασχὼν ἢ πνίγεσιν ἀναψυχήν, τὰ μετὰ ταῦτα οὐχ ὡς ἑταίρους δεξάμενος φιλικὰ παράσχῃ ξένια ἑπόμενα ταῖς ὑποδοχαῖς, ὡς δʼ ἐχθροὺς αἰχμαλώτους κεχειρωμένους ἀπολυτρώσῃ τῶν μακροτάτων καὶ ἀδίκων καὶ ἀκαθάρτων λύτρων, ταῦτά ἐστιν καὶ τὰ τοιαῦτα ἐν σύμπασιν τοῖς τοιούτοις ὀρθῶς ἁμαρτανόμενα τὰς διαβολὰς τῇ τῆς ἀπορίας ἐπικουρήσει παρεσκευακότα.
然而在今天,每当有人为了零售的目的,在荒凉的地方和四通八达的漫长道路上建立住所,在人们陷入困境时用令人满意的住所接待他们,或者为被狂暴风暴驱赶的人们提供晴朗的宁静,或在酷暑中提供消暑,然而在此之后,他却不把他们当作朋友接待并提供与招待相符的友谊,而是像对待被征服的敌人一样,通过漫长、不义和不洁的赎金来释放他们。 正是这些以及在所有此类事情中正当地犯下的此类错误,使得零售业在对困境的协助中招致了毁谤。
τούτων οὖν χρὴ φάρμακον ἀεὶ τέμνειν τὸν νομοθέτην.
因此,立法者必须始终为这些事情切制药方。
ὀρθὸν μὲν δὴ πάλαι τε εἰρημένον ὡς πρὸς δύο μάχεσθαι καὶ ἐναντία χαλεπόν, καθάπερ ἐν ταῖς νόσοις πολλοῖς τε ἄλλοισιν·
正如古人所说,‘与两个相反的事物作斗争是困难的’,这在疾病和许多其他事情中都是正确的。
καὶ δὴ καὶ νῦν ἡ τούτων καὶ περὶ ταῦτα ἐστὶν πρὸς δύο μάχη, πενίαν καὶ πλοῦτον, τὸν μὲν ψυχὴν διεφθαρκότα τρυφῇ τῶν ἀνθρώπων, τὴν δὲ λύπαις προτετραμμένην εἰς ἀναισχυντίαν αὐτήν.
而现在我们对这些事情的斗争也是针对两个事物:贫困与财富。 财富通过奢侈腐蚀了人们的灵魂,而贫困则通过痛苦将灵魂本身推向了无耻。
τίς οὖν δὴ τῆς νόσου ταύτης ἀρωγὴ γίγνοιτʼ ἂν ἐν νοῦν ἐχούσῃ πόλει;
那么,在一个有理智的城邦里,对这种疾病会有什么帮助呢?
πρῶτον μὲν ὅτι σμικροτάτῳ χρῆσθαι κατὰ δύναμιν τῷ τῶν καπήλων γένει, ἔπειτα τούτοις τῶν ἀνθρώπων προστάττειν ὧν διαφθειρομένων οὐκ ἂν γίγνοιτο μεγάλη λύμη τῇ πόλει, τρίτον δὲ αὐτοῖς τοῖς μετασχοῦσι τούτων τῶν ἐπιτηδευμάτων εὑρεῖν μηχανὴν ὅπως ἤθη μὴ ἀνέδην ἀναισχυντίας τε καὶ ἀνελευθέρου ψυχῆς μέτοχα συμβήσεται γίγνεσθαι ῥᾳδίως.
第一,尽可能使零售商这一阶层保持在最小的范围内;第二,将这些行业分配给那些即使被腐蚀也不会给城邦带来重大毁灭的人;第三,为那些实际参与这些行业的人找到一种方法,使他们的品格不至于轻易地变得无节制地分有无耻与卑贱的灵魂。
μετὰ δὴ τὰ νῦν εἰρημένα, περὶ ταῦτα νόμος ἀγαθῇ τύχῃ τοιόσδε ἡμῖν γιγνέσθω· Μαγνήτων, οὓς ὁ θεὸς ἀνορθῶν πάλιν κατοικίζει, γεωμόροι ὅσοι τῶν τετταράκοντα καὶ πεντακισχιλίων ἑστιῶν εἰσιν, μήτε κάπηλος ἑκὼν μηδʼ ἄκων μηδεὶς γιγνέσθω μηδʼ ἔμπορος μήτε διακονίαν μηδʼ ἥντινα κεκτημένος ἰδιώταις τοῖς μὴ ἐξ ἴσου ἑαυτῷ, πλὴν πατρὶ καὶ μητρὶ καὶ τοῖς ἔτι τούτων εἰς τὸ ἄνω γένεσιν καὶ πᾶσι τοῖς αὑτοῦ πρεσβυτέροις, ὅσοι ἐλεύθεροι ἐλευθέρως.
在现在所说的话之后,在好运的伴随下,让我们制定一条关于这些事情的法律:在神重新恢复并安置的麦格尼西亚人中,凡是属于五千四十户地主之一的人,无论是自愿还是非自愿,绝不得成为零售商,也不得成为商人,也不得为那些与自己地位不平等的私人提供任何服务,除非是为了父亲、母亲以及更往上的长辈,以及他所有的长辈,只要是自由人以自由的方式进行。
τὸ δʼ ἐλευθερικὸν καὶ ἀνελεύθερον ἀκριβῶς μὲν οὐ ῥᾴδιον νομοθετεῖν, κρινέσθω γε μὴν ὑπὸ τῶν τὰ ἀριστεῖα εἰληφότων τῷ ἐκείνων μίσει τε καὶ ἀσπασμῷ.
而什么是高尚自由的,什么是卑贱奴性的,这要精确立法并不容易;然而,应当由那些获得了美德奖赏的人,根据他们对这些事情的憎恨和拥抱来予以裁决。 」