Humanitext Reader

柏拉图 · 法律篇 §11.916

关于有瑕疵奴隶买卖与退还的规定

第 158 段,共 186 段 · 希腊语

内容简介

雅典人讨论了销售患有隐秘身心疾病(如肺结核、结石、癫痫等)或有杀人历史的奴隶时的法律规定与退还(解除契约)条件,并阐明了防止交易中伪造和欺诈行为的一般原则。

§11.916ΑΘ. ὃς δʼ ἂν ἀποδόμενος τιμήν του λάβῃ μὴ ἐλάττω δραχμῶν πεντήκοντα, παραμενέτω κατὰ πόλιν ἐξ ἀνάγκης δέκα ἡμέρας, ὁ δὲ πριάμενος ἴστω τὴν οἰκίαν τὴν τοῦ ἀποδομένου, τῶν περὶ τὰ τοιαῦτα ἐγκλημάτων εἰωθότων γίγνεσθαι χάριν καὶ τῶν ἀναγωγῶν τῶν κατὰ νόμους εἵνεκα· ἡ δὲ κατὰ νόμους ἀναγωγὴ καὶ μὴ τῇδε ἔστω.
**意译**: 「任何人若售出物品并获得不少于五十德拉克马的货款,必须强制在城内留居十天,买主应当知道卖主的住处,因为关于此类交易的控诉时常发生,且这也是为了进行符合法律的退还(解除契约);而依法退还以及不予退还应当如下进行。
ἐάν τις ἀνδράποδον ἀποδῶται κάμνον φθόῃ ἢ λιθῶν ἢ στραγγουριῶν ἢ τῇ καλουμένῃ ἱερᾷ νόσῳ ἢ καὶ ἑτέρῳ τινὶ ἀδήλῳ τοῖς πολλοῖς νοσήματι μακρῷ καὶ δυσιάτῳ κατὰ τὸ σῶμα ἢ κατὰ τὴν διάνοιαν, ἐὰν μὲν ἰατρῷ τις ἢ γυμναστῇ, μὴ ἀναγωγῆς ἔστω τούτῳ πρὸς τὸν τοιοῦτον τυγχάνειν, μηδʼ ἐὰν τἀληθές τις προειπὼν ἀποδῶταί τῳ·
如果有人售出的奴隶患有肺病、结石、尿闭、或所谓“神圣病”(癫痫),或者其他任何在身体或精神上长期、难治且大多数人不易发觉的疾病:如果是卖给医生或体育教师,此[买]者不得向此类卖主提出退还,如果是预先告知真相而售出的,也不得退还。
ἐὰν δέ τις ἰδιώτῃ τι τῶν τοιούτων ἀποδῶται δημιουργός, ὁ πριάμενος ἐντὸς ἑκμήνου ἀναγέτω, πλὴν τῆς ἱερᾶς, ταύτης δʼ ἐντὸς ἐνιαυτοῦ τὴν ἀναγωγὴν ἐξέστω ποιεῖσθαι τῆς νόσου.
但如果专业从业者将此类奴隶卖给普通人(外行),买主应当在六个月内提出退还,神圣病除外,关于此种疾病,允许在一年之内进行退还。
διαδικαζέσθω δὲ ἔν τισι τῶν ἰατρῶν, οὓς ἂν κοινῇ προβαλόμενοι ἕλωνται· τὸν δὲ ὀφλόντα τὴν δίκην διπλάσιον ἀποτίνειν τῆς τιμῆς ἧς ἂν ἀποδῶται.
诉讼应当在一些由双方共同推荐并选出的医生面前进行裁决;败诉者必须支付其售价两倍的赔偿。
ἐὰν δὲ ἰδιώτῃ τις ἰδιώτης, ἀναγωγὴν μὲν εἶναι, καθάπερ καὶ τοῖς πρόσθεν ἐρρήθη, καὶ τὴν διαδικασίαν, ὁ δὲ ὀφλὼν τὴν τιμὴν ἁπλῆν ἀποτινέτω.
但如果普通人将此类奴隶卖给普通人,退还程序及诉讼应当如前所述进行,但败诉者只需偿还单倍价格(即原价)。
ἐὰν δὲ ἀνδροφόνον ἀποδῶταί τίς τινι εἰδότι μὲν εἰδώς, μὴ τυγχανέτω ἀναγωγῆς τοῦ τοιούτου τῆς πράσεως, μὴ δὲ εἰδότι τὴν μὲν ἀναγωγὴν εἶναι τότε ὅταν τις αἴσθηται τῶν πριαμένων, ἐν πέντε δὲ τῶν νομοφυλάκων τοῖς νεωτάτοις εἶναι τὴν κρίσιν, εἰδὼς δὲ ἂν κριθῇ, τάς τε οἰκίας τοῦ πριαμένου καθηράτω κατὰ τὸν τῶν ἐξηγητῶν νόμον, τῆς τιμῆς τε ἀποδότω τῷ πριαμένῳ τριπλάσιον.
如果某人在明知对方知情的情况下将杀人犯卖给知情者,他不得获得此类交易的退还;但如果是卖给不知情者,则在买主中任何人察觉此事时即可进行退还,且审判应当由最年轻的五位法律监护官来进行。 若卖主被判定为明知故犯,他必须按照解释者的法律净化买主的房屋,并向买主偿还三倍的价格。
ὁ δὲ ἀλλαττόμενος ἢ νόμισμα ἀντὶ νομίσματος, ἢ καὶ τῶν ἄλλων ζῴων ὁτιοῦν ἢ καὶ μὴ ζῴων, ἀκίβδηλον πᾶν διδότω καὶ δεχέσθω τῷ νόμῳ συνεπόμενος·
凡是以货币交换货币,或交换其他任何动物或非动物的人,都应当在遵循法律的情况下,给予并接受完全真实、无伪的物品。
προοίμιον δέ, καθάπερ ἄλλων νόμων, δεξώμεθα καὶ περὶ ὅλης ταύτης τῆς κάκης.
让我们针对这整一类恶行,像针对其他法律一样,也接受一个前言。
κιβδηλείαν δὲ χρὴ πάντα ἄνδρα διανοηθῆναι καὶ ψεῦδος καὶ ἀπάτην ὡς ἕν τι γένος ὄν, τοῦτο ᾧ τὴν φήμην ἐπιφέρειν εἰώθασιν οἱ πολλοί, κακῶς λέγοντες, ὡς ἐν καιρῷ γιγνόμενον ἑκάστοτε τὸ τοιοῦτον πολλάκις ἂν ὀρθῶς ἔχοι, τὸν καιρὸν δὲ καὶ ὅπου καὶ ὁπότε ἀτάκτως καὶ ἀορίστως ἐῶντες, τῇ λέξει ταύτῃ πολλὰ ζημιοῦνταί τε καὶ ζημιοῦσιν ἑτέρους.
每个人都应当将伪造、虚谎和欺骗视为同一个大类,也就是许多人习惯用恶劣言辞加诸其上的那种名声,声称此类行为若每次都发生在适当的时机,往往是正确的;但由于他们让“时机”以及在何地、何时处于无序和不确定的状态,他们因这种说法而蒙受巨大损失,并给他人带来损失。
νομοθέτῃ δὲ οὐκ ἐγχωρεῖ τοῦτο ἀόριστον ἐᾶν, ἀλλὰ ἢ μείζους ἢ ἐλάττους ὅρους ἀεὶ δεῖ διασαφεῖν, καὶ δὴ καὶ νῦν ὡρίσθω.
对于立法者而言,绝不容许让这一点处于不确定状态,而是必须始终明确更大或更小的界限,并且确实,现在也应当对此予以规定。 」

词汇与语法注释

  1. 916aκαὶ μὴ — 被解释为 `καὶ ἡ μὴ ἀναγωγή`(以及不予退还,即不允许解除契约的条件)的省略。这意味着法律规定的退还与不予退还的两种情况,都将按如下规则进行。
  2. 916aἰατρῷ τις ἢ γυμναστῇ — 在由 `ἐάν` 引导的条件从句中省略了动词 `ἀποδῶται`(出售)。如果买主是医疗或体育方面的专业人士,他们被认为有能力自行发现奴隶的身体缺陷,因此不享有法律规定的退还权。
  3. 916bἀποτίνειν — 这是在法律文本中常见的命令式不定式(代替命令语气使用),带有宾格主语 `τὸν ὀφλόντα`(败诉者)。
  4. 916cεἰδότι μὲν εἰδώς — 主格分词 `εἰδώς`(指卖主知情)与与格分词 `εἰδότι`(指买主知情)并置,表示买卖双方在交易时都清楚该奴隶是杀人犯的情况。
  5. 916dἂν ὀρθῶς ἔχοι — 在由 `ὡς`(引导一种主张)引入的从句中,助词 `ἂν` 与 optative 语气 `ἔχοι` 结合,构成“潜在希求法”(potential optative),假设性地表达了大众的一种错误普遍观点,即“如果每次都在适当的时机进行,此类行为往往是正确的”。

引用这一段

柏拉图, 法律篇 §11.916. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:11.916

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。