Humanitext Reader

柏拉图 · 法律篇 §11.913-11.914

关于埋藏物遗失物与奴隶归属的法规

第 156 段,共 186 段 · 希腊语

内容简介

阿典那人阐述了不侵犯他人财产(尤其是他人埋藏的宝藏)的基本原则,并规定了发现埋藏物时的举报程序及请示德尔斐神谕的法律步骤。此外,他还确立了遗失物的处理规范,以及在带走或赎放奴隶时需要提供担保人的法定规则。

§11.913ΑΘ. τὸ δὴ μετὰ ταῦτʼ εἴη συμβολαίων ἂν πρὸς ἀλλήλους ἡμῖν δεόμενα προσηκούσης τάξεως.
**阿典那人**:“这之后的事情应当是关于我们彼此之间的契约,需要适当的秩序。
ἁπλοῦν δέ γέ ἐστίν που τό γε τοιοῦτον· μήτε οὖν τις τῶν ἐμῶν χρημάτων ἅπτοιτο εἰς δύναμιν, μηδʼ αὖ κινήσειεν μηδὲ τὸ βραχύτατον ἐμὲ μηδαμῇ μηδαμῶς πείθων· κατὰ ταὐτὰ δὲ ταῦτα καὶ περὶ τὰ τῶν ἄλλων ἐγὼ δρῴην, νοῦν ἔχων ἔμφρονα.
这样的原则想必是简单的:任何人尽其可能不得碰触我的财产,在没有以任何方式说服我的情况下,也不得挪动其极微小的部分;而我也应当怀着明智的心,对别人的财产采取完全相同的做法。
θησαυρὸν δὴ λέγωμεν πρῶτον τῶν τοιούτων ὅν τις αὑτῷ καὶ τοῖς αὑτοῦ κειμήλιον ἔθετο, μὴ τῶν ἐμῶν ὢν πατέρων·
在这些事情中,让我们首先讨论一下某人为自己和家人存入的宝藏,而它并不是我的祖先所留下的。
μήθʼ εὑρεῖν ποτε θεοῖς εὐξαίμην μήθʼ εὑρὼν κινήσαιμι, μηδʼ αὖ τοῖς λεγομένοις μάντεσιν ἀνακοινώσαιμι τοῖς ἁμῶς γέ πώς μοι συμβουλεύουσιν ἀνελεῖν τὴν γῇ παρακαταθήκην.
我决不向神明祈求发现这样的东西,即使发现了也决不挪动它,更不向那些以某种方式建议我取走这大地托付之物的所谓占卜者咨询。
οὐ γάρ ποτε τοσοῦτον εἰς χρημάτων ὠφεληθείην ἂν κτῆσιν ἀνελών, ὅσον εἰς ὄγκον πρὸς ἀρετὴν ψυχῆς καὶ τὸ δίκαιον ἐπιδιδοίην μὴ ἀνελόμενος, κτῆμα ἀντὶ κτήματος ἄμεινον ἐν ἀμείνονι κτησάμενος, δίκην ἐν τῇ ψυχῇ πλούτου προτιμήσας ἐν οὐσίᾳ κεκτῆσθαι πρότερον·
因为我若取走它,在财产获得上所得到的利益,绝比不上我不取走它而在灵魂的德行与正义的增进上所获得的利益;这是在更优美之物中获得了代替财产的更优美财产,因为我宁愿先在灵魂中拥有正义,而非在财产中拥有财富。
ἐπὶ πολλοῖς γὰρ δὴ λεγόμενον εὖ τὸ μὴ κινεῖν τὰ ἀκίνητα καὶ περὶ τούτου λέγοιτʼ ἂν ὡς ἑνὸς ἐκείνων ὄντος.
因为‘勿动不可动之物’这句在许多情况下说得很对的名言,也可以应用在这件事上,视其为其中之一。
πείθεσθαι δὲ χρὴ καὶ τοῖς περὶ ταῦτα λεγομένοις μύθοις, ὡς εἰς παίδων γενεὰν οὐ σύμφορα τὰ τοιαῦτα·
人们还必须相信关于这些事情的传说,即此类行为对子孙后代是没有好处的。
ὃς δʼ ἂν παίδων τε ἀκηδὴς γένηται καί, τοῦ θέντος τὸν νόμον ἀμελήσας, ἃ μήτε αὐτὸς κατέθετο μήτε αὖ πατέρων τις πατήρ, μὴ πείσας τὸν θέμενον ἀνέληται, κάλλιστον νόμων διαφθείρων, ἁπλούστατον καὶ οὐδαμῇ ἀγεννοῦς ἀνδρὸς νομοθέτημα, ὃς εἶπεν· ἃ μὴ κατέθου, μὴ ἀνέλῃ—τούτοιν τοῖν δυοῖν νομοθέταιν καταφρονήσαντα καὶ ἀνελόμενον, οὔτι σμικρόν, ὃ μὴ κατέθετο αὐτός, πλῆθος δʼ ἔστιν ὅτε θησαυροῦ παμμέγεθες, τί χρὴ πάσχειν;
但是,任何人如果对子女漠不关心,又忽视立法者,在没有说服存入者的情况下,取走了既非他自己也非他任何祖先所存入的东西,从而破坏了最美丽的法律——这是一个绝非庸俗之人所作出的最简单的立法,他说:‘非你所存,勿要取走’——他轻视这两位立法者,取走了非他自己所存的并非小数目、有时甚至是极为巨大的宝藏,他应当遭受什么惩罚呢?
§11.914ΑΘ. ὑπὸ μὲν δὴ θεῶν, ὁ θεὸς οἶδεν·
” **阿典那人**:“至于来自神明的惩罚,只有神知道。
ὁ δὲ κατιδὼν πρῶτος ἀγγελλέτω, ἐὰν μὲν ἐν ἄστει γίγνηται τὸ τοιοῦτον, τοῖς ἀστυνόμοις, ἐὰν δὲ τῆς πόλεως ἐν ἀγορᾷ που, τοῖσιν ἀγορανόμοις, ἐὰν δὲ τῆς ἄλλης χώρας, ἀγρονόμοις τε καὶ τοῖς τούτων ἄρχουσι δηλωσάτω.
但最先目击此事的人必须进行举报:如果此事发生在城内,向市政官报告;如果在城邦的广场某处,向市场官报告;如果在其余的乡村地方,则应当告知乡野官及他们的长官。
δηλωθέντων δέ, ἡ πόλις εἰς Δελφοὺς πεμπέτω· ὅτι δʼ ἂν ὁ θεὸς ἀναιρῇ περί τε τῶν χρημάτων καὶ τοῦ κινήσαντος, τοῦτο ἡ πόλις ὑπηρετοῦσα ταῖς μαντείαις δράτω τοῦ θεοῦ.
在这些事情被告知后,城邦应当向德尔斐派遣使者;无论神明对这些财产及挪动它的人作出何种神示,城邦都应当服从神明的神谕并付诸实行。
καὶ ἐὰν μὲν ἐλεύθερος ὁ μηνύσας ᾖ, δόξαν ἀρετῆς κεκτήσθω, μὴ μηνύσας δέ, κακίας·
如果举报者是自由人,他应当获得美德的名声;如果不举报,则应获得恶名。
δοῦλος δʼ ἐὰν ᾖ, μηνύσας μὲν ἐλεύθερος ὑπὸ τῆς πόλεως ὀρθῶς γίγνοιτʼ ἂν ἀποδιδούσης τῷ δεσπότῃ τὴν τιμήν, μὴ μηνύων δὲ θανάτῳ ζημιούσθω.
但如果他是奴隶,若进行举报,城邦应当向其主人支付赎金,从而正当地使他获得自由;若不举报,则应处以死刑。
τούτῳ δʼ ἑπόμενον ἑξῆς ἂν γίγνοιτο τὸ περὶ σμικρὰ καὶ μεγάλα ταὐτὸν τοῦτο νόμιμον συνακολουθεῖν.
紧接着此事,这同一条法规应当同样适用于或大或小的各种事物。
ἄν τις τῶν αὑτοῦ τι καταλείπῃ που ἑκὼν εἴτʼ ἄκων, ὁ προστυγχάνων ἐάτω κεῖσθαι, νομίζων φυλάττειν ἐνοδίαν δαίμονα τὰ τοιαῦτα ὑπὸ τοῦ νόμου τῇ θεῷ καθιερωμένα.
如果有人把自己的某种东西遗留在某处,无论是有意还是无意,偶然遇到它的人都应当让它留在原处,认为这类东西已被法律奉献给路旁女神,并由这位女神守护着。
ἂν δὲ παρὰ ταῦτά τις ἀπειθῶν ἀναιρούμενος οἴκαδε φέρῃ, ἂν μὲν σμικρᾶς τιμῆς ἄξιον ὢν δοῦλος, ὑπὸ τοῦ προστυγχάνοντος μὴ ἔλαττον τριακονταέτους πολλὰς πληγὰς μαστιγούσθω· ἐὰν δέ τις ἐλεύθερος, πρὸς τῷ ἀνελεύθερος εἶναι δοκεῖν καὶ ἀκοινώνητος νόμων, δεκαπλάσιον τῆς τιμῆς τοῦ κινηθέντος ἀποτινέτω τῷ καταλιπόντι.
但是,如果有人违反此规定,不服从而将其取走并带回家,如果他是个奴隶且该物价值微薄,应当由偶然遇到他的、年龄不下于三十岁的人用鞭子抽打多次;但如果他是自由人,除了被认为是不体面且不合法律社会的人之外,他还必须向遗失者偿还该被动之物价值的十倍。
ἐὰν δέ τις ἐπαιτιᾶται τῶν αὑτοῦ χρημάτων ἔχειν τινὰ πλέον ἢ καὶ σμικρότερον, ὁ δὲ ὁμολογῇ μὲν ἔχειν, μὴ τὸ ἐκείνου δέ, ἂν μὲν ἀπογεγραμμένον ᾖ παρὰ τοῖς ἄρχουσιν τὸ κτῆμα κατὰ νόμον, τὸν ἔχοντα καλείσθω πρὸς τὴν ἀρχήν, ὁ δὲ καθιστάτω.
如果有人指控另一人占有了自己的部分财产(无论多寡),而对方承认占有该物、但否认该物属于原告;如果根据法律该财产已在官府登记,占有者应当被传唤至官府,他必须出示该物。
γενομένου δὲ ἐμφανοῦς, ἐὰν ἐν τοῖς γράμμασιν ἀπογεγραμμένον φαίνηται ποτέρου τῶν ἀμφισβητούντων, ἔχων οὗτος ἀπίτω·
在该物出示后,如果登记名册中显示它属于争执双方中的哪一方,该人应当将其带走并离去。
ἐὰν δέ τινος ἄλλου τῶν μὴ παρόντων, ὁπότερος ἂν παράσχῃ τὸν ἐγγυητὴν ἀξιόχρεων, ὑπὲρ τοῦ ἀπόντος ὡς παραδώσων ἐκείνῳ κατὰ τὴν ἐκείνου ἀφαίρεσιν ἀφαιρείσθω.
但如果它属于某个不在场的第三方,那么争执双方中无论哪一方提供了充分的担保人,都应当代表不在场者将其取走,并承诺在不在场者要求收回时移交给他。
ἐὰν δὲ παρὰ τοῖς ἄρχουσι τὸ ἀμφισβητούμενον μὴ ἀπογεγραμμένον ᾖ, κείσθω μὲν μέχρι δίκης παρὰ τρισὶ τῶν ἀρχόντων τοῖς πρεσβυτάτοις, ἐὰν δὲ τὸ μεσεγγυωθὲν θρέμμα ᾖ, τὸν νικηθέντα περὶ αὐτοῦ δίκῃ τὴν τροφὴν ἐκτίνειν τοῖς ἄρχουσιν· τὴν δὲ κρίσιν διαδικάζειν ἐντὸς τριῶν ἡμερῶν τοὺς ἄρχοντας.
但是,如果争议的财产未在官府登记,则应在审判之前将其存放在三位最年长的官员处;如果这笔代管财产是牲畜,在诉讼中败诉的一方应当向官员偿还饲养该牲畜的费用;官员们应当在三天之内对该案作出判决。
ἀγέτω τὸν ἑαυτοῦ δοῦλον ὁ βουλόμενος, ἐὰν ἔμφρων ᾖ, χρησόμενος ὅτι ἂν ἐθέλῃ τῶν ὁπόσα ὅσια· ἀγέτω δὲ καὶ ὑπὲρ ἄλλου τῶν οἰκείων ἢ φίλων τὸν ἀφεστῶτα ἐπὶ σωτηρίᾳ.
任何人只要心智健全,如果愿意,都可以带走自己的奴隶,在合乎神圣法律的范围内对其进行任何他所希望的处置;他也为了亲属或朋友的利益,带走一个逃亡的奴隶,以确保其安全。
ἐὰν δέ τις ἀφαιρῆταί τινα εἰς ἐλευθερίαν ὡς δοῦλον ἀγόμενον, μεθιέτω μὲν ὁ ἄγων, ὁ δὲ ἀφαιρούμενος ἐγγυητὰς τρεῖς ἀξιόχρεως καταστήσας, οὕτως ἀφαιρείσθω κατὰ ταῦτα, ἄλλως δὲ μή·
但是,如果有人为了使被当作奴隶带走的人获得自由而进行干预,带人者必须放手;而干预者在提供了三位充分的担保人之后,才能以此种方式将人领走,否则不得如此。 ”

词汇与语法注释

  1. 913aδεόμενα — 中性单数主语 `τὸ δὴ μετὰ ταῦτʼ` 与中性复数分词 `δεόμενα` 构成了意义上的一致(constructio ad sensum),因为主语实际上指代一系列相互的契约。
  2. 913cμὴ πείσας τὸν θέμενον ἀνέληται — 这是由 `ὃς δʼ 添 ἂν` 引导的关系条件从句。否定分词 `μὴ πείσας`(在未说服的情况下)限定了主虚拟动词 `ἀνέληται`(取走)的动作条件。在此,`τὸν θέμενον` 指的是存入宝物的人(寄托者)。
  3. 914bμὴ ἔλαττον τριακονταέτους — 比较级属格 `τριακονταέτους` 依存于用作副词的比较级中性单数对格 `ἔλαττον`。它限制了前述名词化分词 `τοῦ προστυγχάνοντος`(偶然遇到的人)的年龄条件。
  4. 914eἀφαιρείσθω — 动词 `ἀφαιρέω` 的中动语态在此承载了古典雅典法律中的专业术语含义,即‘为了自由而将某人从他人的监禁中解救或索回’(vindicatio in libertatem)。

引用这一段

柏拉图, 法律篇 §11.913-11.914. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:11.913-11.914

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。