Humanitext Reader

柏拉图 · 法律篇 §10.906

驳斥神明可被贿赂劝诱的谬误

第 153 段,共 186 段 · 希腊语

内容简介

阿典那人揭露了作恶者企图用贿赂劝诱神明的愚蠢想法,指出这种观点等同于将神明比作接受狼群分赃而纵容其掠夺羊群的猎犬等荒谬且不敬的比喻。

§10.906ΑΘ. ἀλλʼ ἄρα τίσιν προσφερεῖς τῶν ἀρχόντων;
**阿典那人**:“然而,在统治者中,他们究竟与谁相似呢?
ἢ τίνες τούτοις, ὧν δυνατὸν ἡμῖν ἀπεικάζουσι τυγχάνειν μείζοσιν ἐλάττονας;
或者,在我们力所能及的范围内,对于那些将较小者与较大者相比的人来说,谁会是与他们相匹配的呢?
πότερον ἡνίοχοί τινες ἂν εἶεν τοιοῦτοι ζευγῶν ἁμιλλωμένων ἢ πλοίων κυβερνῆται;
他们会是竞争战车的御者,还是船只的舵手呢?
τάχα δὲ κἂν ἀπεικασθεῖεν στρατοπέδων ἄρχουσί τισιν· εἴη δʼ ἂν καὶ νόσων πόλεμον εὐλαβουμένοις ἰατροῖς ἐοικέναι περὶ σώματα, ἢ γεωργοῖς περὶ φυτῶν γένεσιν εἰωθυίας ὥρας χαλεπὰς διὰ φόβων προσδεχομένοις, ἢ καὶ ποιμνίων ἐπιστάταις.
或许他们也可能被比作某些军队的指挥官;他们也可能像那些针对身体防范疾病战争的医生,或者像那些在植物生长中带着恐惧等待艰难季节的农夫,甚至像群畜的看守者。
ἐπειδὴ γὰρ συγκεχωρήκαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μάχη δή, φαμέν, ἀθάνατός ἐσθʼ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη, σύμμαχοι δὲ ἡμῖν θεοί τε ἅμα καὶ δαίμονες, ἡμεῖς δʼ αὖ κτῆμα θεῶν καὶ δαιμόνων·
因为既然我们已经彼此同意,天宇中充满了许多善,也充满了其对立面,但不对立者(即善)更多,因此我们说,这样一种战斗是永恒的,需要惊人的守护,而神明与灵体是我们的盟友,我们又是神明与灵体的财产。
φθείρει δὲ ἡμᾶς ἀδικία καὶ ὕβρις μετὰ ἀφροσύνης, σῴζει δὲ δικαιοσύνη καὶ σωφροσύνη μετὰ φρονήσεως, ἐν ταῖς τῶν θεῶν ἐμψύχοις οἰκοῦσαι δυνάμεσιν, βραχὺ δέ τι καὶ τῇδε ἄν τις τῶν τοιούτων ἐνοικοῦν ἡμῖν σαφὲς ἴδοι.
而不正与傲慢伴随着愚妄毁灭我们,正义与节制伴随着智慧拯救我们,它们居住在神明有生命的生命力中;而人们在尘世的我们身上,也可以看到这类东西微小而清晰的留存。
ψυχαὶ δέ τινες ἐπὶ γῆς οἰκοῦσαι καὶ ἄδικον λῆμμα κεκτημέναι δῆλον ὅτι θηριώδεις, πρὸς τὰς τῶν φυλάκων ψυχὰς ἄρα κυνῶν ἢ τὰς τῶν νομέων ἢ πρὸς τὰς τῶν παντάπασιν ἀκροτάτων δεσποτῶν προσπίπτουσαι, πείθουσιν θωπείαις λόγων καὶ ἐν εὐκταίαις τισὶν ἐπῳδαῖς, ὡς αἱ φῆμαί φασιν αἱ τῶν κακῶν, ἐξεῖναι πλεονεκτοῦσιν σφίσιν ἐν ἀνθρώποις πάσχειν μηδὲν χαλεπόν·
但是,某些居住在地上并获得不正当利益的灵魂,显然是如野兽般的,因此它们攀附守护犬的灵魂、牧人的灵魂或完全最高主宰的灵魂,用言语的谄媚和某些祈祷的咒语来劝诱他们,正如恶人的传言所说,允许他们在人类中贪得无厌地多占便宜而不遭受任何惩罚。
φαμὲν δʼ εἶναί που τὸ νῦν ὀνομαζόμενον ἁμάρτημα, τὴν πλεονεξίαν, ἐν μὲν σαρκίνοις σώμασι νόσημα καλούμενον, ἐν δὲ ὥραις ἐτῶν καὶ ἐνιαυτοῖς λοιμόν, ἐν δὲ πόλεσι καὶ πολιτείαις τοῦτο αὐτό, ῥήματι μετεσχηματισμένον, ἀδικίαν.
而我想我们说过,现在被称为‘贪婪’的过错,在肉体中被称为‘疾病’,在岁月的季节中被称为‘瘟疫’,而在城邦和政体中,这同一件东西在词语上转变后,被称为‘不正(不义)’。
ΚΛ. παντάπασι μὲν οὖν.
” **克莱尼亚斯**:“确实完全如此。
ΑΘ. τοῦτον δὴ τὸν λόγον ἀναγκαῖον λέγειν τὸν λέγοντα ὡς εἰσὶν συγγνώμονες ἀεὶ θεοὶ τοῖς τῶν ἀνθρώπων ἀδίκοις καὶ ἀδικοῦσιν, ἂν αὐτοῖς τῶν ἀδικημάτων τις ἀπονέμῃ·
” **阿典那人**:“那么,凡是声称神明总是宽恕人类中的不正者和作恶者(只要有人将不正所得的一部分分给他们)的人,就必然要主张下面这种论调。
καθάπερ κυσὶν λύκοι τῶν ἁρπασμάτων σμικρὰ ἀπονέμοιεν, οἱ δὲ ἡμερούμενοι τοῖς δώροις συγχωροῖεν τὰ ποίμνια διαρπάζειν.
这就像狼群将掠夺物的一小部分分给猎犬,而猎犬被礼物安抚,便纵容狼群去掠夺羊群。
ἆρʼ οὐχ οὗτος ὁ λόγος ὁ τῶν φασκόντων παραιτητοὺς εἶναι θεούς;
那些断言神明可以被劝诱(收买)的人,其论调不就是这个吗?
ΚΛ. οὗτος μὲν οὖν.
” **克莱尼亚斯**:“正是这一个。
ΑΘ. τίσιν οὖν δὴ τῶν προρρηθέντων ἀπεικάζων ὁμοίους φύλακας εἶναι θεοὺς οὐκ ἂν καταγέλαστος γίγνοιτο ἀνθρώπων ὁστισοῦν;
” **阿典那人**:“那么,任何人如果把神明比作上述守护者中的哪一个,才不会成为人类的笑柄呢?
πότερον κυβερνήταις, λοιβῇ τε οἴνου κνίσῃ τε παρατρεπομένοις αὐτοῖς, ἀνατρέπουσι δὲ ναῦς τε καὶ ναύτας;
难道是比作舵手,他们因酒的奠祭和烤肉的香气而偏离职守,从而倾覆了船只和水手吗?
ΚΛ. μηδαμῶς.
” **克莱尼亚斯**:“绝不能这样。
ΑΘ. ἀλλʼ οὔτι μὴν ἡνιόχοισί γε ἐν ἁμίλλῃ συντεταγμένοις, πεισθεῖσιν ὑπὸ δωρεᾶς ἑτέροισι τὴν νίκην ζεύγεσι προδοῦναι.
” **阿典那人**:“但也绝不能比作排列在赛道上竞争的御者,他们被礼物说服,把胜利出卖给其他的车队。
ΚΛ. δεινὴν γὰρ εἰκόνα λέγοις ἂν λέγων τὸν λόγον τοῦτον.
” **克莱尼亚斯**:“如果您说出这种论调,您就说了一个极其可怕的比喻。
ΑΘ. οὐ μὴν οὐδὲ στρατηγοῖς γε οὐδʼ ἰατροῖς οὐδὲ γεωργοῖς, οὐδὲ νομεῦσιν μὴν οὐδέ τισι κυσὶν κεκηλημένοις ὑπὸ λύκων.
” **阿典那人**:“当然也绝不能比作将军、医生、农夫,甚至不能比作牧人,也绝不能比作被狼群蛊惑的猎犬。 ”

词汇与语法注释

  1. 906ὧν δυνατὸν ἡμῖν ἀπεικάζουσι τυγχάνειν μείζοσιν ἐλάττονας — 关系代名词 `ὧν` 以先前出现的 `τούτοις` 为先行词,并与从句中的形容词 `μείζοσιν` 相关联。`ἀπεικάζουσι` 为现在分词与格复数(意为“对于那些进行比拟的人”),与不定式 `τυγχάνειν`(恰好是、符合)连用。该句结构意为“在我们力所能及的范围内,对于那些将较小者(人)与较大者(神)相比的人来说,谁会是恰好与它们(神明)相配的”。
  2. 906aπλειόνων δὲ τῶν μή — 承接前句 `εἶναι δὲ καὶ τῶν ἐναντίων`(也充满了其对立面,即恶),`τῶν μή` 指代“非对立者(即非恶者,亦即善)”。因此,该句意为“不对立者(善)占多数(`πλειόνων`)”。
  3. 906dτοῦτον δὴ τὸν λόγον ἀναγκαῖον λέγειν τὸν λέγοντα... — 这是一个带对格的不定式结构,受无人称形容词 `ἀναγκαῖον`(省略了 `ἐστί`)支配。分词 `τὸν λέγοντα`(声称……的人)是不定式 `λέγειν` 的逻辑主语。因此结构为:“声称……的人,必然要主张这一论调(`τοῦτον τὸν λόγον`)”。

引用这一段

柏拉图, 法律篇 §10.906. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:10.906

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。