§10.900ΑΘ. ἢ καὶ πρὸς τέλος ἴσως ἀνθρώπους ὁρῶν ἐλθόντας γηραιούς, παῖδας παίδων καταλιπόντας ἐν τιμαῖς ταῖς μεγίσταις, ταράττῃ τὸ νῦν ἐν ἅπασι τούτοις ἰδών, ἢ διʼ ἀκοῆς αἰσθόμενος ἢ καὶ παντάπασιν αὐτὸς αὐτόπτης, προστυχὴς πολλῶν ἀσεβημάτων καὶ δεινῶν γενομένων τισίν, διʼ αὐτὰ ταῦτα ἐκ σμικρῶν εἰς τυραννίδας τε καὶ τὰ μέγιστα ἀφικομένους·
**阿典那人**:“或者, perhaps 是当你看到人们活到老年,并在极大的荣耀中留下子孙世去,你在所有这些事情中看到这些而感到动摇。 你或许是听人耳闻,或者甚至完全是自己亲眼目睹,目睹了某些人身上发生了许多不敬和可怕的事情,而他们正是凭借这些事情,从微不足道的地位一步步爬到了僭主和权力的巅峰。
τότε διὰ πάντα τὰ τοιαῦτα δῆλος εἶ μέμφεσθαι μὲν θεοὺς ὡς αἰτίους ὄντας τῶν τοιούτων διὰ συγγένειαν οὐκ ἂν ἐθέλων, ἀγόμενος δὲ ὑπό τε ἀλογίας ἅμα καὶ οὐ δυνάμενος δυσχεραίνειν θεούς, εἰς τοῦτο νῦν τὸ πάθος ἐλήλυθας, ὥστʼ εἶναι μὲν δοκεῖν αὐτούς, τῶν δὲ ἀνθρωπίνων καταφρονεῖν καὶ ἀμελεῖν πραγμάτων.
那时,正是由于所有这些事情,你显然不愿意因为神圣的亲缘关系而指责神明是这些事情的因,但由于同时受到理智匮乏的引导,又无法对神明心生怨恨,你现在陷入了这种心境,以至于认为神明虽然存在,却轻视并忽略人类的事务。
ἵνα οὖν μὴ ἐπὶ μεῖζον ἔλθῃ σοι πάθος πρὸς ἀσέβειαν τὸ νῦν παρὸν δόγμα, ἀλλʼ ἐάν πως οἷον ἀποδιοπομπήσασθαι λόγοις αὐτὸ προσιὸν γενώμεθα δυνατοί, πειρώμεθα, συνάψαντες τὸν ἑξῆς λόγον ᾧ πρὸς τὸν τὸ παράπαν οὐχ ἡγούμενον θεοὺς ἐξ ἀρχῆς διεπερανάμεθα, τούτῳ τὰ νῦν προσχρήσασθαι.
因此,为了不让你的这种现存意见走向更大的不敬,如果我们在某种程度上能够用言辞在它迫近时将其驱除,就让我们尝试通过将下面的论证,与我们从一开始针对那完全不信神的人所进行到底的论证相连接,在现在加以利用。
σὺ δʼ, ὦ Κλεινία τε καὶ Μέγιλλε, ὑπὲρ τοῦ νέου καθάπερ ἐν τοῖς ἔμπροσθεν ἀποκρινόμενοι διαδέχεσθε·
而你,克莱尼亚斯和梅吉洛斯,请像之前一样,代表那个年轻人进行回答和接续对话。
ἂν δέ τι δύσκολον ἐμπίπτῃ τοῖς λόγοις, ἐγὼ σφῷν ὥσπερ νυνδὴ δεξάμενος διαβιβῶ τὸν ποταμόν.
如果论证中遇到了什么困难,我会像刚才一样接过它,渡你们过河。
ΚΛ. ὀρθῶς λέγεις·
” **克莱尼亚斯**:“您说得对。
καὶ σύ τε οὕτω ταῦτα δρᾶ, ποιήσομέν τε ἡμεῖς εἰς τὸ δυνατὸν ἃ λέγεις.
请您就这样做,我们也会尽全力配合您所说的。
ΑΘ. ἀλλʼ οὐδὲν τάχʼ ἂν ἴσως εἴη χαλεπὸν ἐνδείξασθαι τοῦτό γε, ὡς ἐπιμελεῖς σμικρῶν εἰσιν θεοὶ οὐχ ἧττον, μᾶλλον δέ, ἢ τῶν μεγέθει διαφερόντων.
” **阿典那人**:“不过,要表明这一点或许一点也不困难:神明对微小事务的关切不亚于、甚至超过对那些体量庞大事务的关切。
ἤκουε γάρ που καὶ παρῆν τοῖς νυνδὴ λεγομένοις, ὡς ἀγαθοί γε ὄντες πᾶσαν ἀρετὴν τὴν τῶν πάντων ἐπιμέλειαν οἰκειοτάτην αὑτῶν οὖσαν κέκτηνται.
因为他想必也听到了并且在场听到了刚才所说的话,即神明既然在一切德性上都是善的,就会把对万物的关切视为最属于他们自己的所有物。
ΚΛ. καὶ σφόδρα γε ἐπήκουεν.
” **克莱尼亚斯**:“是的,他确实非常认真地听着。
ΑΘ. τὸ μετὰ τοῦτο τοίνυν κοινῇ συνεξεταζόντων τίνα λέγοντες ἀρετὴν αὐτῶν ὁμολογοῦμεν αὐτοὺς ἀγαθοὺς εἶναι.
” **阿典那人**:“那么接下去,让我们共同探讨:当我们一致同意神明是善的时候,我们是在谈论他们的什么德性?
φέρε, τὸ σωφρονεῖν νοῦν τε κεκτῆσθαί φαμεν ἀρετῆς, τὰ δʼ ἐναντία κακίας;
来,我们是否说,节制和拥有理知属于德性,而它们的相反者属于恶德?
ΚΛ. φαμέν.
” **克莱尼亚斯**:“我们这样说。
ΑΘ. τί δέ; ἀρετῆς μὲν ἀνδρείαν εἶναι, δειλίαν δὲ κακίας;
” **阿典那人**:“那么,勇敢属于德性,而懦弱属于恶德吗?
ΚΛ. πάνυ μὲν οὖν.
” **克莱尼亚斯**:“确实如此。
ΑΘ. καὶ τὰ μὲν αἰσχρὰ τούτων, τὰ δὲ καλὰ φήσομεν;
” **阿典那人**:“我们是否会说,这些之中,一者是丑陋的,另一者是美丽的?
ΚΛ. ἀνάγκη.
” **克莱尼亚斯**:“这是必然的。
ΑΘ. καὶ τῶν μὲν προσήκειν ἡμῖν, εἴπερ, ὁπόσα φλαῦρα, θεοῖς δὲ οὔτε μέγα οὔτε σμικρὸν τῶν τοιούτων μετὸν ἐροῦμεν;
” **阿典那人**:“我们是否会说,所有那些低劣的事物都属于我们,如果真有的话,而神明则与这些事情的大小全然无关?
ΚΛ. καὶ ταῦθʼ οὕτως ὁμολογοῖ πᾶς ἄν.
” **克莱尼亚斯**:“这件事情每个人也会表示同意。
ΑΘ. τί δέ; ἀμέλειάν τε καὶ ἀργίαν καὶ τρυφὴν εἰς ἀρετὴν ψυχῆς θήσομεν, ἢ πῶς λέγεις;
” **阿典那人**:“那么,我们会把疏忽、懈怠和奢靡归入魂的德性吗,或者你觉得怎么说?
ΚΛ. καὶ πῶς;
” **克莱尼亚斯**:“怎么可能?
ΑΘ. ἀλλʼ εἰς τοὐναντίον;
” **阿典那人**:“而是归入它们的相反者?
ΚΛ. ναί.
” **克莱尼亚斯**:“是的。
§10.901ΑΘ. τἀναντία ἄρα τούτοις εἰς τοὐναντίον;
” **阿典那人**:“那么,与这些相反的事物,就会归入相反者吗?
ΚΛ. τοὐναντίον.
” **克莱尼亚斯**:“归入相反者。
ΑΘ. τί οὖν δή; τρυφῶν καὶ ἀμελὴς ἀργός τε, ὃν ὁ ποιητὴς κηφῆσι κοθούροισι μάλιστα εἴκελον ἔφασκεν εἶναι, γίγνοιτʼ ἂν τοιοῦτος πᾶς ἡμῖν;
” **阿典那人**:“那么,任何一个奢靡、疏忽和懈怠的人——诗人曾说这种人最像‘无针的雄蜂’——对我们来说全都会变成这样的人吗?
ΚΛ. ὀρθότατά γε εἰπών.
” **克莱尼亚斯**:“这说得极其正确。
ΑΘ. οὐκοῦν τόν γε θεὸν οὐ ῥητέον ἔχειν ἦθος τοιοῦτον, ὅ γέ τοι αὐτὸς μισεῖ, τῷ τέ τι τοιοῦτον φθέγγεσθαι πειρωμένῳ οὐκ ἐπιτρεπτέον.
” **阿典那人**:“因此,绝不能说神拥有这样的性格,毕竟神自己就憎恨这种性格,而且对于任何试图说出这种话的人,我们也绝不能允许。
ΚΛ. οὐ μὲν δή·
” **克莱尼亚斯**:“确实不行。
πῶς γὰρ ἄν;
因为怎么可能允许呢?
ΑΘ. ὧι δὴ προσήκει μὲν πράττειν καὶ ἐπιμελεῖσθαι διαφερόντως τινός, ὁ δὲ τούτου γε νοῦς τῶν μὲν μεγάλων ἐπιμελεῖται, τῶν σμικρῶν δὲ ἀμελεῖ, κατὰ τίνα ἐπαινοῦντες τὸν τοιοῦτον λόγον οὐκ ἂν παντάπασι πλημμελοῖμεν;
” **阿典那人**:“对于一个确实应当以卓越的方式去行事并关切某事物的人,如果他的理知关切大事,却疏忽小事,那么我们在何种意义上赞美这种说法才不会完全犯错?
σκοπῶμεν δὲ ὧδε.
让我们这样来思考。
ἆρʼ οὐ κατὰ δύο εἴδη τὸ τοιοῦτον πράττει ὁ πράττων, εἴτε θεὸς εἴτʼ ἄνθρωπος;
行事者,无论是神还是人,难道不都是按照两种形式来这样行事的吗?
ΚΛ. ποίω δὴ λέγομεν;
” **克莱尼亚斯**:“我们是指哪两种?
ΑΘ. ἢ διαφέρον οὐδὲν οἰόμενος εἶναι τῷ ὅλῳ ἀμελουμένων τῶν σμικρῶν, ἢ ῥᾳθυμίᾳ καὶ τρυφῇ, εἰ διαφέρει, ὁ δὲ ἀμελεῖ.
” **阿典那人**:“要么是他认为,即使小事被疏忽,对整体也毫无影响;要么是由于懒散和奢靡,即使有影响,他还是疏忽了。
ἢ ἔστιν ἄλλως πως γιγνομένη ἀμέλεια;
或者,疏忽还有其他产生的方式吗?
οὐ γάρ που ὅταν γε ἀδύνατον ᾖ τῶν ἁπάντων ἐπιμελεῖσθαι, τότε ἀμέλεια ἔσται τῶν σμικρῶν ἢ μεγάλων, μὴ ἐπιμελουμένῳ ὧν ἂν δυνάμει θεὸς ἢ φαῦλός τις ὢν ἐλλιπὴς καὶ μὴ δυνατὸς ἐπιμελεῖσθαι γίγνηται.
因为想必,当无法关切所有事物时,那就不存在对小事或大事的疏忽,因为一个人无法关切那些即使是神、或者是某个因能力不足而无法关切的低劣者,在能力上变得无法关切的事物。
ΚΛ. πῶς γὰρ ἄν;
” **克莱尼亚斯**:“因为怎么会有呢?
ΑΘ. νῦν δὴ δύʼ ὄντες τρισὶν ἡμῖν οὖσιν ἀποκρινάσθωσαν οἱ θεοὺς μὲν ἀμφότεροι ὁμολογοῦντες εἶναι, παραιτητοὺς δὲ ἅτερος, ὁ δὲ ἀμελεῖς τῶν σμικρῶν.
” **阿典那人**:“那么现在,让那两个人,向我们这三个人回答:他们两个人都同意神存在,但其中一人认为神可以被取悦,而另一人认为神疏忽小事。
πρῶτον μὲν θεοὺς ἀμφότεροί φατε γιγνώσκειν καὶ ὁρᾶν καὶ ἀκούειν πάντα, λαθεῖν δὲ αὐτοὺς οὐδὲν δυνατὸν εἶναι τῶν ὁπόσων εἰσὶν αἱ αἰσθήσεις τε καὶ ἐπιστῆμαι·
首先,你们两个人都说你们知道、看见、听到一切,并且在所有感官和知识的对象中,绝不可能有任何事情瞒过神。
ταύτῃ λέγετε ἔχειν ταῦτα, ἢ πῶς;
你们说情况是这样,还是怎样?
ΚΛ. οὕτως.
” **克莱尼亚斯**:“是这样。
ΑΘ. τί δέ; δύνασθαι πάντα ὁπόσων αὖ δύναμίς ἐστιν θνητοῖς τε καὶ ἀθανάτοις;
” **阿典那人**:“那么,神能够做到凡人与神明能力所及的一切事情吗?
ΚΛ. πῶς γὰρ οὐ συγχωρήσονται καὶ ταῦτα οὕτως ἔχειν;
” **克莱尼亚斯**:“因为他们怎么会不同意这些事情也是这样呢?
ΑΘ. καὶ μὴν ἀγαθούς γε καὶ ἀρίστους ὡμολογήκαμεν αὐτοὺς εἶναι πέντε ὄντες.
” **阿典那人**:“而且,我们这五个人都已经同意他们是善的、是最优秀的。
ΚΛ. σφόδρα γε.
” **克莱尼亚斯**:“确实如此。
ΑΘ. ἆρʼ οὖν οὐ ῥᾳθυμίᾳ μὲν καὶ τρυφῇ ἀδύνατον αὐτοὺς ὁμολογεῖν πράττειν ὁτιοῦν τὸ παράπαν, ὄντας γε οἵους ὁμολογοῦμεν;
” **阿典那人**:“那么,既然他们是我们所同意的那种存在,难道我们不就不可能同意他们因懒散和奢靡而行任何事情吗?
δειλίας γὰρ ἔκγονος ἔν γε ἡμῖν ἀργία, ῥᾳθυμία δὲ ἀργίας καὶ τρυφῆς.
因为在我们人当中,懈怠是懦弱的产物,而懒散是懈怠和奢靡的产物。
ΚΛ. ἀληθέστατα λέγεις.
” **克莱尼亚斯**:“您说得极其正确。
ΑΘ. ἀργίᾳ μὲν δὴ καὶ ῥᾳθυμίᾳ οὐδεὶς ἀμελεῖ θεῶν·
” **阿典那人**:“因此,神明中绝没有人会因懈怠和懒散而疏忽。
οὐ γὰρ μέτεστιν αὐτῷ που δειλίας.
因为他想必与懦弱毫无关系。
ΚΛ. ὀρθότατα λέγεις.
” **克莱尼亚斯**:“您说得极其正确。 ”