Humanitext Reader

柏拉图 · 法律篇 §10.902-10.903

神对整体与局部的关照及宇宙秩序

第 151 段,共 186 段 · 希腊语

内容简介

阿典那人通过医生和石匠的类比,论证了既然神明是我们的拥有者且极其优秀,就必然同样无微不至地关切宇宙的微小部分而非仅仅是整体,并开始通过关于宇宙秩序的神话性解释来劝导年轻人。

§10.902ΑΘ. οὐκοῦν τὸ λοιπόν, εἴπερ ἀμελοῦσι τῶν σμικρῶν καὶ ὀλίγων τῶν περὶ τὸ πᾶν, ἢ γιγνώσκοντες ὡς τὸ παράπαν οὐδενὸς τῶν τοιούτων ἐπιμελεῖσθαι δεῖ, δρῷεν ἂν τοῦτο, ἢ τί τὸ λοιπὸν πλὴν τῷ γιγνώσκειν τοὐναντίον;
**阿典那人**:“因此,至于剩下的可能性,如果他们确实疏忽了关乎整体的微小和少数事务,他们这样做,要么是知道完全不需要关切任何此类事务,要么除了知道相反的情况外,还剩下什么可能性呢?
ΚΛ. οὐδέν.
” **克莱尼亚斯**:“没有别的了。
ΑΘ. πότερον οὖν, ὦ ἄριστε καὶ βέλτιστε, θῶμέν σε λέγοντα ὡς ἀγνοοῦντάς τε καὶ δέον ἐπιμελεῖσθαι διʼ ἄγνοιαν ἀμελοῦντας, ἢ γιγνώσκοντας ὅτι δεῖ, καθάπερ οἱ φαυλότατοι τῶν ἀνθρώπων λέγονται ποιεῖν, εἰδότες ἄλλα εἶναι βελτίω πράττειν ὧν δὴ πράττουσιν, διά τινας ἥττας ἡδονῶν ἢ λυπῶν οὐ ποιεῖν;
” **阿典那人**:“那么,我最优秀、最杰出的朋友,我们应当认为你是说,神明因为无知而不知道,并且因无知而疏忽了他们本该关切的事务;还是说,他们知道自己应该关切,却像人们口中最卑劣的那些人所做的一样——明知有比他们所做的更好的事情该做,却因为败给了某些享乐或痛苦而不去做呢?
ΚΛ. πῶς γὰρ ἄν;
” **克莱尼亚斯**:“因为怎么会这样呢?
ΑΘ. οὐκοῦν δὴ τά γε ἀνθρώπινα πράγματα τῆς τε ἐμψύχου μετέχει φύσεως ἅμα, καὶ θεοσεβέστατον αὐτό ἐστι πάντων ζῴων ἄνθρωπος;
” **阿典那人**:“那么,人类的事务岂不是同时分享了有灵魂的本性,而且人难道不是所有动物中最敬畏神明的吗?
ΚΛ. ἔοικε γοῦν.
” **克莱尼亚斯**:“至少看起来是这样。
ΑΘ. θεῶν γε μὴν κτήματά φαμεν εἶναι πάντα ὁπόσα θνητὰ ζῷα, ὧνπερ καὶ τὸν οὐρανὸν ὅλον.
” **阿典那人**:“而且,我们难道不是说,一切会死的动物都是神明的财产,而整个天宇也同样属于他们吗?
ΚΛ. πῶς γὰρ οὔ;
” **克莱尼亚斯**:“因为怎么会不是呢?
ΑΘ. ἤδη τοίνυν σμικρὰ ἢ μεγάλα τις φάτω ταῦτα εἶναι τοῖς θεοῖς· οὐδετέρως γὰρ τοῖς κεκτημένοις ἡμᾶς ἀμελεῖν ἂν εἴη προσῆκον, ἐπιμελεστάτοις γε οὖσι καὶ ἀρίστοις.
” **阿典那人**:“那么,现在无论是谁说这些财产对神明而言是小是巨,对于拥有我们的神明来说,以任何一种方式去疏忽我们都是不合适的,因为他们是最为专注且最优秀的。
σκοπῶμεν γὰρ δὴ καὶ τόδε ἔτι πρὸς τούτοις.
因为在这些之外,我们还要考虑以下这点。
ΚΛ. τὸ ποῖον;
” **克莱尼亚斯**:“哪一点?
ΑΘ. τὸ περί τε αἰσθήσεως καὶ δυνάμεως, ἆρʼ οὐκ ἐναντίως ἀλλήλοιν πρὸς ῥᾳστώνην καὶ χαλεπότητά ἐστον πεφυκότε;
” **阿典那人**:“关于感知和能力,它们在面对易与难时,难道不是天生具有彼此相反的性质吗?
ΚΛ. πῶς λέγεις;
” **克莱尼亚斯**:“您是什么意思?
ΑΘ. ὁρᾶν μέν που καὶ ἀκούειν τὰ σμικρὰ χαλεπώτερον ἢ τὰ μεγάλα, φέρειν δὲ αὖ καὶ κρατεῖν καὶ ἐπιμελεῖσθαι τῶν σμικρῶν καὶ ὀλίγων παντὶ ῥᾷον ἢ τῶν ἐναντίων.
” **阿典那人**:“看和听微小的事务比巨大的事务更难,但相反,对任何人来说,搬运、控制和关切微小而少数的事务,都要比相反的事务更容易。
ΚΛ. καὶ πολύ γε.
” **克莱尼亚斯**:“而且容易得多。
ΑΘ. ἰατρῷ δὲ προστεταγμένον ὅλον τι θεραπεύειν, βουλομένῳ καὶ δυναμένῳ τῶν μὲν μεγάλων ἐπιμελεῖσθαι, τῶν μορίων δὲ καὶ σμικρῶν ἀμελοῦντι, ἕξει ποτὲ καλῶς αὐτῷ τὸ πᾶν;
” **阿典那人**:“那么,如果一个被委派去医治某个整体的医生,愿意并且有能力关切巨大的部分,却疏忽了微小和局部的部件,那么这个整体在他手里还能处于良好的状态吗?
ΚΛ. οὐδαμῶς.
” **克莱尼亚斯**:“绝不可能。
ΑΘ. οὐ μὴν οὐδὲ κυβερνήταις οὐδὲ στρατηγοῖς οὐδʼ οἰκονόμοις, οὐδʼ αὖ τισὶν πολιτικοῖς οὐδʼ ἄλλῳ τῶν τοιούτων οὐδενί, χωρὶς τῶν ὀλίγων καὶ σμικρῶν πολλὰ ἢ μεγάλα·
” **阿典那人**:“确实,对于舵手、将军、家政管理者,乃至任何政治家或任何其他此类的人来说也是一样,没有少数和微小的事务,就无法(维系)多数或巨大的事务。
οὐδὲ γὰρ ἄνευ σμικρῶν τοὺς μεγάλους φασὶν λιθολόγοι λίθους εὖ κεῖσθαι.
因为石匠们也说,没有小石头,大石头就无法安置妥当。
ΚΛ. πῶς γὰρ ἄν;
” **克莱尼亚斯**:“因为怎么会妥当呢?
§10.903ΑΘ. μὴ τοίνυν τόν γε θεὸν ἀξιώσωμέν ποτε θνητῶν δημιουργῶν φαυλότερον, οἳ τὰ προσήκοντα αὑτοῖς ἔργα, ὅσῳπερ ἂν ἀμείνους ὦσιν, τόσῳ ἀκριβέστερα καὶ τελεώτερα μιᾷ τέχνῃ σμικρὰ καὶ μεγάλα ἀπεργάζονται·
” **阿典那人**:“因此,我们绝不能认为神明比凡人的手艺人还要差劲,那些手艺人越是优秀,就越是能通过一门技艺,精确而完美地完成大小不一的、属于他们自己的作品。
τὸν δὲ θεὸν ὄντα τε σοφώτατον βουλόμενόν τʼ ἐπιμελεῖσθαι καὶ δυνάμενον, ὧν μὲν ῥᾷον ἦν ἐπιμεληθῆναι σμικρῶν ὄντων, μηδαμῇ ἐπιμελεῖσθαι καθάπερ ἀργὸν ἢ δειλόν τινα διὰ πόνους ῥᾳθυμοῦντα, τῶν δὲ μεγάλων.
我们绝不能认为,神明既然是最智慧的,既愿意也有能力关切,却因为它们微小,本是更易于关切的,便完全不予关切(就像一个懒惰或懦弱的人因害怕劳苦而懈怠一样),而只去关切那些巨大的事务。
ΚΛ. μηδαμῶς δόξαν τοιαύτην περὶ θεῶν, ὦ ξένε, ἀποδεχώμεθα·
” **克莱尼亚斯**:“外邦人啊,我们千万不要接受这种关于神明的观点。
οὐδαμῇ γὰρ οὔτε ὅσιον οὔτʼ ἀληθὲς τὸ διανόημα διανοοίμεθʼ ἄν.
因为我们若这样想,在任何方面都既不虔敬,也不符合真理。
ΑΘ. δοκοῦμεν δέ μοι νῦν ἤδη μάλιστα μετρίως διειλέχθαι τῷ φιλαιτίῳ τῆς ἀμελείας πέρι θεῶν.
” **阿典那人**:“在我看来,我们现在已经非常适度地与那个喜欢在神明疏忽之事上挑刺的人进行了辩论。
ΚΛ. ναί.
” **克莱尼亚斯**:“是的。
ΑΘ. τῷ γε βιάζεσθαι τοῖς λόγοις ὁμολογεῖν αὐτὸν μὴ λέγειν ὀρθῶς·
” **阿典那人**:“至少是在通过言辞迫使他同意自己说得不对。
ἐπῳδῶν γε μὴν προσδεῖσθαί μοι δοκεῖ μύθων ἔτι τινῶν.
不过,他似乎还需要一些神话的劝导作为咒语。
ΚΛ. ποίων, ὠγαθέ;
” **克莱尼亚斯**:“好人啊,什么样的神话?
ΑΘ. πείθωμεν τὸν νεανίαν τοῖς λόγοις ὡς τῷ τοῦ παντὸς ἐπιμελουμένῳ πρὸς τὴν σωτηρίαν καὶ ἀρετὴν τοῦ ὅλου πάντʼ ἐστὶ συντεταγμένα, ὧν καὶ τὸ μέρος εἰς δύναμιν ἕκαστον τὸ προσῆκον πάσχει καὶ ποιεῖ.
” **阿典那人**:“让我们用言辞说服那个年轻人:为了整体的得救和德性,万物已被那关切宇宙者安排妥当,其中每一个部分也根据其能力,承受和行使着合适的作用。
τούτοις δʼ εἰσὶν ἄρχοντες προστεταγμένοι ἑκάστοις ἐπὶ τὸ σμικρότατον ἀεὶ πάθης καὶ πράξεως, εἰς μερισμὸν τὸν ἔσχατον τέλος ἀπειργασμένοι·
在这些部分的每一个之上,即使是针对最微小的受动和主动,都始终委派了统治者,他们将目的完成至最细微的划分。
ὧν ἓν καὶ τὸ σόν, ὦ σχέτλιε, μόριον εἰς τὸ πᾶν συντείνει βλέπον ἀεί, καίπερ πάνσμικρον ὄν, σὲ δὲ λέληθεν περὶ τοῦτο αὐτὸ ὡς γένεσις ἕνεκα ἐκείνου γίγνεται πᾶσα, ὅπως ᾖ τῷ τοῦ παντὸς βίῳ ὑπάρχουσα εὐδαίμων οὐσία, οὐχ ἕνεκα σοῦ γιγνομένη, σὺ δʼ ἕνεκα ἐκείνου.
怜悯的人啊,你的那一部分也是其中之一,它虽然极其微小,却始终朝着整体延展并注视着整体。 然而你却没有注意到这一点:一切生成之所以发生,都是为了那个整体,为了让整体的生命拥有幸福的存在,这生成并不是为了你,而是你为了它而存在。
πᾶς γὰρ ἰατρὸς καὶ πᾶς ἔντεχνος δημιουργὸς παντὸς μὲν ἕνεκα πάντα ἐργάζεται, πρὸς τὸ κοινῇ συντεῖνον βέλτιστον μέρος μὴν ἕνεκα ὅλου καὶ οὐχ ὅλον μέρους ἕνεκα ἀπεργάζεται·
因为每一位医生和每一位有手艺的匠人,都是为了整体而做所有的工作,朝着对共同体最有利的方向努力,并为了整体而制作部分,而不是为了部分而制作整体。
σὺ δὲ ἀγανακτεῖς, ἀγνοῶν ὅπῃ τὸ περὶ σὲ ἄριστον τῷ παντὶ συμβαίνει καὶ σοὶ κατὰ δύναμιν τὴν τῆς κοινῆς γενέσεως.
但你却感到愤愤不平,因为你不知道你身上那最善的部分,如何根据共同生成的法则,同时适合于整体也适合于你。
ἐπεὶ δὲ ἀεὶ ψυχὴ συντεταγμένη σώματι τοτὲ μὲν ἄλλῳ, τοτὲ δὲ ἄλλῳ, μεταβάλλει παντοίας μεταβολὰς διʼ ἑαυτὴν ἢ διʼ ἑτέραν ψυχήν, οὐδὲν ἄλλο ἔργον τῷ πεττευτῇ λείπεται πλὴν μετατιθέναι τὸ μὲν ἄμεινον γιγνόμενον ἦθος εἰς βελτίω τόπον, χεῖρον δὲ εἰς τὸν χείρονα, κατὰ τὸ πρέπον αὐτῶν ἕκαστον, ἵνα τῆς προσηκούσης μοίρας λαγχάνῃ.
而且,由于灵魂始终与身体结合在一起,时而与这个身体,时而与那个身体结合,并由于自身或由于另一个灵魂而经历各种变化,棋手除了将变得更好的性格移往更好的地方,将变坏的性格移往更坏的地方,使它们每一个都各得其所,从而分得应得的命运之外,就没有别的工作留给他了。
ΚΛ. πῇ λέγεις;
” **克莱尼亚斯**:“您这是怎么说呢? ”

词汇与语法注释

  1. 902aἢ τί τὸ λοιπόν πλὴν τῷ γιγνώσκειν τοὐναντίον; — `πλὴν` 连用与格的构文。通常 `πλὴν` 支配属格或作为连词,但此处后接冠词不定式的与格 `τῷ γιγνώσκειν`。该与格同前文的主格分词 `ἢ γιγνώσκοντες...` 形成对比,将另一个选择(即“知道相反的情况”)作为一种限定性的手段或条件突显出来。
  2. 902cοὐδετέρως γὰρ τοῖς κεκτημένοις ἡμᾶς ἀμελεῖν ἂν εἴη προσῆκον — 无主格的无人称表达 `προσῆκον [ἐστί / ἂν εἴη]` 的结构。与格短语 `τοῖς κεκτημένοις ἡμᾶς`(对于拥有我们的存在者,即神明)起关涉与格的作用,而不定式 `ἀμελεῖν`(疏忽)担当主语。其逻辑骨架为:“对于拥有我们的存在者而言,以任何一种方式进行疏忽都是不合适的”。
  3. 902dχωρὶς τῶν ὀλίγων καὶ σμικρῶν πολλὰ ἢ μεγάλα — 介词 `χωρίς`(没有……)引导的短语中的省略。在 `πολλὰ ἢ μεγάλα`(多数或巨大事务)之后,省略了表示“保持良好状态”或“管理”的不定式(如 `ἔχειν` 或 `διοικεῖν`),这可从前文语境(`ἕξει ... καλῶς`)中补足。由此确立了“若无微小部分,则庞大整体亦无法维系”的类比。
  4. 903aτὸν δὲ θεὸν ... ὧν μὲν ῥᾷον ἦν ἐπιμεληθῆναι σμικρῶν ὄντων, μηδαμῇ ἐπιμελεῖσθαι ... τῶν δὲ μεγάλων — 隶属于903a开头禁止祈使语气 `μὴ ... ἀξιώσωμέν`(我们绝不能认为/要求……)的、超长的主宾格不定式(AcI)结构。`τὸν δὲ θεὸν` 作不定式 `ἐπιμελεῖσθαι` 的逻辑主语(宾格),并受到 `ὄντα τε σοφώτατον...` 等分词的修饰。由于插入了由 `ὧν...` 开始的关系从句,使得主语与不定式动词之间产生了离隔。其骨架为“我们绝不能认为,神明对小事完全不予关切,而[只关切]大事”。

引用这一段

柏拉图, 法律篇 §10.902-10.903. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:10.902-10.903

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。