§10.898ΑΘ. τῶν δʼ αὖ κινουμένων τὰ μὲν ἐν ἑνὶ τόπῳ κινεῖσθαι, τὰ δʼ ἐν πλείοσιν φερόμενα.
**阿典那人**:“而在运动的事物中,有一些是在一个地方运动,另一些则是在多个地方移动?
ΚΛ. ἔστι ταῦτα.
” **克莱尼亚斯**:“确实如此。
ΑΘ. τούτοιν δὴ τοῖν κινησέοιν τὴν ἐν ἑνὶ φερομένην ἀεὶ περί γέ τι μέσον ἀνάγκη κινεῖσθαι, τῶν ἐντόρνων οὖσαν μίμημά τι κύκλων, εἶναί τε αὐτὴν τῇ τοῦ νοῦ περιόδῳ πάντως ὡς δυνατὸν οἰκειοτάτην τε καὶ ὁμοίαν.
” **阿典那人**:“在这两种运动中,那在一个地方移动的运动必定始终围绕着某个中心运动,它是对镟制圆周的一种模仿,而且它在一切方面都尽可能地与理知的周转最为亲近和相似,这也是必然的。
ΚΛ. πῶς λέγεις;
” **克莱尼亚斯**:“您怎么说?
ΑΘ. τὸ κατὰ ταὐτὰ δήπου καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὰ αὐτὰ καὶ πρὸς τὰ αὐτὰ καὶ ἕνα λόγον καὶ τάξιν μίαν ἄμφω κινεῖσθαι λέγοντες, νοῦν τήν τε ἐν ἑνὶ φερομένην κίνησιν, σφαίρας ἐντόρνου ἀπεικασμένα φοραῖς, οὐκ ἄν ποτε φανεῖμεν φαῦλοι δημιουργοὶ λόγῳ καλῶν εἰκόνων.
” **阿典那人**:“如果我们说,这两者——即理知和那在一个地方移动的运动(被比作镟制球体的运转)——都以同样的方式、同样地、在同样的地方、围绕同样的事物、朝向同样的事物、并按照同一个比例和同一个秩序运动,那么在言辞中,我们绝不会显得是制造美丽肖像的拙劣工匠。
ΚΛ. ὀρθότατα λέγεις.
” **克莱尼亚斯**:“您说得极其正确。
ΑΘ. οὐκοῦν αὖ ἥ γε μηδέποτε ὡσαύτως μηδὲ κατὰ τὰ αὐτὰ μηδὲ ἐν ταὐτῷ μηδὲ περὶ ταὐτὰ μηδὲ πρὸς ταὐτὰ μηδʼ ἐν ἑνὶ φερομένη μηδʼ ἐν κόσμῳ μηδʼ ἐν τάξει μηδὲ ἔν τινι λόγῳ κίνησις ἀνοίας ἂν ἁπάσης εἴη συγγενής;
” **阿典那人**:“那么相反,那绝不以同样的方式、不以同样的过程、不在同样的地方、不围绕同样的事物、不朝向同样的事物、不在一个地方移动、不在秩序中、不在条理中、也不按照任何比例运动的运动,难道不与一切愚蠢同族吗?
ΚΛ. εἴη γὰρ ἂν ἀληθέστατα.
” **克莱尼亚斯**:“确实极其真实。
ΑΘ. νῦν δὴ χαλεπὸν οὐδὲν ἔτι διαρρήδην εἰπεῖν ὡς, ἐπειδὴ ψυχὴ μέν ἐστιν ἡ περιάγουσα ἡμῖν πάντα, τὴν δὲ οὐρανοῦ περιφορὰν ἐξ ἀνάγκης περιάγειν φατέον ἐπιμελουμένην καὶ κοσμοῦσαν ἤτοι τὴν ἀρίστην ψυχὴν ἢ τὴν ἐναντίαν.
” **阿典那人**:“既然在我们看来,正是魂在导引着一切运转,那么现在要明确地宣告:我们必然要说,不是那最优秀的魂,就是那相反的魂,在关切并整饬着天宇的周转并导引着它,这就没有任何困难了。
ΚΛ. ὦ ξένε, ἀλλὰ ἔκ γε τῶν νῦν εἰρημένων οὐδʼ ὅσιον ἄλλως λέγειν ἢ πᾶσαν ἀρετὴν ἔχουσαν ψυχὴν μίαν ἢ πλείους περιάγειν αὐτά.
” **克莱尼亚斯**:“外邦人啊,但从刚才所说的话来看,如果不说是一个或多个拥有全部德性的魂在导引它们周转,那甚至是不敬神的。
ΑΘ. κάλλιστα, ὦ Κλεινία, ὑπήκουσας τοῖς λόγοις·
” **阿典那人**:“克莱尼亚斯,你对这些论证的回应好极了。
τόδε δὲ προσυπάκουσον ἔτι.
但还请再听听这一点。
ΚΛ. τὸ ποῖον;
” **克莱尼亚斯**:“什么事?
ΑΘ. Ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα, εἴπερ ψυχὴ περιάγει πάντα, ἆρʼ οὐ καὶ ἓν ἕκαστον;
” **阿典那人**:“如果魂导引着一切运转,那么对于太阳、月亮和其他星体,它难道不也导引着其中的每一个吗?
ΚΛ. τί μήν;
” **克莱尼亚斯**:“当然。
ΑΘ. περὶ ἑνὸς δὴ ποιησώμεθα λόγους, οἳ καὶ ἐπὶ πάντα ἡμῖν ἄστρα ἁρμόττοντες φανοῦνται.
” **阿典那人**:“那么,让我们针对其中的一个来进行讨论,这个讨论也将显出适用于我们所有的星体。
ΚΛ. τίνος;
” **克莱尼亚斯**:“哪一个?
ΑΘ. Ἡλίου πᾶς ἄνθρωπος σῶμα μὲν ὁρᾷ, ψυχὴν δὲ οὐδείς·
” **阿典那人**:“每个人都看得见太阳的身体,但没有人看得见它的魂;对于任何其他生物的身体——无论是活着的还是正在死去的——其魂也同样没人能看见。
οὐδὲ γὰρ ἄλλου σώματος οὐδενὸς οὔτε ζῶντος οὔτε ἀποθνῄσκοντος τῶν ζῴων, ἀλλὰ ἐλπὶς πολλὴ τὸ παράπαν τὸ γένος ἡμῖν τοῦτο ἀναίσθητον πάσαις ταῖς τοῦ σώματος αἰσθήσεσι περιπεφυκέναι, νοητὸν δʼ εἶναι.
相反,我们大可确信,这一大类事物本质上对我们身体的一切感觉而言是完全不可觉察的,而只能被智性所理解。
νῷ μόνῳ δὴ καὶ διανοήματι λάβωμεν αὐτοῦ πέρι τὸ τοιόνδε.
因此,让我们仅凭理知和思想来把握关于它的如下情况。
ΚΛ. ποῖον;
” **克莱尼亚斯**:“什么情况?
ΑΘ. Ἥλιον εἴπερ ἄγει ψυχή, τριῶν αὐτὴν ἓν λέγοντες δρᾶν σχεδὸν οὐκ ἀποτευξόμεθα.
” **阿典那人**:“如果魂导引着太阳,我们若说它在做三种情况之中的一种,几乎就不会说错。
ΚΛ. τίνων;
” **克莱尼亚斯**:“哪三种?
§10.899ΑΘ. ὡς ἢ ἐνοῦσα ἐντὸς τῷ περιφερεῖ τούτῳ φαινομένῳ σώματι πάντῃ διακομίζει τὸ τοιοῦτον, καθάπερ ἡμᾶς ἡ παρʼ ἡμῖν ψυχὴ πάντῃ περιφέρει· ἤ ποθεν ἔξωθεν σῶμα αὑτῇ πορισαμένη πυρὸς ἤ τινος ἀέρος, ὡς λόγος ἐστί τινων, ὠθεῖ βίᾳ σώματι σῶμα· ἢ τρίτον αὐτὴ ψιλὴ σώματος οὖσα, ἔχουσα δὲ δυνάμεις ἄλλας τινὰς ὑπερβαλλούσας θαύματι, ποδηγεῖ.
” **阿典那人**:“其一,它居住在这个呈圆形的可见身体内部,将它传送到各处,就像我们体内的魂将我们带到遍处一样;其二,如某些人的说法,它从外部某处为自己准备了一个由火或某种空气构成的身体,以身体对身体进行强力推送;其三,它自身不带身体,但拥有某些在奇妙上超绝的其他能力来进行导引。
ΚΛ. ναί, τοῦτο μὲν ἀνάγκη, τούτων ἕν γέ τι δρῶσαν ψυχὴν πάντα διάγειν.
” **克莱尼亚斯**:“是的,这确实是必然的,魂必须通过做这几件事之中的至少一件,来引导一切。
ΑΘ. αὐτοῦ δὴ ἄμεινον ταύτην τὴν ψυχήν, εἴτε ἐν ἅρμασιν ἔχουσα ἡμῖν ἥλιον ἄγει φῶς τοῖς ἅπασιν, εἴτε ἔξωθεν, εἴθʼ ὅπως εἴθʼ ὅπῃ, θεὸν ἡγεῖσθαι χρεὼν πάντα ἄνδρα.
” **阿典那人**:“那么,每一个男人都应当将这魂视为神——无论它是用战车为我们载着太阳给万物带来光明,还是从外部,或者无论以何种方式和路径。
ἢ πῶς;
难道不是这样吗?
ΚΛ. ναί, τόν γέ που μὴ ἐπὶ τὸ ἔσχατον ἀφιγμένον ἀνοίας.
” **克莱尼亚斯**:“是的,只要是还没有达到极度愚蠢的人,至少都会这么认为。
ΑΘ. ἄστρων δὴ πέρι πάντων καὶ σελήνης, ἐνιαυτῶν τε καὶ μηνῶν καὶ πασῶν ὡρῶν πέρι, τίνα ἄλλον λόγον ἐροῦμεν ἢ τὸν αὐτὸν τοῦτον, ὡς ἐπειδὴ ψυχὴ μὲν ἢ ψυχαὶ πάντων τούτων αἴτιαι ἐφάνησαν, ἀγαθαὶ δὲ πᾶσαν ἀρετήν, θεοὺς αὐτὰς εἶναι φήσομεν, εἴτε ἐν σώμασιν ἐνοῦσαι, ζῷα ὄντα, κοσμοῦσιν πάντα οὐρανόν, εἴτε ὅπῃ τε καὶ ὅπως;
” **阿典那人**:“那么,关于所有的星体、月亮、年、月以及所有的季节,除了这同一个论证之外,我们还能说什么呢? 即:既然一个或多个魂已被显明为所有这些事物的因,而且在一切德性上都是善的,那么无论它们是居于身体之内、作为生物来整饬整个天宇,还是以何种路径和方式,我们都将宣称它们是神。
ἔσθʼ ὅστις ταῦτα ὁμολογῶν ὑπομενεῖ μὴ θεῶν εἶναι πλήρη πάντα;
有谁在同意了这些之后,还能容忍说“万物并不充满神”吗?
ΚΛ. οὐκ ἔστιν οὕτως, ὦ ξένε, παραφρονῶν οὐδείς.
” **克莱尼亚斯**:“外邦人啊,没有任何人会如此丧失理智。
ΑΘ. τῷ μὲν τοίνυν μὴ νομίζοντι θεοὺς ἐν τῷ πρόσθεν χρόνῳ, ὦ Μέγιλλέ τε καὶ Κλεινία, εἰπόντες ὅρους ἀπαλλαττώμεθα.
” **阿典那人**:“那么,梅吉洛斯和克莱尼亚斯,对于先前不信神的人,让我们说明条件后就结束与他的纠缠吧。
ΚΛ. τίνας;
” **克莱尼亚斯**:“什么条件?
ΑΘ. ἢ διδάσκειν ἡμᾶς ὡς οὐκ ὀρθῶς λέγομεν τιθέμενοι ψυχὴν γένεσιν ἁπάντων εἶναι πρώτην, καὶ τἆλλα ὁπόσα τούτων συνεπόμενα εἴπομεν, ἢ μὴ δυνάμενον βέλτιον λέγειν ἡμῶν, ἡμῖν πείθεσθαι καὶ ζῆν θεοὺς ἡγούμενον εἰς τὸν ἐπίλοιπον βίον.
” **阿典那人**:“要么他来指教我们,说我们把魂假定为万物的首要产生以及由此衍生出的所有其他说法都是不对的;要么,若他无法说出比我们更好的道理,就得服从我们,在余下的生命中相信神的存在而生活。
ὁρῶμεν οὖν εἴτε ἱκανῶς ἤδη τοῖς οὐχ ἡγουμένοις θεοὺς εἰρήκαμεν ὡς εἰσὶν θεοί, εἴτε ἐπιδεῶς.
那么,让我们看看,对于那些不相信神的人,我们关于神存在的阐述是已经足够了,还是还有欠缺。
ΚΛ. ἥκιστά γε, ὦ ξένε, πάντων ἐπιδεῶς.
” **克莱尼亚斯**:“外邦人啊,绝对没有任何欠缺。
ΑΘ. τούτοις μὲν τοίνυν ἡμῖν τὸ λόγων τέλος ἐχέτω·
” **阿典那人**:“那么,对这些人而言,我们的论证可以到此为止了。
τὸν δὲ ἡγούμενον μὲν θεοὺς εἶναι, μὴ φροντίζειν δὲ αὐτοὺς τῶν ἀνθρωπίνων πραγμάτων, παραμυθητέον.
然而,对于那些虽然相信神存在、却认为神不关心人类事务的人,我们必须予以劝导。
ὦ ἄριστε δὴ φῶμεν, ὅτι μὲν ἡγῇ θεούς, συγγένειά τις ἴσως σε θεία πρὸς τὸ σύμφυτον ἄγει τιμᾶν καὶ νομίζειν εἶναι·
让我们对他说:‘最优秀的朋友啊,你相信神的存在,或许是因为某种神圣的亲缘关系引导你去尊崇那同族之物并相信它们的存在。
κακῶν δὲ ἀνθρώπων καὶ ἀδίκων τύχαι ἰδίᾳ καὶ δημοσίᾳ, ἀληθείᾳ μὲν οὐκ εὐδαίμονες, δόξαις δὲ εὐδαιμονιζόμεναι σφόδρα ἀλλʼ οὐκ ἐμμελῶς, ἄγουσί σε πρὸς ἀσέβειαν, ἔν τε μούσαις οὐκ ὀρθῶς ὑμνούμεναι ἅμα καὶ ἐν παντοίοις λόγοις.
然而,那些坏人和不义之人在私人和公共生活中的境遇——虽然实际上并不幸福,但在世俗舆论中却被极度地、然而并不协调地赞美为幸福——正将你引向不敬,而这些在诗歌和各种言论中也同样被错误地歌颂着。 ’”