§10.896ΑΘ. ὧι δὴ ψυχὴ τοὔνομα, τίς τούτου λόγος;
**阿典那人**:那以“魂”为名者的定义是什么?
ἔχομεν ἄλλον πλὴν τὸν νυνδὴ ῥηθέντα, τὴν δυναμένην αὐτὴν αὑτὴν κινεῖν κίνησιν;
除了我们刚才所说的“能运动自身的运动”之外,我们还能有别的定义吗?
ΚΛ. τὸ ἑαυτὸ κινεῖν φῂς λόγον ἔχειν τὴν αὐτὴν οὐσίαν, ἥνπερ τοὔνομα ὃ δὴ πάντες ψυχὴν προσαγορεύομεν;
**克莱尼亚斯**:您是说,“运动自身”这个定义与我们大家都称之为“魂”的名字具有同一本质吗?
ΑΘ. φημί γε·
**阿典那人**:我确实是这么说的。
εἰ δʼ ἔστι τοῦτο οὕτως ἔχον, ἆρα ἔτι ποθοῦμεν μὴ ἱκανῶς δεδεῖχθαι ψυχὴν ταὐτὸν ὂν καὶ τὴν πρώτην γένεσιν καὶ κίνησιν τῶν τε ὄντων καὶ γεγονότων καὶ ἐσομένων καὶ πάντων αὖ τῶν ἐναντίων τούτοις, ἐπειδή γε ἀνεφάνη μεταβολῆς τε καὶ κινήσεως ἁπάσης αἰτία ἅπασιν;
如果情况确实如此,既然魂已被证明是万物一切变化和运动的原因,我们难道还会觉得,魂作为存在着、已产生、将产生的事物以及所有与此相反的事物的第一产生和运动,还没有得到充分的证明吗?
ΚΛ. οὔκ, ἀλλὰ ἱκανώτατα δέδεικται ψυχὴ τῶν πάντων πρεσβυτάτη, γενομένη γε ἀρχὴ κινήσεως.
¦896b **克莱尼亚斯**:不,相反,魂已被最充分地证明是万物中最古老的存在,因为它已成为了运动的起点。
ΑΘ. ἆρʼ οὖν οὐχ ἡ διʼ ἕτερον ἐν ἄλλῳ γιγνομένη κίνησις, αὐτὸ δὲ ἐν αὑτῷ μηδέποτε παρέχουσα κινεῖσθαι μηδέν, δευτέρα τε, καὶ ὁπόσων ἀριθμῶν βούλοιτο ἄν τις ἀριθμεῖν αὐτὴν πολλοστήν, τοσούτων, σώματος οὖσα ὄντως ἀψύχου μεταβολή;
**阿典那人**:那么,通过他者产生于别处的运动——即绝不能使自身之内的任何东西运动,不仅是第二位的,而且无论人们想把它数作第几位,它也就是第几位——这难道不是真正无魂身体的变化吗?
ΚΛ. ὀρθῶς.
**克莱尼亚斯**:正确。
ΑΘ. ὀρθῶς ἄρα καὶ κυρίως ἀληθέστατά τε καὶ τελεώτατα εἰρηκότες ἂν εἶμεν ψυχὴν μὲν προτέραν γεγονέναι σώματος ἡμῖν, σῶμα δὲ δεύτερόν τε καὶ ὕστερον, ψυχῆς ἀρχούσης, ἀρχόμενον κατὰ φύσιν.
**阿典那人**:因此,我们若说魂在我们这里产生于身体之先,而身体则是第二位和后来的,在起支配作用的魂之下按照自然接受支配,我们便是最正确、最权威、最真实且最完美地表达了这一点。
ΚΛ. ἀληθέστατα μὲν οὖν.
**克莱尼亚斯**:确实最真实。
ΑΘ. μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν ὡς, εἰ ψυχὴ φανείη πρεσβυτέρα σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα.
**阿典那人**:但是,我们肯定还记得之前曾同意过:如果魂显出是比身体更古老的,那么属于魂的事物也将比属于身体的事物更古老。
ΚΛ. πάνυ μὲν οὖν.
**克莱尼亚斯**:完全正是如此。
ΑΘ. τρόποι δὲ καὶ ἤθη καὶ βουλήσεις καὶ λογισμοὶ καὶ δόξαι ἀληθεῖς ἐπιμέλειαί τε καὶ μνῆμαι πρότερα μήκους σωμάτων καὶ πλάτους καὶ βάθους καὶ ῥώμης εἴη γεγονότα ἄν, εἴπερ καὶ ψυχὴ σώματος.
**阿典那人**:那么,行事方式、性格、意愿、思虑、正确的意见、关切以及记忆,若魂确实先于身体,就会比身体的长度、宽度、深度和力量产生得更早。
ΚΛ. ἀνάγκη.
**克莱尼亚斯**:必然如此。
ΑΘ. ἆρʼ οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν καὶ καλῶν καὶ αἰσχρῶν δικαίων τε καὶ ἀδίκων καὶ πάντων τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν θήσομεν αἰτίαν;
**阿典那人**:那么,如果我们确实把魂当作万物的因,接下来是否必然要同意:魂是善与恶、美与丑、正义与非正义以及一切相反事物的因?
ΚΛ. πῶς γὰρ οὔ;
**克莱尼亚斯**:怎么会不是呢?
ΑΘ. ψυχὴν δὴ διοικοῦσαν καὶ ἐνοικοῦσαν ἐν ἅπασιν τοῖς πάντῃ κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;
**阿典那人**:那么,对于管理并居住在所有以各种方式运动之物中的魂,我们难道不也必然要说,它也管理着天宇吗?
ΚΛ. τί μήν;
**克莱尼亚斯**:当然。
ΑΘ. μίαν ἢ πλείους;
**阿典那人**:是一个魂还是多个?
πλείους·
多个。
ἐγὼ ὑπὲρ σφῷν ἀποκρινοῦμαι.
我替你们两位来回答。
δυοῖν μέν γέ που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι.
我们至少假设不少于两个吧:一个是施惠的,另一个是能行相反之事的。
ΚΛ. σφόδρα ὀρθῶς εἴρηκας.
**克莱尼亚斯**:您说得极其正确。
§10.897ΑΘ. εἶεν.
**阿典那人**:很好。
ἄγει μὲν δὴ ψυχὴ πάντα τὰ κατʼ οὐρανὸν καὶ γῆν καὶ θάλατταν ταῖς αὑτῆς κινήσεσιν, αἷς ὀνόματά ἐστιν βούλεσθαι, σκοπεῖσθαι, ἐπιμελεῖσθαι, βουλεύεσθαι, δοξάζειν ὀρθῶς ἐψευσμένως, χαίρουσαν λυπουμένην, θαρροῦσαν φοβουμένην, μισοῦσαν στέργουσαν, καὶ πάσαις ὅσαι τούτων συγγενεῖς ἢ πρωτουργοὶ κινήσεις τὰς δευτερουργοὺς αὖ παραλαμβάνουσαι κινήσεις σωμάτων ἄγουσι πάντα εἰς αὔξησιν καὶ φθίσιν καὶ διάκρισιν καὶ σύγκρισιν καὶ τούτοις ἑπομένας θερμότητας ψύξεις, βαρύτητας κουφότητας, σκληρὸν καὶ μαλακόν, λευκὸν καὶ μέλαν, αὐστηρὸν καὶ γλυκύ, καὶ πᾶσιν οἷς ψυχὴ χρωμένη, νοῦν μὲν προσλαβοῦσα ἀεὶ θεὸν ὀρθῶς θεοῖς, ὀρθὰ καὶ εὐδαίμονα παιδαγωγεῖ πάντα, ἀνοίᾳ δὲ συγγενομένη πάντα αὖ τἀναντία τούτοις ἀπεργάζεται.
魂确实通过它自身的运动导引着天空、大地和海洋中的一切,这些运动的名字是:意愿、审视、关切、筹划、正确或错误地判断、喜悦、悲伤、自信、恐惧、憎恨、喜爱,以及所有与这些同类或是作为原初运作的运动。 这些运动进而接管了作为次级运作的身体运动,导引一切走向增长与衰退、分离与结合,以及伴随这些而来的冷与热、重与轻、硬与软、白与黑、涩与甜,以及魂所使用的一切事物;每当魂一直把理知接纳为神来陪伴时,它就正确且幸福地引导一切,而当它与愚蠢相伴时,它又产生所有与此相反的结果。
τιθῶμεν ταῦτα οὕτως ἔχειν, ἢ ἔτι διστάζομεν εἰ ἑτέρως πως ἔχει;
我们是否把这些设想为如此,还是仍然怀疑它会是别种样子?
ΚΛ. οὐδαμῶς.
**克莱尼亚斯**:绝不怀疑。
ΑΘ. πότερον οὖν δὴ ψυχῆς γένος ἐγκρατὲς οὐρανοῦ καὶ γῆς καὶ πάσης τῆς περιόδου γεγονέναι φῶμεν;
**阿典那人**:那么,我们要说哪一类的魂成为了天宇、大地和整个周转轨道的支配者?
τὸ φρόνιμον καὶ ἀρετῆς πλῆρες, ἢ τὸ μηδέτερα κεκτημένον;
是聪慧且充满德性的魂,还是两者皆无的魂?
βούλεσθε οὖν πρὸς ταῦτα ὧδε ἀποκρινώμεθα;
那么,你们希望对这些问题作如下回答吗?
ΚΛ. πῶς;
**克莱尼亚斯**:怎么答?
ΑΘ. εἰ μέν, ὦ θαυμάσιε, φῶμεν, ἡ σύμπασα οὐρανοῦ ὁδὸς ἅμα καὶ φορὰ καὶ τῶν ἐν αὐτῷ ὄντων ἁπάντων νοῦ κινήσει καὶ περιφορᾷ καὶ λογισμοῖς ὁμοίαν φύσιν ἔχει καὶ συγγενῶς ἔρχεται, δῆλον ὡς τὴν ἀρίστην ψυχὴν φατέον ἐπιμελεῖσθαι τοῦ κόσμου παντὸς καὶ ἄγειν αὐτὸν τὴν τοιαύτην ὁδὸν ἐκείνην.
**阿典那人**:我奇妙的朋友,如果我们说:“整个天宇的路径和运动、以及其中万物的运动,都具有与理知的运动、运转和思虑相类似的性质,并且以亲缘的方式行进”,那么显然必须说,是那最优秀的魂在关切着整个宇宙,并导引它沿着那样的路径行进。
ΚΛ. ὀρθῶς.
**克莱尼亚斯**:正确。
ΑΘ. εἰ δὲ μανικῶς τε καὶ ἀτάκτως ἔρχεται, τὴν κακήν.
**阿典那人**:但如果它是疯狂且无序地行进,则是那坏的魂。
ΚΛ. καὶ ταῦτα ὀρθῶς.
**克莱尼亚斯**:这也正确。
ΑΘ. τίνα οὖν δὴ νοῦ κίνησις φύσιν ἔχει;
**阿典那人**:那么,理知的运动究竟具有怎样的性质呢?
τοῦτο ἤδη χαλεπόν, ὦ φίλοι, ἐρώτημα ἀποκρινόμενον εἰπεῖν ἐμφρόνως· διὸ δὴ καὶ ἐμὲ τῆς ἀποκρίσεως ὑμῖν δίκαιον τὰ νῦν προσλαμβάνειν.
朋友们,要明智地回答这个提问现在是很困难的;因此,在这项回答中,我现在也理当得到你们的协助。
ΚΛ. εὖ λέγεις.
**克莱尼亚斯**:说得好。
ΑΘ. μὴ τοίνυν ἐξ ἐναντίας οἷον εἰς ἥλιον ἀποβλέποντες, νύκτα ἐν μεσημβρίᾳ ἐπαγόμενοι, ποιησώμεθα τὴν ἀπόκρισιν, ὡς νοῦν ποτε θνητοῖς ὄμμασιν ὀψόμενοί τε καὶ γνωσόμενοι ἱκανῶς· πρὸς δὲ εἰκόνα τοῦ ἐρωτωμένου βλέποντας ἀσφαλέστερον ὁρᾶν.
**阿典那人**:那么,我们不要像直接凝视太阳、在正午招来黑暗那样做出回答,仿佛我们能用凡人的眼睛看得见并充分认识理知似的;相反,通过凝视所问之物的“肖像”来观察,才是更为稳妥的。
ΚΛ. πῶς λέγεις;
**克莱尼亚斯**:您怎么说?
ΑΘ. ἧι προσέοικεν κινήσει νοῦς τῶν δέκα ἐκείνων κινήσεων, τὴν εἰκόνα λάβωμεν· ἣν συναναμνησθεὶς ὑμῖν ἐγὼ κοινῇ τὴν ἀπόκρισιν ποιήσομαι.
**阿典那人**:在那十种运动中,理知与哪一种运动相似,我们就选取它的肖像;我将与你们一同回忆它,并共同做出我们的回答。
ΚΛ. κάλλιστα ἂν λέγοις.
**克莱尼亚斯**:您这样说最好了。
ΑΘ. μεμνήμεθα τοίνυν τῶν τότε ἔτι τοῦτό γε, ὅτι τῶν πάντων τὰ μὲν κινεῖσθαι, τὰ δὲ μένειν ἔθεμεν;
**阿典那人**:那么,我们对当时所说的至少还记得这一点吧:我们设定在万物中,有些在运动,有些在静止?
ΚΛ. ναί.
**克莱尼亚斯**:是的。