Humanitext Reader

柏拉图 · 法律篇 §10.894-10.895

十种运动的分类与作为自我运动的灵魂

第 147 段,共 186 段 · 希腊语

内容简介

阿典那人将事物的运动划分为十种,证明了运动自身的运动(第十种)是最古老、最强有力、且为所有其他运动(如第九种)的源泉。此外,他将运动自身的事物定义为“活着”,并引入了理解事物的三个维度——名字、定义和本质,以此来接近魂的本质。

§10.894ΑΘ. καὶ μὴν καὶ συγκρινόμενα μὲν αὐξάνεται, διακρινόμενα δὲ φθίνει τότε, ὅταν ἡ καθεστηκυῖα ἑκάστων ἕξις διαμένῃ, μὴ μενούσης δὲ αὐτῆς, διʼ ἀμφότερα ἀπόλλυται.
**阿典那人**:而且确实,结合时它们增长,分离时它们减少,这是在各物既有的状态保持的时候;但如果该状态不保持,它们就会因这两种原因而毁灭。
γίγνεται δὴ πάντων γένεσις, ἡνίκʼ ἂν τί πάθος ᾖ;
那么,万物的产生是在出现何种情况时发生的呢?
δῆλον ὡς ὁπόταν ἀρχὴ λαβοῦσα αὔξην εἰς τὴν δευτέραν ἔλθῃ μετάβασιν καὶ ἀπὸ ταύτης εἰς τὴν πλησίον, καὶ μέχρι τριῶν ἐλθοῦσα αἴσθησιν σχῇ τοῖς αἰσθανομένοις.
显然,每当一个起点获得增长,进入第二个过渡,并从那里进入相邻的过渡,直到达到三个阶段时,便给感知者带来感知。
μεταβάλλον μὲν οὖν οὕτω καὶ μετακινούμενον γίγνεται πᾶν· ἔστιν δὲ ὄντως ὄν, ὁπόταν μένῃ, μεταβαλὸν δὲ εἰς ἄλλην ἕξιν διέφθαρται παντελῶς.
因此,一切事物都是通过如此改变和移动而产生的;但当它保持原状时,它是真实存在的东西,而当它改变成另一种状态时,它就完全毁灭了。
ἆρʼ οὖν κινήσεις πάσας εἰρήκαμεν ὡς ἐν εἴδεσιν λαβεῖν μετʼ ἀριθμοῦ, πλήν γε, ὦ φίλοι, δυοῖν;
那么,朋友们,除了两种运动之外,我们是否已经谈到了所有的运动,以便能结合数目在类别中把握它们呢?
ΚΛ. ποίαιν δή;
**克莱尼亚斯**:您指的是哪两种?
ΑΘ. σχεδόν, ὠγαθέ, ἐκείναιν ὧν ἕνεκα πᾶσα ἡμῖν ἐστιν ἡ σκέψις τὰ νῦν.
**阿典那人**:好朋友,大体上,正是我们目前的全部探究所为了达到的那两种。
ΚΛ. λέγε σαφέστερον.
**克莱尼亚斯**:请说得更明白些。
ΑΘ. ψυχῆς ἦν ἕνεκά που;
**阿典那人**:想必是为了魂的缘故吧?
ΚΛ. πάνυ μὲν οὖν.
**克莱尼亚斯**:完全正是如此。
ΑΘ. ἔστω τοίνυν ἡ μὲν ἕτερα δυναμένη κινεῖν κίνησις, ἑαυτὴν δὲ ἀδυνατοῦσα, ἀεὶ μία τις, ἡ δὲ αὑτήν τʼ ἀεὶ καὶ ἕτερα δυναμένη κατά τε συγκρίσεις ἔν τε διακρίσεσιν αὔξαις τε καὶ τῷ ἐναντίῳ καὶ γενέσεσι καὶ φθοραῖς ἄλλη μία τις αὖ τῶν πασῶν κινήσεων.
**阿典那人**:那么,就让那能运动他者却不能运动自身的运动,始终作为其中一类;而将那始终既能运动自身也能运动他者,在结合与分离、增长与相反过程、以及产生与毁灭中起作用的运动,作为所有运动中的另一类。
ΚΛ. ἔστω γὰρ οὖν.
**克莱尼亚斯**:那就这样吧。
ΑΘ. οὐκοῦν τὴν μὲν ἕτερον ἀεὶ κινοῦσαν καὶ μεταβαλλομένην ὑφʼ ἑτέρου θήσομεν ἐνάτην αὖ, τήν τε ἑαυτὴν κινοῦσαν καὶ ἕτερον, ἐναρμόττουσαν πᾶσιν μὲν ποιήμασι, πᾶσιν δὲ παθήμασι, καλουμένην δὲ ὄντως τῶν ὄντων πάντων μεταβολὴν καὶ κίνησιν, ταύτην δὲ δεκάτην σχεδὸν ἐροῦμεν.
**阿典那人**:因此,我们难道不应该把那总是运动他者且被他者改变的运动放在第九位,而把那运动自身也运动他者、适合于一切施动和一切受动、并且真正被称为一切存在事物的变化和运动的,称为第十位吗?
ΚΛ. παντάπασι μὲν οὖν.
**克莱尼亚斯**:完全就是这样。
ΑΘ. τῶν δὴ δέκα μάλιστα ἡμῖν κινήσεων τίνʼ ἂν προκρίναιμεν ὀρθότατα πασῶν ἐρρωμενεστάτην τε εἶναι καὶ πρακτικὴν διαφερόντως;
**阿典那人**:在这十种运动中,我们最应该把哪一种最正确地评选为所有运动中最强有力且特别有效能的呢?
ΚΛ. μυρίῳ ἀνάγκη που φάναι διαφέρειν τὴν αὐτὴν αὑτὴν δυναμένην κινεῖν, τὰς δὲ ἄλλας πάσας ὑστέρας.
**克莱尼亚斯**:想必必须说,那能运动自身的运动要优胜一万倍,而其他所有的运动都落于其后。
ΑΘ. εὖ λέγεις.
**阿典那人**:说得好。
ἆρʼ οὖν ἡμῖν τῶν νῦν οὐκ ὀρθῶς ῥηθέντων μεταθετέον ἓν ἢ καὶ δύο;
那么,对于我们刚才说法不妥的地方,是否应该修改一两处呢?
ΚΛ. ποῖα φῄς;
**克莱尼亚斯**:您指的是哪些?
ΑΘ. τὸ τῆς δεκάτης ῥηθὲν σχεδὸν οὐκ ὀρθῶς εἴρηται.
**阿典那人**:关于第十种运动的说法大体上是不正确的。
ΚΛ. πῇ;
**克莱尼亚斯**:在什么地方?
ΑΘ. πρῶτον γενέσει τέ ἐστιν καὶ ῥώμῃ κατὰ λόγον· τὸ δὲ μετὰ τοῦτο ἔχομεν τούτου δεύτερον, ἄρτι ῥηθὲν ἀτόπως ἔνατον.
**阿典那人**:按道理它在产生和力量上都是第一位的;而紧随其后的、我们作为其第二位的,是刚才被荒谬地称为第九的那种运动。
ΚΛ. πῶς λέγεις;
**克莱尼亚斯**:您怎么说?
ΑΘ. ὧδε. ὅταν ἕτερον ἄλλο ἡμῖν μεταβάλῃ καὶ τοῦτο ἄλλο ἕτερον ἀεί, τῶν τοιούτων ἆρα ἔσται ποτέ τι πρῶτον μεταβάλλον;
**阿典那人**:是这样的:当一个事物为我们改变另一个事物,而这另一个又总是改变另一个,在这些事物中,难道会有一个最先改变的事物吗?
καὶ πῶς, ὅταν ὑπʼ ἄλλου κινῆται, τοῦτʼ ἔσται ποτὲ τῶν ἀλλοιούντων πρῶτον;
当它被别的东西运动时,它怎么可能成为那些改变者中的第一者呢?
ἀδύνατον γάρ.
因为这是不可能的。
§10.895ΑΘ. ἀλλʼ ὅταν ἄρα αὐτὸ αὑτὸ κινῆσαν ἕτερον ἀλλοιώσῃ, τὸ δʼ ἕτερον ἄλλο, καὶ οὕτω δὴ χίλια ἐπὶ μυρίοις γίγνηται τὰ κινηθέντα, μῶν ἀρχή τις αὐτῶν ἔσται τῆς κινήσεως ἁπάσης ἄλλη πλὴν ἡ τῆς αὐτῆς αὑτὴν κινησάσης μεταβολή;
**阿典那人**:但是,当那运动自身的事物改变他者,而那他者又改变别的东西,如此这般被运动的事物达到一万的千倍时,它们全部运动的起点,除了那运动自身之物的变化之外,难道还会有别的吗?
ΚΛ. κάλλιστα εἶπες, συγχωρητέα τε τούτοις.
**克莱尼亚斯**:您说得最美好了,这些事情必须被同意。
ΑΘ. ἔτι δὴ καὶ τῇδε εἴπωμεν, καὶ ἀποκρινώμεθα πάλιν ἡμῖν αὐτοῖσιν.
**阿典那人**:我们再以这种方式来说,并再次回答我们自己。
εἰ σταίη πως τὰ πάντα ὁμοῦ γενόμενα, καθάπερ οἱ πλεῖστοι τῶν τοιούτων τολμῶσι λέγειν, τίνʼ ἄρα ἐν αὐτοῖς ἀνάγκη πρώτην κίνησιν γενέσθαι τῶν εἰρημένων;
如果万物以某种方式一同静止下来,就像这类学者中大多数人敢于声称的那样,那么在所提到的运动中,必然在它们之中产生哪一种作为第一种运动呢?
τὴν αὐτὴν ἑαυτὴν δήπου κινοῦσαν· ὑπʼ ἄλλου γὰρ οὐ μήποτε ἔμπροσθεν μεταπέσῃ, μηδεμιᾶς γε ἐν αὐτοῖς οὔσης ἔμπροσθεν μεταπτώσεως.
当然是运动自身的那种;因为在它们之中预先不存在任何变化的情况下,它绝不可能预先被他者所改变。
ἀρχὴν ἄρα κινήσεων πασῶν καὶ πρώτην ἔν τε ἑστῶσιν γενομένην καὶ ἐν κινουμένοις οὖσαν τὴν αὑτὴν κινοῦσαν φήσομεν ἀναγκαίως εἶναι πρεσβυτάτην καὶ κρατίστην μεταβολὴν πασῶν, τὴν δὲ ἀλλοιουμένην ὑφʼ ἑτέρου, κινοῦσαν δὲ ἕτερα δευτέραν.
因此,我们必然会说,那运动自身的运动,作为所有运动的起点、最先产生于静止者之中并存在于运动者之中的运动,是所有变化中最古老、最强有力的,而那被他者改变并运动他者的运动则是第二位的。
ΚΛ. ἀληθέστατα λέγεις.
**克莱尼亚斯**:你说得最对。
ΑΘ. ὁπότε δὴ τοίνυν ἐνταῦθά ἐσμεν τοῦ λόγου, τόδε ἀποκρινώμεθα.
**阿典那人**:那么,既然我们已经到了论述的这一步,让我们来回答这个问题。
ΚΛ. τὸ ποῖον;
**克莱尼亚斯**:哪种问题?
ΑΘ. ἐὰν ἴδωμέν που ταύτην γενομένην ἐν τῷ γηίνῳ ἢ ἐνύδρῳ ἢ πυροειδεῖ, κεχωρισμένῳ ἢ καὶ συμμιγεῖ, τί ποτε φήσομεν ἐν τῷ τοιούτῳ πάθος εἶναι;
**阿典那人**:如果我们看到这种运动产生于土质、水质或火质的事物中,无论它们是分离的还是混合的,我们究竟会说在这样的事物中存在着什么状态呢?
ΚΛ. μῶν ἄρα με ἐρωτᾷς εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ;
**克莱尼亚斯**:您难道是在问我,当它运动自身时,我们是否应该称它为“活着”吗?
ΑΘ. ναί.
**阿典那人**:是的。
ΚΛ. Ζῆν· πῶς γὰρ οὔ;
**克莱尼亚斯**:“活着”;怎么会不是呢?
ΑΘ. τί δέ; ὁπόταν ψυχὴν ἔν τισιν ὁρῶμεν, μῶν ἄλλο ἢ ταὐτὸν τούτῳ;
**阿典那人**:那么,每当我们看到某些事物中有魂时,难道不该承认这与前述情况相同,即它是在“活着”吗?
ζῆν ὁμολογητέον; ΚΛ. οὐκ ἄλλο.
**克莱尼亚斯**:没有别的,正是如此。
ΑΘ. ἔχε δὴ πρὸς Διός·
**阿典那人**:且慢,凭着宙斯起誓!
ἆρʼ οὐκ ἂν ἐθέλοις περὶ ἕκαστον τρία νοεῖν;
你难道不想对每一个事物都考虑三个方面吗?
ΚΛ. πῶς λέγεις;
**克莱尼亚斯**:您怎么说?
ΑΘ. ἓν μὲν τὴν οὐσίαν, ἓν δὲ τῆς οὐσίας τὸν λόγον, ἓν δὲ ὄνομα·
**阿典那人**:一个是本质,一个是本质的定义,一个是名字。
καὶ δὴ καὶ ἐρωτήσεις εἶναι περὶ τὸ ὂν ἅπαν δύο.
而且实际上,对于一切存在,都有两个提问。
ΚΛ. πῶς δύο;
**克莱尼亚斯**:怎么两个?
ΑΘ. τοτὲ μὲν ἡμῶν ἕκαστον τοὔνομα προτεινόμενον αὐτὸ τὸν λόγον ἀπαιτεῖν, τοτὲ δὲ τὸν λόγον αὐτὸν προτεινόμενον ἐρωτᾶν αὖ τοὔνομα.
**阿典那人**:有时我们每个人提出名字,要求给出定义本身;有时提出定义本身,反过来询问名字。
ἆρά γε τὸ τοιόνδε αὖ βουλόμεθα νῦν λέγειν;
我们现在难道也是想说明类似的情况吗?
ΚΛ. τὸ ποῖον;
**克莱尼亚斯**:哪种情况?
ΑΘ. ἔστιν που δίχα διαιρούμενον ἐν ἄλλοις τε καὶ ἐν ἀριθμῷ·
**阿典那人**:在其他事物中以及在数目中,都有可以一分为二的东西。
τούτῳ δὴ τῷ κατʼ ἀριθμὸν ὄνομα μὲν ἄρτιον, λόγος δέ, ἀριθμὸς διαιρούμενος εἰς ἴσα δύο μέρη.
对于数目中的这种情况,名字是“偶数”,而定义则是“能被分成两个相等部分的数目”。
ΚΛ. ναί.
**克莱尼亚斯**:是的。
ΑΘ. τὸ τοιοῦτον φράζω.
**阿典那人**:我指的就是这类事。
μῶν οὖν οὐ ταὐτὸν ἑκατέρως προσαγορεύομεν, ἄντε τὸν λόγον ἐρωτώμενοι τοὔνομα ἀποδιδῶμεν, ἄντε τοὔνομα τὸν λόγον, ἄρτιον ὀνόματι, καὶ λόγῳ δίχα διαιρούμενον ἀριθμόν, προσαγορεύοντες ταὐτὸν ὄν;
那么,无论是在被问及定义时我们给出名字,还是在被问及名字时我们给出定义,对于那同一个存在,我们不都是同样在称呼它吗? ——用名字称它为“偶数”,用定义称它为“能一分为二的数目”,称呼的都是同一个东西。
ΚΛ. παντάπασι μὲν οὖν.
**克莱尼亚斯**:完全就是这样。

词汇与语法注释

  1. 894aἀρχὴ λαβοῦσα αὔξην — 指几何学上维度的过渡,即始点(零维)获得增长(延伸为一维的线和二维的面)。通过 `μέχρι τριῶν`(达到三维),它最终成为一个三维的立体,从而能够被观察者感知(`αἴσθησιν σχῇ`),这体现了柏拉图的物质产生理论。
  2. 894cτὴν μὲν ἕτερον ἀεὶ κινοῦσαν καὶ μεταβαλλομένην ὑφʼ ἑτέρου — 此处规定了第九种运动(总是运动他者且被他者改变的运动)。需要理清双重格关系:主动分词 `κινοῦσαν` 支配宾格 `ἕτερον`(他者),同时与受动分词 `μεταβαλλομένην` 连用,后者受表示施动者的介词短语 `ὑφʼ ἑτέρου`(被他者)所修饰。
  3. 895bοὐ μήποτε ἔμπροσθεν μεταπέσῃ — 这是古典阿提卡方言中强否定未来的句式,由双重否定 `οὐ μή` 后接不定过去时虚拟式 `μεταπέσῃ`(`μεταπίπτω` 的单数第三人称)构成。在万物皆静止的假设下,该句式完全否定了因外力而首先发生改变的可能性。

引用这一段

柏拉图, 法律篇 §10.894-10.895. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:10.894-10.895

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。