§10.892ΚΛ. οὔπω μανθάνω.
**克莱尼亚斯**:我还是不明白。
ΑΘ. ψυχήν, ὦ ἑταῖρε, ἠγνοηκέναι κινδυνεύουσι μὲν ὀλίγου σύμπαντες οἷόν τε ὂν τυγχάνει καὶ δύναμιν ἣν ἔχει, τῶν τε ἄλλων αὐτῆς πέρι καὶ δὴ καὶ γενέσεως, ὡς ἐν πρώτοις ἐστί, σωμάτων ἔμπροσθεν πάντων γενομένη, καὶ μεταβολῆς τε αὐτῶν καὶ μετακοσμήσεως ἁπάσης ἄρχει παντὸς μᾶλλον·
**阿典那人**:朋友啊,几乎所有的人似乎都不知道魂究竟是什么样的东西,以及它拥有怎样的力量,无论是在其他所有方面,还是特别在它的产生方面,即它是最先存在的东西之一,在所有身体之前产生,并且比任何东西都更主导身体的一切变化和秩序重构。
εἰ δὲ ἔστιν ταῦτα οὕτως, ἆρʼ οὐκ ἐξ ἀνάγκης τὰ ψυχῆς συγγενῆ πρότερα ἂν εἴη γεγονότα τῶν σώματι προσηκόντων, οὔσης γʼ αὐτῆς πρεσβυτέρας ἢ σώματος;
如果这些事情是如此,那么,既然魂本身比身体更古老,与魂同类的东西难道不必然比属于身体的东西更早产生吗?
ΚΛ. ἀνάγκη.
**克莱尼亚斯**:必然如此。
ΑΘ. δόξα δὴ καὶ ἐπιμέλεια καὶ νοῦς καὶ τέχνη καὶ νόμος σκληρῶν καὶ μαλακῶν καὶ βαρέων καὶ κούφων πρότερα ἂν εἴη· καὶ δὴ καὶ τὰ μεγάλα καὶ πρῶτα ἔργα καὶ πράξεις τέχνης ἂν γίγνοιτο, ὄντα ἐν πρώτοις, τὰ δὲ φύσει καὶ φύσις, ἣν οὐκ ὀρθῶς ἐπονομάζουσιν αὐτὸ τοῦτο, ὕστερα καὶ ἀρχόμενα ἂν ἐκ τέχνης εἴη καὶ νοῦ.
**阿典那人**:那么,信念、关注、理智、技术和法律,将比硬和软、重和轻更早存在;而且确实,重大且最初的作品和活动将属于技术,它们处于最先存在的东西之中,而那些因自然而生的东西以及他们错误命名的“自然”,将是后来的,且受技术和理智的主导。
ΚΛ. πῶς οὐκ ὀρθῶς;
**克莱尼亚斯**:怎么错误了?
ΑΘ. φύσιν βούλονται λέγειν γένεσιν τὴν περὶ τὰ πρῶτα· εἰ δὲ φανήσεται ψυχὴ πρῶτον, οὐ πῦρ οὐδὲ ἀήρ, ψυχὴ δʼ ἐν πρώτοις γεγενημένη, σχεδὸν ὀρθότατα λέγοιτʼ ἂν εἶναι διαφερόντως φύσει.
**阿典那人**:他们想用“自然”这个词来表示关于第一批东西的产生;但如果魂显现为最先的东西,而不是火或空气,且魂产生于最先的东西之中,那么魂最应该被最正确地称为卓越地“因自然而存在”。
ταῦτʼ ἔσθʼ οὕτως ἔχοντα, ἂν ψυχήν τις ἐπιδείξῃ πρεσβυτέραν οὖσαν σώματος, ἄλλως δὲ οὐδαμῶς.
如果有人能证明魂比身体更古老,这些情况就会是这样,否则决不如此。
ΚΛ. ἀληθέστατα λέγεις.
**克莱尼亚斯**:你说得最对。
ΑΘ. οὐκοῦν τὰ μετὰ ταῦτα ἐπʼ αὐτὸ δὴ τοῦτο στελλώμεθα;
**阿典那人**:那么,接下来我们不就正应该朝这个目标前进吗?
ΚΛ. τί μήν;
**克莱尼亚斯**:当然。
ΑΘ. φυλάττωμεν δὴ παντάπασιν ἀπατηλὸν λόγον, μή πῃ πρεσβύτας ἡμᾶς ὄντας νεοπρεπὴς ὢν παραπείσῃ καὶ διαφυγὼν καταγελάστους ποιήσῃ, καὶ δόξωμεν μείζονα ἐπιβαλλόμενοι καὶ τῶν σμικρῶν ἀποτυχεῖν.
**阿典那人**:那么,让我们完全警惕一个具有欺骗性的论说,免得在我们是老人的时候,它以年轻的面貌说服我们,逃脱掉并使我们成为笑柄,使我们显得在企图进行更大的事情时却连小事也失败了。
σκοπεῖτε οὖν. εἰ καθάπερ ποταμὸν ἡμᾶς ἔδει τρεῖς ὄντας διαβαίνειν ῥέοντα σφόδρα, νεώτατος δʼ ἐγὼ τυγχάνων ἡμῶν καὶ πολλῶν ἔμπειρος ῥευμάτων, εἶπον ὅτι πρῶτον ἐμὲ χρῆναι πειραθῆναι κατʼ ἐμαυτόν, καταλιπόντα ὑμᾶς ἐν ἀσφαλεῖ, σκέψασθαι εἰ διαβατός ἐστι πρεσβυτέροις οὖσι καὶ ὑμῖν, ἢ πῶς ἔχει, καὶ φανέντος μὲν ταύτῃ, καλεῖν ὑμᾶς τότε καὶ συνδιαβιβάζειν ἐμπειρίᾳ, εἰ δὲ ἄβατος ἦν ὡς ὑμῖν, ἐν ἐμοὶ τὸν κίνδυνον γεγονέναι, μετρίως ἂν ἐδόκουν λέγειν, καὶ δὴ καὶ νῦν ὁ μέλλων ἐστὶ λόγος σφοδρότερος καὶ σχεδὸν ἴσως ἄβατος ὡς τῇ σφῷν ῥώμῃ·
那么请看:如果我们三个人必须渡过一条水流极急的河,而我碰巧是我们中最年轻的,并且对许多水流有经验,我说我应该先自己试一试,把你们留在安全的地方,看看对于你们这些年长者来说它是否可以渡过,或者情况如何,如果显现为可以渡过,那时再呼唤你们并凭经验带你们一起渡过去,但如果对你们来说是不可渡过的,那么危险就由我一人承担——我这样说似乎还算合理。 而确实,现在即将进行的论说也更为剧烈,对于你们两人的力量来说,可能几乎是不可渡过的。
§10.893ΑΘ. μὴ δὴ σκοτοδινίαν ἴλιγγόν τε ὑμῖν ἐμποιήσῃ παραφερόμενός τε καὶ ἐρωτῶν ἀήθεις ὄντας ἀποκρίσεων, εἶτʼ ἀσχημοσύνην ἀπρέπειάν τε ἐντέκῃ ἀηδῆ, δοκεῖ δή μοι χρῆναι ποιεῖν οὑτωσὶ τὰ νῦν ἐμέ, ἀνερωτᾶν πρῶτον ἐμαυτόν, ἀκουόντων ὑμῶν ἐν ἀσφαλεῖ, καὶ μετὰ ταῦτα ἀποκρίνασθαι πάλιν ἐμέ, καὶ τὸν λόγον ἅπαντα οὕτω διεξελθεῖν, μέχριπερ ἂν ψυχῆς πέρι διαπεράνηται καὶ δείξῃ πρότερον ὂν ψυχὴν σώματος.
**阿典那人**:免得这论说在掠过并向不习惯回答的你们提问时,在你们身上产生眩晕和迷糊,进而孕育出令人不快和不体面的尴尬。 因此在我看来,我现在必须这样做:首先由我自己提问,你们在安全的地方听着,然后由我再次回答,这样把整个论说进行下去,直到关于魂的问题得出结论,并证明魂先于身体存在。
ΚΛ. ἄριστʼ, ὦ ξένε, δοκεῖς ἡμῖν εἰρηκέναι, ποίει τε ὡς λέγεις.
**克莱尼亚斯**:异邦人,在我们看来你说的最好了,请按照你说的做吧。
ΑΘ. ἄγε δή, θεὸν εἴ ποτε παρακλητέον ἡμῖν, νῦν ἔστω τοῦτο οὕτω γενόμενον—ἐπί γε ἀπόδειξιν ὡς εἰσὶν τὴν αὑτῶν σπουδῇ πάσῃ παρακεκλήσθων—ἐχόμενοι δὲ ὥς τινος ἀσφαλοῦς πείσματος ἐπεισβαίνωμεν εἰς τὸν νῦν λόγον. καί μοι ἐλεγχομένῳ περὶ τὰ τοιαῦτα ἐρωτήσεσιν τοιαῖσδε ἀσφαλέστατα ἀποκρίνεσθαι φαίνεται κατὰ τάδε·
**阿典那人**:来吧,如果有什么时候我们必须祈求神明,现在就是这个时候——为了证明他们自己的存在,让他们被我们用尽一切热忱来祈求吧——让我们像抓着某根牢固的缆绳一样,踏入现在的论说。
ὦ ξένε, ὁπόταν φῇ τις, ἆρα ἕστηκε μὲν πάντα, κινεῖται δὲ οὐδέν;
而在我通过这样一些问题被检验关于此类事情时,以如下方式回答似乎是最稳妥的:“异邦人,每当有人问:是否万物都静止,没有任何东西运动?
ἢ τούτῳ πᾶν τοὐναντίον;
还是与此完全相反?
ἢ τὰ μὲν αὐτῶν κινεῖται, τὰ δὲ μένει;
还是它们中的一些运动,另一些保持静止?
— τὰ μὲν κινεῖταί που, φήσω, τὰ δὲ μένει.
”—— “有的运动,我想,有的保持静止,”我会说。
—μῶν οὖν οὐκ ἐν χώρᾳ τινὶ τά τε ἑστῶτα ἕστηκεν καὶ τὰ κινούμενα κινεῖται;
“那么,静止的东西静止,运动的东西运动,难道不是在某个地方吗?
—πῶς γὰρ οὔ;
”“怎么会不是呢?
—καὶ τὰ μέν γε ἐν μιᾷ ἕδρᾳ που τοῦτο ἂν δρῴη, τὰ δὲ ἐν πλείοσιν.
”“而且有些确实是在一个位置进行,有些是在多个位置。
—τὰ τὴν τῶν ἑστώτων ἐν μέσῳ λαμβάνοντα δύναμιν λέγεις, φήσομεν, ἐν ἑνὶ κινεῖσθαι, καθάπερ ἡ τῶν ἑστάναι λεγομένων κύκλων στρέφεται περιφορά;
”“你的意思是,”我们会说,“那些获得了处于中间之物的力量的东西,是在一个地方运动,就像被称为静止的圆的旋转在旋转那样吗?
—ναί.
”“是的。
μανθάνομεν δέ γε ὡς ἐν ταύτῃ τῇ περιφορᾷ τὸν μέγιστον καὶ τὸν σμικρότατον κύκλον ἅμα περιάγουσα, ἡ τοιαύτη κίνησις ἀνὰ λόγον ἑαυτὴν διανέμει σμικροῖς τε καὶ μείζοσιν, ἐλάττων τε οὖσα καὶ πλείων κατὰ λόγον·
”“而且我们理解,在这种旋转中,它同时带着最大和最小的圆旋转,这种运动按比例将自身分配给小圆和大圆,根据比例而变小或变大。
διὸ δὴ τῶν θαυμαστῶν ἁπάντων πηγὴ γέγονεν, ἅμα μεγάλοις καὶ σμικροῖς κύκλοις βραδυτῆτάς τε καὶ τάχη ὁμολογούμενα πορεύουσα, ἀδύνατον, ὡς ἄν τις ἐλπίσειε, γίγνεσθαι πάθος.
因此,它确实成了所有奇迹的源泉,在大小圆上同时传导着相应的慢速和快速,这是一种人们可能原本期望是不可能发生的情况。
—ἀληθέστατα λέγεις.
”“你说得最对。
—τὰ δέ γε κινούμενα ἐν πολλοῖς φαίνῃ μοι λέγειν ὅσα φορᾷ κινεῖται μεταβαίνοντα εἰς ἕτερον ἀεὶ τόπον, καὶ τοτὲ μὲν ἔστιν ὅτε βάσιν ἑνὸς κεκτημένα τινὸς κέντρου, τοτὲ δὲ πλείονα τῷ περικυλινδεῖσθαι.
”“至于在多处运动的东西,在我看来你是指所有通过位移而运动、不断变换到另一个地方的东西,它们有时拥有一个中心的底座,有时通过滚动而拥有多个底座。
προστυγχάνοντα δʼ ἑκάστοτε ἑκάστοις, τοῖς ἑστῶσι μὲν διασχίζεται, τοῖς δʼ ἄλλοις ἐξ ἐναντίας ἀπαντῶσι καὶ φερομένοις εἰς ἓν γιγνόμενα μέσα τε καὶ μεταξὺ τῶν τοιούτων συγκρίνεται.
并且它们在每次遇到不同的东西时,遇到静止的东西就被分裂,遇到其他相向而来且在运动的东西时,则结合成一体,并成为此类事物的中介或过渡。
—λέγω γὰρ οὖν ταῦτα οὕτως ἔχοντα, ὡς σὺ λέγεις.
”“确实,我说这些情况就像你所说的那样。
—
”