Humanitext Reader

柏拉图 · 法律篇 §10.891

成文法的益处与灵魂先于物质之论

第 145 段,共 186 段 · 希腊语

内容简介

克莱尼亚斯和梅吉罗斯强调成文法具有永久保留与检验的优势,以此鼓励阿典那人不要回避有关神明存在这一艰难而冗长的辩论。阿典那人随即指出,不敬神的自然学者们的根本错误在于将物质元素置于灵魂之先。

§10.891ΚΛ. τί δέ, ὦ ξένε;
**克莱尼亚斯**:什么话,异邦人?
περὶ μέθης μὲν καὶ μουσικῆς οὕτω μακρὰ λέγοντας ἡμᾶς αὐτοὺς περιεμείναμεν, περὶ θεῶν δὲ καὶ τῶν τοιούτων οὐχ ὑπομενοῦμεν;
我们在谈论醉酒和音乐时,尚且能耐心地等待彼此说上那么久,难道在谈论神明和此类事情时,我们反而不能忍耐了吗?
καὶ μὴν καὶ νομοθεσίᾳ γέ ἐστίν που τῇ μετὰ φρονήσεως μεγίστη βοήθεια, διότι τὰ περὶ νόμους προστάγματα ἐν γράμμασι τεθέντα, ὡς δώσοντα εἰς πάντα χρόνον ἔλεγχον, πάντως ἠρεμεῖ, ὥστε οὔτʼ εἰ χαλεπὰ κατʼ ἀρχὰς ἀκούειν ἐστὶν φοβητέον, ἅ γʼ ἔσται καὶ τῷ δυσμαθεῖ πολλάκις ἐπανιόντι σκοπεῖν, οὔτε εἰ μακρά, ὠφέλιμα δέ, διὰ ταῦτα λόγον οὐδαμῇ ἔχει οὐδὲ ὅσιον ἔμοιγε εἶναι φαίνεται τὸ μὴ οὐ βοηθεῖν τούτοις τοῖς λόγοις πάντα ἄνδρα κατὰ δύναμιν.
而且,这确实是对伴随着智慧的立法的最大帮助,因为关于法律的规定一旦被诉诸文字,将永久地提供检验,从而完全固定不动。 因此,即使它们在开始时听起来很困难,也不必害怕,因为即使是理解迟缓的人也可以通过多次反复来审视它们;而且,如果它们篇幅虽长却有益,也决不能因此而避开它们,在我看来,每个人在能力范围内若不尽力去协助这些论说,那也是不合神圣法则的。
ΜΕ. ἄριστα, ὦ ξένε, δοκεῖ μοι λέγειν Κλεινίας.
**梅吉罗斯**:异邦人,在我看来克莱尼亚斯说得好极了。
ΑΘ. καὶ μάλα γε, ὦ Μέγιλλε, ποιητέον τε ὡς λέγει.
**阿典那人**:确实如此,梅吉罗斯,我们必须按照他所说的去做。
καὶ γὰρ εἰ μὴ κατεσπαρμένοι ἦσαν οἱ τοιοῦτοι λόγοι ἐν τοῖς πᾶσιν ὡς ἔπος εἰπεῖν ἀνθρώποις, οὐδὲν ἂν ἔδει τῶν ἐπαμυνούντων λόγων ὡς εἰσὶν θεοί· νῦν δὲ ἀνάγκη.
因为如果这类论说没有像人们所说的那样散布在几乎所有的人中间,就根本不需要有什么论说来为神明的存在作辩护;但现在这是不可避免的。
νόμοις οὖν διαφθειρομένοις τοῖς μεγίστοις ὑπὸ κακῶν ἀνθρώπων τίνα καὶ μᾶλλον προσήκει βοηθεῖν ἢ νομοθέτην;
那么,当最重大的法律正被恶人败坏时,还有谁比立法者更适合去拯救它们呢?
ΜΕ. οὐκ ἔστιν.
**梅吉罗斯**:没有别人了。
ΑΘ. ἀλλὰ δὴ λέγε μοι πάλιν, Κλεινία, καὶ σύ—κοινωνὸν γὰρ δεῖ σε εἶναι τῶν λόγων—κινδυνεύει γὰρ ὁ λέγων ταῦτα πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα πρῶτα ἡγεῖσθαι τῶν πάντων εἶναι, καὶ τὴν φύσιν ὀνομάζειν ταῦτα αὐτά, ψυχὴν δὲ ἐκ τούτων ὕστερον.
**阿典那人**:那么,克莱尼亚斯,请你再告诉我,还有你也是——因为你必须成为这论说的参与者——因为说这些话的人,恐怕会将火、水、土、空气视为万物中最初的东西,并把这些东西本身称为“自然”,而认为魂是在这些之后才产生的。
ἔοικεν δὲ οὐ κινδυνεύειν ἀλλὰ ὄντως σημαίνειν ταῦτα ἡμῖν τῷ λόγῳ.
其实,他们似乎不仅是“恐怕”如此,而是实际上在论说中就是对我们表示这个意思。
ΚΛ. πάνυ μὲν οὖν.
**克莱尼亚斯**:完全如此。
ΑΘ. ἆρʼ οὖν πρὸς Διὸς οἷον πηγήν τινα ἀνοήτου δόξης ἀνηυρήκαμεν ἀνθρώπων ὁπόσοι πώποτε τῶν περὶ φύσεως ἐφήψαντο ζητημάτων;
**阿典那人**:那么,指宙斯起誓,对于所有曾经着手探究自然的人,我们是不是发现了一个可以说是他们愚蠢观点的源头?
σκόπει πάντα λόγον ἐξετάζων· οὐ γὰρ δὴ σμικρόν γε τὸ διαφέρον, εἰ φανεῖεν οἱ λόγων ἁπτόμενοι ἀσεβῶν, ἄλλοις τε ἐξάρχοντες, μηδὲ εὖ τοῖς λόγοις ἀλλʼ ἐξημαρτημένως χρώμενοι.
请在检验每一个论说时仔细观察;因为如果那些着手进行不敬神论说并引导他人的人,被发现是在错误而非正确地运用这些论说,其后果的差异绝非小事。
δοκεῖ τοίνυν μοι ταῦτα οὕτως ἔχειν.
因此,在我看来事情正是如此。
ΚΛ. εὖ λέγεις· ἀλλʼ ὅπῃ, πειρῶ φράζειν.
**克莱尼亚斯**:你说得对;但请试着说明,这究竟是如何。
ΑΘ. ἔοικεν τοίνυν ἀηθεστέρων ἁπτέον εἶναι λόγων.
**阿典那人**:那么,看来我们必须着手进行一些不太寻常的论说了。
ΚΛ. οὐκ ὀκνητέον, ὦ ξένε. μανθάνω γὰρ ὡς νομοθεσίας ἐκτὸς οἰήσῃ βαίνειν, ἐὰν τῶν τοιούτων ἁπτώμεθα λόγων.
**克莱尼亚斯**:绝不能犹豫,异邦人。 因为我明白,你可能会认为如果我们着手这种论说,就会走离立法的范围。
εἰ δὲ ἔστι μηδαμῇ ἑτέρως συμφωνῆσαι τοῖς νῦν κατὰ νόμον λεγομένοις θεοῖς ὡς ὀρθῶς ἔχουσιν ἢ ταύτῃ, λεκτέον, ὦ θαυμάσιε, καὶ ταύτῃ.
但如果除了这个途径之外,根本没有其他办法来使大家一致同意目前根据法律所说的神明是正确存在的,那么,奇妙的朋友啊,我们也必须用这个途径来谈论。
ΑΘ. λέγοιμʼ ἄν, ὡς ἔοικεν, ἤδη σχεδὸν οὐκ εἰωθότα λόγον τινὰ τόνδε.
**阿典那人**:看来我应该立即讲一讲这个几乎不寻常的论说。
ὃ πρῶτον γενέσεως καὶ φθορᾶς αἴτιον ἁπάντων, τοῦτο οὐ πρῶτον ἀλλὰ ὕστερον ἀπεφήναντο εἶναι γεγονὸς οἱ τὴν τῶν ἀσεβῶν ψυχὴν ἀπεργασάμενοι λόγοι, ὃ δὲ ὕστερον, πρότερον·
万物产生和灭亡的第一原因,那些造就了不敬神者之魂的论说却宣称它不是最初的,而是后来才产生的,而把那后来的当作先在的。
ὅθεν ἡμαρτήκασι περὶ θεῶν τῆς ὄντως οὐσίας.
因此,他们对于神明真实存在的本质犯了错误。

词汇与语法注释

  1. 891aτὸ μὴ οὐ βοηθεῖν — 在带有否定含义的形容词 `οὐδὲ ὅσιον`(不合神圣的)引导的不定式句之前,使用了双重否定 `μὴ οὐ`。在语法上,这表达了强烈的肯定义务:“不协助是不合神圣的”(即必须协助)。
  2. 891bνόμοις οὖν διαφθειρομένοις τοῖς μεγίστοις — 与格词组 `νόμοις ... τοῖς μεγίστοις` 并不是独立与格,而是直接作为后续动词 `βοηθεῖν`(支配与格)的宾语,意为“协助正被败坏的最重大法律”。
  3. 891cκινδυνεύει γὰρ ὁ λέγων ταῦτα — 动词 `κινδυνεύει` 并非无人称用法,而是以 `ὁ λέγων ταῦτα`(说这些话的人)为主语的人称结构。意为“有……的危险”或“倾向于……”,并支配后续的不定式 `ἡγεῖσθαι` 和 `ὀνομάζειν`。
  4. 891eὃ πρῶτον γενέσεως καὶ φθορᾶς αἴτιον ἁπάντων — 由关系代词 `ὃ` 引导的关系从句,以主句动词 `ἀπεφήναντο` 的宾语(即不定式 `εἶναι` 的对格主语)指示代词 `τοῦτο` 为先行词,在宇宙论语境中指代“魂”(ψυχή)。

引用这一段

柏拉图, 法律篇 §10.891. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:10.891

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。