Humanitext Reader

柏拉图 · 法律篇 §10.890

无神论学说的危害与立法中的说服必要性

第 144 段,共 186 段 · 希腊语

内容简介

雅典来客揭示了年轻人认为神明和道德价值源于“技术和法律(惯例)”而非自然的学说之不敬及其社会危害。他提出立法在施加刑罚威胁之外,还应采用说服性论辩,克莱尼亚斯对此表示强烈赞同。

§10.890ΑΘ. θεούς, ὦ μακάριε, εἶναι πρῶτόν φασιν οὗτοι τέχνῃ, οὐ φύσει ἀλλά τισιν νόμοις, καὶ τούτους ἄλλους ἄλλῃ, ὅπῃ ἕκαστοι ἑαυτοῖσι συνωμολόγησαν νομοθετούμενοι·
阿典那人:我幸福的朋友啊,这些人说,神明首先是由于技术存在的,而不是由于自然,而是由于某些法律,而且这些神明在不同的地方也各不相同,这取决于各人在立法时彼此达成的协议。
καὶ δὴ καὶ τὰ καλὰ φύσει μὲν ἄλλα εἶναι, νόμῳ δὲ ἕτερα, τὰ δὲ δὴ δίκαια οὐδʼ εἶναι τὸ παράπαν φύσει, ἀλλʼ ἀμφισβητοῦντας διατελεῖν ἀλλήλοις καὶ μετατιθεμένους ἀεὶ ταῦτα, ἃ δʼ ἂν μετάθωνται καὶ ὅταν, τότε κύρια ἕκαστα εἶναι, γιγνόμενα τέχνῃ καὶ τοῖς νόμοις ἀλλʼ οὐ δή τινι φύσει.
此外,他们还说,美在自然中是一回事,在法律中又是另一回事;至于正义,在自然中则根本不存在,人们不断地为此互相争论,并总是改变这些观念;而无论他们在何时将它们改为什么,那时这些观念就各自有效,它们是由于技术和法律而产生的,但绝不是由于任何自然。
ταῦτʼ ἐστίν, ὦ φίλοι, ἅπαντα ἀνδρῶν σοφῶν παρὰ νέοις ἀνθρώποις, ἰδιωτῶν τε καὶ ποιητῶν, φασκόντων εἶναι τὸ δικαιότατον ὅτι τις ἂν νικᾷ βιαζόμενος·
朋友们,这些就是那些在年轻人中间被视为智者的人——包括普通散文家和诗人——的全部观点,他们声称最正义的事就是通过暴力取胜。
ὅθεν ἀσέβειαί τε ἀνθρώποις ἐμπίπτουσιν νέοις, ὡς οὐκ ὄντων θεῶν οἵους ὁ νόμος προστάττει διανοεῖσθαι δεῖν, στάσεις τε διὰ ταῦτα ἑλκόντων πρὸς τὸν κατὰ φύσιν ὀρθὸν βίον, ὅς ἐστιν τῇ ἀληθείᾳ κρατοῦντα ζῆν τῶν ἄλλων καὶ μὴ δουλεύοντα ἑτέροισι κατὰ νόμον.
因此,不敬神明之风侵蚀了年轻人,仿佛并不存在法律命令他们应当信仰的那种神明;也正因为如此,当他们被拉向那在自然中正确的生命——这在真实中就是统治他人,而不是根据法律奴役于他人——时,便引发了党派纷争。
ΚΛ. οἷον διελήλυθας, ὦ ξένε, λόγον, καὶ ὅσην λώβην ἀνθρώπων νέων δημοσίᾳ πόλεσίν τε καὶ ἰδίοις οἴκοις.
克莱尼亚斯:异邦人,你描述的是一种怎样的学说啊! 这对于城邦公共领域和个人家庭的年轻人,又是何等巨大的毒害!
ΑΘ. ἀληθῆ μέντοι λέγεις, ὦ Κλεινία.
阿典那人:你说的确实是真话,克莱尼亚斯。
τί οὖν οἴει χρῆναι δρᾶν τὸν νομοθέτην, οὕτω τούτων πάλαι παρεσκευασμένων;
那么,既然这些事情在很久以前就已经这样准备好了,你认为立法者应该怎么做呢?
ἢ μόνον ἀπειλεῖν στάντα ἐν τῇ πόλει σύμπασι τοῖς ἀνθρώποις, ὡς εἰ μὴ φήσουσιν εἶναι θεοὺς καὶ διανοηθήσονται δοξάζοντες τοιούτους οἵους φησὶν ὁ νόμος—καὶ περὶ καλῶν καὶ δικαίων καὶ περὶ ἁπάντων τῶν μεγίστων ὁ αὐτὸς λόγος, ὅσα δὲ πρὸς ἀρετὴν τείνει καὶ κακίαν, ὡς δεῖ ταῦτα οὕτω πράττειν διανοουμένους ὅπῃπερ ἂν ὁ νομοθέτης ὑφηγήσηται γράφων—ὃς δʼ ἂν μὴ παρέχηται ἑαυτὸν τοῖς νόμοις εὐπειθῆ, τὸν μὲν δεῖν τεθνάναι, τὸν δέ τινα πληγαῖς καὶ δεσμοῖς, τὸν δὲ ἀτιμίαις, ἄλλους δὲ πενίαις κολάζεσθαι καὶ φυγαῖς· πειθὼ δὲ τοῖς ἀνθρώποις, ἅμα τιθέντα αὐτοῖς τοὺς νόμους, μηδεμίαν ἔχειν τοῖς λόγοις προσάπτοντα εἰς δύναμιν ἡμεροῦν;
难道他只应当站在城邦里威胁所有的人,说如果他们不宣称神明存在、不在信仰中像法律所说的那样思考神明——关于美、正义以及所有最重大的事情,乃至所有关乎美德与邪恶的事情也是同样的道理,即他们必须在行动中按照立法者通过书写所指示的方式去思考——而任何不表明自己顺从法律的人,有的必须处死,有的必须受到鞭笞和监禁,有的要被剥夺公民权,其他的则要受到贫困和流放的惩罚;但是对于人们的说服,在为他们制定法律的同时,难道不应该在言论中附带任何说服,以便尽力感化他们吗?
ΚΛ. μηδαμῶς, ὦ ξένε, ἀλλʼ εἴπερ τυγχάνει γε οὖσα καὶ σμικρὰ πειθώ τις περὶ τὰ τοιαῦτα, δεῖ μηδαμῇ κάμνειν τόν γε ἄξιον καὶ σμικροῦ νομοθέτην, ἀλλὰ πᾶσαν, τὸ λεγόμενον, φωνὴν ἱέντα, τῷ παλαιῷ νόμῳ ἐπίκουρον γίγνεσθαι λόγῳ ὡς εἰσὶν θεοὶ καὶ ὅσα νυνδὴ διῆλθες σύ, καὶ δὴ καὶ νόμῳ αὐτῷ βοηθῆσαι καὶ τέχνῃ, ὡς ἐστὸν φύσει ἢ φύσεως οὐχ ἧττον, εἴπερ νοῦ γέ ἐστιν γεννήματα κατὰ λόγον ὀρθόν, ὃν σύ τε λέγειν μοι φαίνῃ καὶ ἐγώ σοι πιστεύω τὰ νῦν.
克莱尼亚斯:绝不能这样,异邦人! 但是,如果关于这些事情确实存在着哪怕是一丁点的说服,那么任何配得上一点名声的立法者就绝不应该在任何地方懈怠,而是应当像俗话所说的那样“使出浑身解数”,通过“神明存在”以及你刚才所描述的一切论说来成为古老法律的助手,并且确实去帮助法律本身和技术,因为如果它们确实是根据正确理性的理智产物,那么这两者就是由于自然存在的,或者不亚于由于自然存在。 而这理性正是我认为你正在说的,也是我现在所相信的。
ΑΘ. ὦ προθυμότατε Κλεινία, τί δʼ;
阿典那人:最热心的克莱尼亚斯,但怎么说呢?
οὐ χαλεπά τέ ἐστι συνακολουθεῖν λόγοις οὕτως εἰς πλήθη λεγόμενα, μήκη τε αὖ κέκτηται διωλύγια;
跟从这样向大众宣讲的论说,难道不是一件困难的事吗? 而且它们不也具有极长的篇幅吗?

词汇与语法注释

  1. 890τὰ δὲ δὴ δίκαια οὐδʼ εἶναι τὸ παράπαν φύσει — 与前句“美(τὰ καλὰ)在自然与在法律中有所不同”相对照,此处对“正义”(τὰ δίκαια)的处理进一步加强了否定,指出它在自然中完全(οὐδʼ... τὸ παράπαν)不存在。
  2. 890aὅτι τις ἂν νικᾷ βιαζόμενος — 此 `ὅτι` 从句在分词 `φασκόντων` 支配的不定式短语 `εἶναι τὸ δικαιότατον` 中充当实际的主语(或表语)。此处的 `ὅτι` 通常被理解为连接词“即(人通过暴力取胜)”,但也有可能被解释为关系代词 `ὅστις` 的中性单数(“人通过暴力所征服的任何事物”)。本译文采用了连接词的解释。
  3. 890aἑλκόντων — 该分词为属格复数,与年轻人(`ἀνθρώπων... νέων`)一致。此处作不及物动词或反身动词使用,意为“(向那个方向)被拉扯、趋向”,修饰这些由于受该错误思想吸引而导致城邦中出现党派分裂(`στάσεις`)的年轻人。
  4. 890dὡς ἐστὸν — 这是动词 `εἰμί` 的第三人称双数现在直说。其主语是前文提到的“法律”(νόμος)与“技术”(τέχνη),双数形式明确表达了这两者作为自然、或不亚于自然之物的存在状态。

引用这一段

柏拉图, 法律篇 §10.890. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:10.890

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。