Humanitext Reader

柏拉图 · 法律篇 §10.887

决议在法律前言中证明神的存在

第 142 段,共 186 段 · 希腊语

内容简介

阿典那人询问是应当省去神明存在性的证明而直接立法,还是应当通过冗长的序言来进行证明,克莱尼亚斯选择了后者。阿典那人因那些从小目睹父母虔诚却仍否定神明存在的无神论者而感到愤怒,并以此展开了讨论。

§10.887ΑΘ. τί οὖν δή;
阿典那人:那么,这究竟该怎么办?
τί λέγομεν;
我们该说什么?
τί χρὴ δρᾶν ἡμᾶς;
我们该做什么?
πότερον ἀπολογησώμεθα οἷον κατηγορήσαντός τινος ἐν ἀσεβέσιν ἀνθρώποις ἡμῶν, φεύγουσι περὶ τῆς νομοθεσίας λέγουσιν ὡς δεινὰ ἐργαζόμεθα νομοθετοῦντες ὡς ὄντων θεῶν;
我们是否应当进行辩护,就好像在那些逃避有关立法的诉讼、并声称我们在假设神明存在的情况下进行立法是做出了可怕之事的不敬之人当中,有人指控了我们一样?
ἢ χαίρειν ἐάσαντες ἐπὶ τοὺς νόμους τρεπώμεθα πάλιν, μὴ καὶ τὸ προοίμιον ἡμῖν μακρότερον γίγνηται τῶν νόμων;
还是说我们应该把这些搁在一边,重新回到法律本身,以免我们的序言变得比法律本身还要长?
οὐ γάρ τι βραχὺς ὁ λόγος ἐκταθεὶς ἂν γίγνοιτο, εἰ τοῖσιν ἐπιθυμοῦσιν ἀσεβεῖν τὰ μὲν ἀποδείξαιμεν μετρίως τοῖς λόγοις ὧν ἔφραζον δεῖν πέρι λέγειν, τὸν δὲ εἰς φόβον τρέψαιμεν, τὰ δὲ δυσχεραίνειν ποιήσαντες, ὅσα πρέπει μετὰ ταῦτα ἤδη νομοθετοῖμεν.
因为如果我们要对那些企图不敬的人,用言语适度地证明我曾说必须讨论的那些事,并使一些人产生恐惧,使另一些人产生反感,然后才制定此后合适的一切法律,那么这番被拉长的论说绝不会是简短的。
ΚΛ. ἀλλʼ, ὦ ξένε, πολλάκις μὲν ὥς γε ἐν ὀλίγῳ χρόνῳ τοῦτʼ αὐτὸ εἰρήκαμεν, ὡς οὐδὲν ἐν τῷ παρόντι δεῖ προτιμᾶν βραχυλογίαν μᾶλλον ἢ μῆκος—οὐδεὶς γὰρ ἡμᾶς, τὸ λεγόμενον, ἐπείγων διώκει—γελοῖον δὴ καὶ φαῦλον τὸ πρὸ τῶν βελτίστων τὰ βραχύτερα αἱρουμένους φαίνεσθαι.
克莱尼亚斯:但是,异邦人,我们已经在很短的时间内多次说过这件事了:在目前情况下,绝没有必要比起篇幅更偏爱简短——因为正如俗话所说,并没有人在后面急着追赶我们——如果我们在最好的东西面前反而显得选择较短的东西,那确实是滑稽和卑劣的。
διαφέρει δʼ οὐ σμικρὸν ἁμῶς γέ πως πιθανότητά τινα τοὺς λόγους ἡμῶν ἔχειν, ὡς θεοί τʼ εἰσὶν καὶ ἀγαθοί, δίκην τιμῶντες διαφερόντως ἀνθρώπων· σχεδὸν γὰρ τοῦτο ἡμῖν ὑπὲρ ἁπάντων τῶν νόμων κάλλιστόν τε καὶ ἄριστον προοίμιον ἂν εἴη.
而我们的言论无论如何都要具有某种说服力,表明神明不仅存在而且是善的,比人类更格外地看重正义,这具有不小的意义;因为这对于我们所有的法律而言,几乎可以说是最美、最好的序言。
μηδὲν οὖν δυσχεράναντες μηδὲ ἐπειχθέντες, ἥντινά ποτε ἔχομεν δύναμιν εἰς πειθὼ τῶν τοιούτων λόγων, μηδὲν ἀποθέμενοι διεξέλθωμεν εἰς τὸ δυνατὸν ἱκανῶς.
因此,我们不要感到任何不快,也不要急躁,只要我们拥有一丝能够说服这类言论的力量,就绝不保留,尽一切可能充分地论述到底。
ΑΘ. εὐχήν μοι δοκεῖ παρακαλεῖν ὁ λεγόμενος ὑπὸ σοῦ νῦν λόγος, ἐπειδὴ προθύμως συντείνεις· μέλλειν δὲ οὐκέτι ἐγχωρεῖ λέγειν.
阿典那人:你刚才所说的这番话,在我看来似乎是在呼唤祈祷,因为你正在热切地催促我;而且,已经不容许再说要拖延了。
φέρε δή, πῶς ἄν τις μὴ θυμῷ λέγοι περὶ θεῶν ὡς εἰσίν;
来吧,人们怎能不怀着愤怒去谈论神明的存在呢?
ἀνάγκη γὰρ δὴ χαλεπῶς φέρειν καὶ μισεῖν ἐκείνους οἳ τούτων ἡμῖν αἴτιοι τῶν λόγων γεγένηνται καὶ γίγνονται νῦν, οὐ πειθόμενοι τοῖς μύθοις οὓς ἐκ νέων παίδων ἔτι ἐν γάλαξι τρεφόμενοι τροφῶν τε ἤκουον καὶ μητέρων, οἷον ἐν ἐπῳδαῖς μετά τε παιδιᾶς καὶ μετὰ σπουδῆς λεγομένων καὶ μετὰ θυσιῶν ἐν εὐχαῖς αὐτοὺς ἀκούοντές τε, καὶ ὄψεις ὁρῶντες ἑπομένας αὐτοῖς ἃς ἥδιστα ὅ γε νέος ὁρᾷ τε καὶ ἀκούει πραττομένας θυόντων, ἐν σπουδῇ τῇ μεγίστῃ τοὺς αὑτῶν γονέας ὑπὲρ αὑτῶν τε καὶ ἐκείνων ἐσπουδακότας, ὡς ὅτι μάλιστα οὖσιν θεοῖς εὐχαῖς προσδιαλεγομένους καὶ ἱκετείαις, ἀνατέλλοντός τε ἡλίου καὶ σελήνης καὶ πρὸς δυσμὰς ἰόντων προκυλίσεις ἅμα καὶ προσκυνήσεις ἀκούοντές τε καὶ ὁρῶντες Ἑλλήνων τε καὶ βαρβάρων πάντων ἐν συμφοραῖς παντοίαις ἐχομένων καὶ ἐν εὐπραγίαις, οὐχ ὡς οὐκ ὄντων ἀλλʼ ὡς ὅτι μάλιστα ὄντων καὶ οὐδαμῇ ὑποψίαν ἐνδιδόντων ὡς οὐκ εἰσὶν θεοί—
因为我们必然会对那些曾经并现在依然成为我们进行这些论说之起因的人感到愤慨和憎恨,因为他们不相信那些他们从小还在吃奶时就从乳母和母亲那里听来的神话,这些神话仿佛咒语般在嬉戏与庄重中被讲述,他们也在伴随着牺牲的祈祷中听过这些神话,并看到与这些神话相伴随的、青年人最乐于观看和倾听的由祭祀者所举行的仪式,看到他们自己的父母以极大的庄重为自己和孩子们虔诚祈求,仿佛神明极其真实地存在那般通过祈祷和恳求与他们对话,并且听见和看见所有的希腊人和异族人在经历各种不幸和顺境时,在太阳和月亮升起和落下之际同时进行俯伏与膜拜,并不是把神明当作不存在,而是当作最真实地存在、且绝不容许产生任何神明不存在之怀疑的实体——

词汇与语法注释

  1. 10.887aφεύγουσι — 现在分词 `φεύγων`(逃避或充当被告)的复数与格,修饰前置介词短语 `ἐν ἀσεβέσιν ἀνθρώποις` 中的名词 `ἀνθρώποις`。随后的分词 `λέγουσιν` 同样是复数与格,与之并列。
  2. 10.887dοὐ πειθόμενοι — 语法上的不一致(破格)。在句法上,它应当与前面作宾语的第四格(对格)`ἐκείνους` 一致,但此处却采用了第一格(主格)复数分词的形式,仿佛是句子的主语,以此突显不敬之人的主动状态。
  3. 10.887eτοὺς αὑτῶν γονέας ... ἐσπουδακότας — 隶属于887d中 `ἀκούοντές τε, καὶ ὄψεις ὁρῶντες`(听见并看见景象)的知觉分词结构,其中 `τοὺς αὑτῶν γονέας`(他们自己的父母)充当主语,而 `ἐσπουδακότας`(热心致力于)和 `προσδιαλεγομένους`(与之对话)则充当谓语性分词。

引用这一段

柏拉图, 法律篇 §10.887. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:10.887

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。