Humanitext Reader

柏拉图 · 法律篇 §10.886

神明存在之证与唯物哲学导致的无神论危险

第 141 段,共 186 段 · 希腊语

内容简介

克莱尼亚斯将自然现象和万民共识作为神明存在的显而易见的证据,而阿典那人则指出,一种被误认为智慧的极其危险的无知(唯物主义自然哲学)才是无神论的真正根源,这种无知正通过古代神话和现代贤哲的言论对年轻人产生恶劣影响。

§10.886ΚΛ. οὐκοῦν, ὦ ξένε, δοκεῖ ῥᾴδιον εἶναι ἀληθεύοντας λέγειν ὡς εἰσὶν θεοί;
克莱尼亚斯:那么,异邦人,在说出真理的同时宣布神明存在,这难道不显得很容易吗?
ΑΘ. πῶς;
阿典那人:怎么说?
ΚΛ. πρῶτον μὲν γῆ καὶ ἥλιος ἄστρα τε καὶ τὰ σύμπαντα, καὶ τὰ τῶν ὡρῶν διακεκοσμημένα καλῶς οὕτως, ἐνιαυτοῖς τε καὶ μησὶν διειλημμένα· καὶ ὅτι πάντες Ἕλληνές τε καὶ βάρβαροι νομίζουσιν εἶναι θεούς.
克莱尼亚斯:首先,大地、太阳、星辰以及宇宙万物,还有以年和月划分、如此优美地组织起来的四季;此外,所有的希腊人和异族人都相信神明存在。
ΑΘ. φοβοῦμαί γε, ὦ μακάριε, τοὺς μοχθηρούς—οὐ γὰρ δή ποτε εἴποιμʼ ἂν ὥς γε αἰδοῦμαι—μή πως ἡμῶν καταφρονήσωσιν.
阿典那人:我的好朋友,我害怕那些恶人——我绝不会说我是对他们心存敬畏——唯恐他们会以某种方式轻视我们。
ὑμεῖς μὲν γὰρ οὐκ ἴστε αὐτῶν πέρι τὴν τῆς διαφορᾶς αἰτίαν, ἀλλʼ ἡγεῖσθε ἀκρατείᾳ μόνον ἡδονῶν τε καὶ ἐπιθυμιῶν ἐπὶ τὸν ἀσεβῆ βίον ὁρμᾶσθαι τὰς ψυχὰς αὐτῶν.
因为你们不知道他们之间意见分歧的原因,而只是以为他们的灵魂是因为无法控制享乐和欲望才奔向不敬的生活。
ΚΛ. τὸ δὲ τί πρὸς τούτοις αἴτιον ἄν, ὦ ξένε, εἴη;
克莱尼亚斯:异邦人,除了这些之外,还能有什么别的原因呢?
ΑΘ. σχεδὸν ὃ παντάπασιν ὑμεῖς ἔξω ζῶντες οὐκ ἂν εἰδείητε, ἀλλὰ ὑμᾶς ἂν λανθάνοι.
阿典那人:这恐怕是完全生活在(这种风潮)之外的你们所不会知道的,而是会被你们忽略的事情。
ΚΛ. τί δὴ τοῦτο φράζεις τὰ νῦν;
克莱尼亚斯:你现在这话到底是指什么?
ΑΘ. ἀμαθία τις μάλα χαλεπή, δοκοῦσα εἶναι μεγίστη φρόνησις.
阿典那人:一种非常棘手的无知,却被认为是最大的智慧。
ΚΛ. πῶς λέγεις;
克莱尼亚斯:你这是怎么说的?
ΑΘ. εἰσὶν ἡμῖν ἐν γράμμασιν λόγοι κείμενοι, οἳ παρʼ ὑμῖν οὐκ εἰσὶν διʼ ἀρετὴν πολιτείας, ὡς ἐγὼ μανθάνω, οἱ μὲν ἔν τισι μέτροις, οἱ δὲ καὶ ἄνευ μέτρων λέγοντες περὶ θεῶν, οἱ μὲν παλαιότατοι ὡς γέγονεν ἡ πρώτη φύσις οὐρανοῦ τῶν τε ἄλλων, προϊόντες δὲ τῆς ἀρχῆς οὐ πολὺ θεογονίαν διεξέρχονται, γενόμενοί τε ὡς πρὸς ἀλλήλους ὡμίλησαν·
阿典那人:我们这里有一些形诸文字的言论,而在你们那里,据我所知,由于优秀的政体而不存在这些言论。 有些是在某些诗韵中,有些则不用诗韵,都在谈论神明。 其中最古老的言论讲述了天及其他事物的最初本性是如何产生的,在从开端往前推进不远后,便详细叙述了神谱,以及神明诞生后如何互相交往。
ἃ τοῖς ἀκούουσιν εἰ μὲν εἰς ἄλλο τι καλῶς ἢ μὴ καλῶς ἔχει, οὐ ῥᾴδιον ἐπιτιμᾶν παλαιοῖς οὖσιν, εἰς μέντοι γονέων τε θεραπείας καὶ τιμὰς οὐκ ἂν ἔγωγέ ποτε ἐπαινῶν εἴποιμι οὔτε ὡς ὠφέλιμα οὔτε ὡς τὸ παράπαν ὄντως εἴρηται.
这些言论对听众而言,在其他方面是好是坏,由于它们年代久远,并不容易非难;然而,关于对父母的奉养和尊敬,我绝不会赞扬它们,也绝不会说它们有益,或者说它们说的全是真话。
τὰ μὲν οὖν δὴ τῶν ἀρχαίων πέρι μεθείσθω καὶ χαιρέτω, καὶ ὅπῃ θεοῖσιν φίλον, λεγέσθω ταύτῃ· τὰ δὲ τῶν νέων ἡμῖν καὶ σοφῶν αἰτιαθήτω ὅπῃ κακῶν αἴτια.
因此,关于古代人的事情就此作罢,随它去吧,就让它们以神明所喜爱的方式去说吧;但现代贤哲们的言论如何成为万恶之源,则必须受到我们的谴责。
τόδε οὖν οἱ τῶν τοιούτων ἐξεργάζονται λόγοι· ἐμοῦ γὰρ καὶ σοῦ, ὅταν τεκμήρια λέγωμεν ὡς εἰσὶν θεοί, ταῦτα αὐτὰ προφέροντες, ἥλιόν τε καὶ σελήνην καὶ ἄστρα καὶ γῆν ὡς θεοὺς καὶ θεῖα ὄντα, ὑπὸ τῶν σοφῶν τούτων ἀναπεπεισμένοι ἂν λέγοιεν ὡς γῆν τε καὶ λίθους ὄντα αὐτὰ καὶ οὐδὲν τῶν ἀνθρωπείων πραγμάτων φροντίζειν δυνάμενα, λόγοισι δὲ ταῦτα εὖ πως εἰς τὸ πιθανὸν περιπεπεμμένα.
因此,这类言论所造成的后果是:当我因你而提出神明存在的证据,并举出这些事物——太阳、月亮、星辰和大地——作为神明和神圣之物时,那些被这些贤哲说服的人会说,它们只不过是土和石,根本无法关心任何人类的事务,并且说这些事物不过是被言语巧妙地包装得合乎情理罢了。
ΚΛ. χαλεπόν γε λόγον, ὦ ξένε, εἰρηκὼς τυγχάνεις, εἴ γε εἷς ἦν μόνον· νῦν δὲ ὅτε πάμπολλοι τυγχάνουσιν, ἔτι χαλεπώτερον ἂν εἴη.
克莱尼亚斯:异邦人,你刚才所说的言论确实很棘手,哪怕它只有一种;而现在既然有这么多,那就更棘手了。

词汇与语法注释

  1. 886aἀληθεύοντας — 现在时主动分词的阳性复数宾格。它修饰非人称结构“δοκεῖ ῥᾴδιον εἶναι”(……似乎是容易的)中从属不定式“λέγειν”(说)的逻辑主语(泛指人们或说话者自身),在文法上遵循不定式主语用宾格的规则。意为“在说出真理的同时”。
  2. 886aοὐ γὰρ δή ποτε εἴποιμʼ ἂν ὥς γε αἰδοῦμαι — 说话者插入的免责声明,以防止主句动词“φοβοῦμαι”(我害怕)被误解为对恶人怀有敬畏或畏缩之情(αἰδώς)。使用潜在希求语气(potential optative)“ἂν εἴποιμι”,意为“因为我绝不会说我是对他们心存敬畏”。
  3. 886dπροφέροντες — 此处出现文法上的破格(anacoluthon)。对应句首的属格“ἐμοῦ γὰρ καὶ σοῦ”(因为我和你),本来应当使用属格分词“προφερόντων”,但此处却使用了主格复数“προφέροντες”。这是由于说话者在心理上将自己(我和你)视为“ὅταν λέγωμεν”从句的主语,从而在词形上直接采用了主格形式。
  4. 886eπεριπεπεμμένα — 动词“περιπέσσω”(包装、粉饰、烹调)的完成时被动分词。在此处带有讽刺意味,暗示天体本来只是普通的“土和石”,却被自然哲学家们用言辞“巧妙地包装(或烹调)得合乎情理”。虽然也有学者将其归为“περιπέμπω”(送回、流传)的分词,但结合上下文,取前者的“在言辞上被巧妙粉饰”最为合适。

引用这一段

柏拉图, 法律篇 §10.886. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:10.886

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。