Humanitext Reader

柏拉图 · 法律篇 §1.645-1.646

法律的金色导引与饮酒对灵魂的影响

第 12 段,共 186 段 · 希腊语

内容简介

雅典人进一步阐述了玩偶的比喻,指出人们应当始终追随理性权衡(法律)的金色神圣导引,并进而探讨饮酒的习惯如何使灵魂失去自制,退化回孩童般的状态。

§1.645ΑΘ. μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων συνεπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης, ἀνθέλκειν τοῖς ἄλλοις νεύροις ἕκαστον, ταύτην δʼ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγὴν χρυσῆν καὶ ἱεράν, τῆς πόλεως κοινὸν νόμον ἐπικαλουμένην, ἄλλας δὲ σκληρὰς καὶ σιδηρᾶς, τὴν δὲ μαλακὴν ἅτε χρυσῆν οὖσαν, τὰς δὲ ἄλλας παντοδαποῖς εἴδεσιν ὁμοίας.
ATH. 雅典人:因为这个论证说,人们应当始终追随这些拉力中的某一个,绝不与之分离,而应当对抗其他的细线来拉扯。 而这也就是理智权衡的导引,它是金色的、神圣的,被赋予了城邦共同法律的名称;而其他拉力则是坚硬且如铁一般的,但这一个拉力因为是金色的而显得柔软,其他拉力则类似于各种各样的形态。
δεῖν δὴ τῇ καλλίστῃ ἀγωγῇ τῇ τοῦ νόμου ἀεὶ συλλαμβάνειν· ἅτε γὰρ τοῦ λογισμοῦ καλοῦ μὲν ὄντος, πρᾴου δὲ καὶ οὐ βιαίου, δεῖσθαι ὑπηρετῶν αὐτοῦ τὴν ἀγωγήν, ὅπως ἂν ἐν ἡμῖν τὸ χρυσοῦν γένος νικᾷ τὰ ἄλλα γένη.
因此,我们必须始终协助那最美好的导引,即法律的导引;因为理智权衡虽是美好的,却又是温和而不具有强力的,所以它的导引需要协助者,以便我们体内的金色元素能够战胜其他元素。
καὶ οὕτω δὴ περὶ θαυμάτων ὡς ὄντων ἡμῶν ὁ μῦθος ἀρετῆς σεσωμένος ἂν εἴη, καὶ τὸ κρείττω ἑαυτοῦ καὶ ἥττω εἶναι τρόπον τινὰ φανερὸν ἂν γίγνοιτο μᾶλλον ὃ νοεῖ, καὶ ὅτι πόλιν καὶ ἰδιώτην, τὸν μὲν λόγον ἀληθῆ λαβόντα ἐν ἑαυτῷ περὶ τῶν ἕλξεων τούτων, τούτῳ ἑπόμενον δεῖ ζῆν, πόλιν δὲ ἢ παρὰ θεῶν τινος ἢ παρὰ τούτου τοῦ γνόντος ταῦτα λόγον παραλαβοῦσαν, νόμον θεμένην, αὑτῇ τε ὁμιλεῖν καὶ ταῖς ἄλλαις πόλεσιν.
如此一来,关于我们是玩偶的这一美德传说便得以保全,而所谓“战胜自我”与“败于自我”在某种意义上究竟意味着什么也会变得更加清晰,而且无论是城邦还是个人——个人在自身之中接受了关于这些拉力的真实道理并依此生活,城邦则从某位神明或这位懂得这些道理的人那里接受这一道理并将其制定为法律,以此来约束自身并与其他城邦交往。
οὕτω καὶ κακία δὴ καὶ ἀρετὴ σαφέστερον ἡμῖν διηρθρωμένον ἂν εἴη· ἐναργεστέρου δʼ αὐτοῦ γενομένου καὶ παιδεία καὶ τἆλλα ἐπιτηδεύματα ἴσως ἔσται μᾶλλον καταφανῆ, καὶ δὴ καὶ τὸ περὶ τῆς ἐν τοῖς οἴνοις διατριβῆς, ὃ δοξασθείη μὲν ἂν εἶναι φαύλου πέρι μῆκος πολὺ λόγων περιττὸν εἰρημένον, φανείη δὲ τάχʼ ἂν ἴσως τοῦ μήκους γʼ αὐτῶν οὐκ ἀπάξιον.
如此,邪恶与美德也将为我们奠定更清晰的界限;而一旦这一点变得更加明白,教育和其他习惯或许也会变得更加显而易见,尤其是关于饮酒的消遣,这也许会被认为是对一个琐碎主题进行的长篇累牍的赘述,但或许很快就会显出它配得上这样的篇幅。
ΚΛ. εὖ λέγεις, καὶ περαίνωμεν ὅτιπερ ἂν τῆς γε νῦν διατριβῆς ἄξιον γίγνηται.
CL. 克里尼亚:说得好,让我们把任何配得上当前消遣的事情讨论到底。
ΑΘ. λέγε δή· προσφέροντες τῷ θαύματι τούτῳ τὴν μέθην, ποῖόν τί ποτε αὐτὸ ἀπεργαζόμεθα;
ATH. 雅典人:那么请说:当我们将醉酒施加于这个玩偶身上时,我们会使它变成怎样的一种状态呢?
ΚΛ. πρὸς τί δὲ σκοπούμενος αὐτὸ ἐπανερωτᾷς;
CL. 克里尼亚:你是着眼于什么而反过来问这个问题的?
ΑΘ. οὐδέν πω πρὸς ὅτι, τοῦτο δὲ ὅλως κοινωνῆσαν τούτῳ ποῖόν τι συμπίπτει γίγνεσθαι.
ATH. 雅典人:目前还没有具体的指向,只是想知道这件事情与那件事情结合时,整体上会发生什么。
ἔτι δὲ σαφέστερον ὃ βούλομαι πειράσομαι φράζειν. ἐρωτῶ γὰρ τὸ τοιόνδε·
我将试着把我想说的解释得更明白一些。
ἆρα σφοδροτέρας τὰς ἡδονὰς καὶ λύπας καὶ θυμοὺς καὶ ἔρωτας ἡ τῶν οἴνων πόσις ἐπιτείνει;
因为我问的是这样的问题:饮酒是否会使快乐、痛苦、愤怒和欲望变得更加剧烈?
ΚΛ. πολύ γε.
CL. 克里尼亚:非常如此。
ΑΘ. τί δʼ αὖ τὰς αἰσθήσεις καὶ μνήμας καὶ δόξας καὶ φρονήσεις;
ATH. 雅典人:那么感觉、记忆、思惑和思虑又如何呢?
πότερον ὡσαύτως σφοδροτέρας;
它们是否也同样变得更剧烈?
ἢ πάμπαν ἀπολείπει ταῦτα αὐτόν, ἂν κατακορής τις τῇ μέθῃ γίγνηται;
还是说,如果一个人彻底沉醉于酒精,这些东西就会完全离开他?
ΚΛ. ναί, πάμπαν ἀπολείπει.
CL. 克里尼亚:是的,完全离开他。
ΑΘ. οὐκοῦν εἰς ταὐτὸν ἀφικνεῖται τὴν τῆς ψυχῆς ἕξιν τῇ τότε ὅτε νέος ἦν παῖς;
ATH. 雅典人:那么,他的灵魂状态不就回到了他还是个幼童时的状态了吗?
ΚΛ. τί μήν;
CL. 克里尼亚:确实如此。
ΑΘ. ἥκιστα δὴ τότʼ ἂν αὐτὸς αὑτοῦ γίγνοιτο ἐγκρατής.
ATH. 雅典人:那时,他自己最无法控制自己了。
§1.646ΚΛ. ἥκιστα.
CL. 克里尼亚:最无法控制。
ΑΘ. ἆρʼ οὖν πονηρότατος, φαμέν, ὁ τοιοῦτος;
ATH. 雅典人:那么,我们会说这样的人处于最糟糕的状态吗?
ΚΛ. πολύ γε.
CL. 克里尼亚:大有此理。
ΑΘ. οὐ μόνον ἄρʼ, ὡς ἔοικεν, ὁ γέρων δὶς παῖς γίγνοιτʼ ἄν, ἀλλὰ καὶ ὁ μεθυσθείς. ΚΛ. ἄριστα εἶπες, ὦ ξένε.
ATH. 雅典人:看来,不仅老人会变成“双重孩童”,喝醉的人也是如此。 CL. 克里尼亚:说得极好,异乡人。
ΑΘ. τούτου δὴ τοῦ ἐπιτηδεύματος ἔσθʼ ὅστις λόγος ἐπιχειρήσει πείθειν ἡμᾶς ὡς χρὴ γεύεσθαι καὶ μὴ φεύγειν παντὶ σθένει κατὰ τὸ δυνατόν;
ATH. 雅典人:那么,会有什么论证试图说服我们,让我们应当尝试这种习惯,而不是尽最大可能用尽全力去避开它吗?
ΚΛ. ἔοικʼ εἶναι· σὺ γοῦν φῂς καὶ ἕτοιμος ἦσθα νυνδὴ λέγειν.
CL. 克里尼亚:似乎是有的;无论如何,你自己是这么说的,而且刚才已经准备好要说了。
ΑΘ. ἀληθῆ μέντοι μνημονεύεις· καὶ νῦν γʼ εἴμʼ ἕτοιμος, ἐπειδήπερ σφώ γε ἐθελήσειν προθύμως ἔφατον ἀκούειν.
ATH. 雅典人:你记得确实没错;现在我已经准备好了,既然你们两位刚才说非常渴望听一听。
ΚΛ. πῶς δʼ οὐκ ἀκουσόμεθα;
CL. 克里尼亚:我们怎么会不听呢?
κἂν εἰ μηδενὸς ἄλλου χάριν, ἀλλὰ τοῦ θαυμαστοῦ τε καὶ ἀτόπου, εἰ δεῖ ἑκόντα ποτὲ ἄνθρωπον εἰς ἅπασαν φαυλότητα ἑαυτὸν ἐμβάλλειν.
即使不为别的,单为了这件奇妙而怪异的事情——如果人应当在某个时候自愿将自己投入到彻底的卑俗之中——我们也值得一听。
ΑΘ. ψυχῆς λέγεις·
ATH. 雅典人:你指的是灵魂,对吧?
ἦ γάρ; ΚΛ. ναί.
CL. 克里尼亚:是的。
ΑΘ. τί δέ;
ATH. 雅典人:那么身体呢,朋友?
σώματος, ὦ ἑταῖρε, εἰς πονηρίαν, λεπτότητά τε καὶ αἶσχος καὶ ἀδυναμίαν, θαυμάζοιμεν ἂν εἴ ποτέ τις ἑκὼν ἐπὶ τὸ τοιοῦτον ἀφικνεῖται;
如果有人自愿陷入这种糟糕、消瘦、丑陋和无力的状态,我们会感到奇怪吗?
ΚΛ. πῶς γὰρ οὔ;
CL. 克里尼亚:怎么会不呢?
ΑΘ. τί οὖν; τοὺς εἰς τὰ ἰατρεῖα αὐτοὺς βαδίζοντας ἐπὶ φαρμακοποσίᾳ ἀγνοεῖν οἰόμεθα ὅτι μετʼ ὀλίγον ὕστερον καὶ ἐπὶ πολλὰς ἡμέρας ἕξουσιν τοιοῦτον τὸ σῶμα, οἷον εἰ διὰ τέλους ἔχειν μέλλοιεν, ζῆν οὐκ ἂν δέξαιντο;
ATH. 雅典人:那么,对于那些自己走到诊所去服药的人,我们难道以为他们不知道,在不久之后以及在接下来的许多天里,他们的身体会处于一种状态,这种状态如果让他们终身保持,他们会宁可不活吗?
ἢ τοὺς ἐπὶ τὰ γυμνάσια καὶ πόνους ἰόντας οὐκ ἴσμεν ὡς ἀσθενεῖς εἰς τὸ παραχρῆμα γίγνονται;
或者,对于那些去健身房并从事劳作的人,我们难道不知道他们暂时会变得虚弱吗?
ΚΛ. πάντα ταῦτα ἴσμεν.
CL. 克里尼亚:这些事情我们全知道。
ΑΘ. καὶ ὅτι τῆς μετὰ ταῦτα ὠφελίας ἕνεκα ἑκόντες πορεύονται;
ATH. 雅典人:而且他们是为了随之而来的益处而自愿前去的?
ΚΛ. κάλλιστα.
CL. 克里尼亚:说得极其正确。
ΑΘ. οὐκοῦν χρὴ καὶ τῶν ἄλλων ἐπιτηδευμάτων πέρι διανοεῖσθαι τὸν αὐτὸν τρόπον;
ATH. 雅典人:那么,我们难道不也应当以同样的方式去思考其他的习惯吗?
ΚΛ. πάνυ γε.
CL. 克里尼亚:当然。
ΑΘ. καὶ τῆς περὶ τὸν οἶνον ἄρα διατριβῆς ὡσαύτως διανοητέον, εἴπερ ἔνι τοῦτο ἐν τούτοις ὀρθῶς διανοηθῆναι.
ATH. 雅典人:因此,关于饮酒的消遣,我们也必须同样思考,如果这件事情确实属于应当被正确思考的那些事情之列的话。
ΚΛ. πῶς δʼ οὔ;
CL. 克里尼亚:怎么会不呢?
ΑΘ. ἂν ἄρα τινὰ ἡμῖν ὠφελίαν ἔχουσα φαίνηται μηδὲν τῆς περὶ τὸ σῶμα ἐλάττω, τῇ γε ἀρχῇ τὴν σωμασκίαν νικᾷ τῷ τὴν μὲν μετʼ ἀλγηδόνων εἶναι, τὴν δὲ μή.
ATH. 雅典人:那么,如果它向我们显示出具有某种绝不亚于关于身体的益处,它在一开始就战胜了身体锻炼,因为一旁是伴随着痛苦的,而另一旁则不然。
ΚΛ. ὀρθῶς λέγεις, θαυμάζοιμι δʼ ἂν εἴ τι δυναίμεθα τοιοῦτον ἐν αὐτῷ καταμαθεῖν.
CL. 克里尼亚:你说的对;但如果我们在它之中能够发现任何这样的东西,我会感到惊讶。
ΑΘ. τοῦτʼ αὐτὸ δὴ νῦν, ὡς ἔοιχʼ, ἡμῖν ἤδη πειρατέον φράζειν. καί μοι λέγε·
ATH. 雅典人:看来我们现在必须立即尝试解释这件事情了。
δύο φόβων εἴδη σχεδὸν ἐναντία δυνάμεθα κατανοῆσαι;
那么请告诉我:我们能够理解两种几乎相反的恐惧类型吗?
ΚΛ. ποῖα δή;
CL. 克里尼亚:到底是哪两种呢?
ΑΘ. τὰ τοιάδε· φοβούμεθα μέν που τὰ κακά, προσδοκῶντες γενήσεσθαι.
ATH. 雅典人:比如这样的:我们大概会害怕恶事,预期它们将会发生。
ΚΛ. ναί.
CL. 克里尼亚:是的。

词汇与语法注释

  1. 645aμιᾷ — 阴性单数与格 μιᾷ 与属格 τῶν ἕλξεων 结合,构成“这些拉扯中的某一个”,并充当分词 συνεπόμενον(“跟随”)所支配的与格补足语。
  2. 645aδεῖν — 这是由主动词 φησιν 引导的带对格的不定式(ACI)结构的一部分。其逻辑主语 ἕκαστον(“每个人”)同时也是后文不定式 ἀνθέλκειν(“反向拉扯”)的主语,形成了嵌套结构。
  3. 645bὃ νοεῖ — 包含先行词的中性单数关系代词 ὅ(此处带有重音符号记作 ὃ)是动词 νοεῖ(“意味着”或“意指”)的宾语。整个短语充当名词性从句,意为“自我克制与自我败坏”到底“意味着什么”。
  4. 646dτῷ — 中性单数与格定冠词 τῷ 引导了后文的名词化不定式从句(τὴν μὲν ... εἶναι, τὴν δὲ μή),用作表示方面或原因的与格(“因为一旁伴随着痛苦,而另一旁则不然”),解释了饮酒的消遣在何种意义上战胜了(νικᾷ)身体锻炼。

引用这一段

柏拉图, 法律篇 §1.645-1.646. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:1.645-1.646

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。