Humanitext Reader

柏拉图 · 法律篇 §1.647-1.648

两种恐惧与培养美德的恐惧训练

第 13 段,共 186 段 · 希腊语

内容简介

雅典人区分了两种恐惧,即对耻辱(羞耻)的恐惧与其他恐惧,并探讨了恐惧训练在培养美德(尤其是勇气和节制)中的重要性。他进而指出,如果存在一种能引发恐惧的虚构药水,那它对测试和训练公民将极其有用。

§1.647ΑΘ. φοβούμεθα δέ γε πολλάκις δόξαν, ἡγούμενοι δοξάζεσθαι κακοί, πράττοντες ἢ λέγοντές τι τῶν μὴ καλῶν·
ATH. 雅典人:但是,我们常常害怕舆论,因为我们认为,当我们在做或说一些不美的事情时,会被认为是不好的人。
ὃν δὴ καὶ καλοῦμεν τὸν φόβον ἡμεῖς γε, οἶμαι δὲ καὶ πάντες, αἰσχύνην.
这种恐惧,我们自己,我想所有人,都称之为“羞耻”。
ΚΛ. τί δʼ οὔ;
CL. 克里尼亚:怎么会不呢?
ΑΘ. τούτους δὴ δύο ἔλεγον φόβους· ὧν ὁ ἕτερος ἐναντίος μὲν ταῖς ἀλγηδόσιν καὶ τοῖς ἄλλοις φόβοις, ἐναντίος δʼ ἐστὶ ταῖς πλείσταις καὶ μεγίσταις ἡδοναῖς.
ATH. 雅典人:我刚才说的正是这两种恐惧:其中一种与痛苦和其他恐惧相反,但也与大多数和最大的快乐相反。
ΚΛ. ὀρθότατα λέγεις.
CL. 克里尼亚:你说得极对。
ΑΘ. ἆρʼ οὖν οὐ καὶ νομοθέτης, καὶ πᾶς οὗ καὶ σμικρὸν ὄφελος, τοῦτον τὸν φόβον ἐν τιμῇ μεγίστῃ σέβει, καὶ καλῶν αἰδῶ, τὸ τούτῳ θάρρος ἐναντίον ἀναίδειάν τε προσαγορεύει καὶ μέγιστον κακὸν ἰδίᾳ τε καὶ δημοσίᾳ πᾶσι νενόμικεν;
ATH. 雅典人:那么,难道立法者,以及任何稍微有用的人,不都将这种恐惧奉为至高无上的荣誉,并称之为对美好事物的“敬畏”,而将与此相反的胆大妄为称为“无耻”,并认为它在私下和公共场合对所有人来说都是最大的恶吗?
ΚΛ. ὀρθῶς λέγεις.
CL. 克里尼亚:你说得对。
ΑΘ. οὐκοῦν τά τʼ ἄλλα πολλὰ καὶ μεγάλα ὁ φόβος ἡμᾶς οὗτος σῴζει, καὶ τὴν ἐν τῷ πολέμῳ νίκην καὶ σωτηρίαν ἓν πρὸς ἓν οὐδὲν οὕτως σφόδρα ἡμῖν ἀπεργάζεται;
ATH. 雅典人:那么,这种恐惧难道不也在其他许多重大事情上拯救了我们,而且在战争中没有任何东西能像它那样,一对一地为我们带来胜利和拯救吗?
δύο γὰρ οὖν ἐστὸν τὰ τὴν νίκην ἀπεργαζόμενα, θάρρος μὲν πολεμίων, φίλων δὲ φόβος αἰσχύνης πέρι κακῆς.
因为带来胜利的确实有两样东西:对敌人的勇敢,以及在朋友面前对坏羞耻的恐惧。
ΚΛ. ἔστι ταῦτα.
CL. 克里尼亚:确实如此。
ΑΘ. ἄφοβον ἡμῶν ἄρα δεῖ γίγνεσθαι καὶ φοβερὸν ἕκαστον· ὧν δʼ ἑκάτερον ἕνεκα, διῃρήμεθα.
ATH. 雅典人:因此,我们每个人都必须变得无所畏惧,同时也必须变得有所畏惧;至于这两者各自为了什么目的,我们已经区分过了。
ΚΛ. πάνυ μὲν οὖν.
CL. 克里尼亚:完全如此。
ΑΘ. καὶ μὴν ἄφοβόν γε ἕκαστον βουληθέντες ποιεῖν φόβων πολλῶν τινων, εἰς φόβον ἄγοντες αὐτὸν μετὰ νόμου, τοιοῦτον ἀπεργαζόμεθα.
ATH. 雅典人:而且,当我们希望使每个人在面对许多特定恐惧时都无所畏惧时,我们通过在法律指引下将他带入恐惧中,从而使他成为这样的人。
ΚΛ. φαινόμεθα.
CL. 克里尼亚:看来是这样。
ΑΘ. τί δʼ ὅταν ἐπιχειρῶμέν τινα φοβερὸν ποιεῖν μετὰ δίκης;
ATH. 雅典人:但是,当我们试图通过正义使某人变得有所畏惧时,情况又是怎样的呢?
ἆρʼ οὐκ ἀναισχυντίᾳ συμβάλλοντας αὐτὸν καὶ προσγυμνάζοντας νικᾶν δεῖ ποιεῖν διαμαχόμενον αὑτοῦ ταῖς ἡδοναῖς;
难道我们不应当让他与无耻对抗并加以训练,使他在与自己的快乐作斗争时赢得胜利吗?
ἢ τῇ μὲν δειλίᾳ τῇ ἐν αὑτῷ προσμαχόμενον καὶ νικῶντα αὐτὴν δεῖ τέλεον οὕτω γίγνεσθαι πρὸς ἀνδρείαν, ἄπειρος δὲ δήπου καὶ ἀγύμναστος ὢν τῶν τοιούτων ἀγώνων ὁστισοῦν οὐδʼ ἂν ἥμισυς ἑαυτοῦ γένοιτο πρὸς ἀρετήν, σώφρων δὲ ἄρα τελέως ἔσται μὴ πολλαῖς ἡδοναῖς καὶ ἐπιθυμίαις προτρεπούσαις ἀναισχυντεῖν καὶ ἀδικεῖν διαμεμαχημένος καὶ νενικηκὼς μετὰ λόγου καὶ ἔργου καὶ τέχνης ἔν τε παιδιαῖς καὶ ἐν σπουδαῖς, ἀλλʼ ἀπαθὴς ὢν πάντων τῶν τοιούτων;
或者说,通过与自己体内的懦弱作斗争并战胜它,人才必须在勇气方面变得如此完美,而任何对这种斗争毫无经验且未受训练的人,在美德方面甚至无法达到自己的一半——难道一个人在没有通过理性、行动和技术,在嬉戏和认真中,与诱使他变得无耻和不公的许多快乐和欲望进行斗争并战胜它们的情况下,而仅仅是对所有这些事情毫无感觉,就能成为完全节制的人吗?
ΚΛ. οὔκουν τόν γʼ εἰκότα λόγον ἂν ἔχοι.
CL. 克里尼亚:这当然不符合合情合理的论证。
ΑΘ. τί οὖν;
ATH. 雅典人:那么,怎么样?
§1.648ΑΘ. φόβου φάρμακον ἔσθʼ ὅστις θεὸς ἔδωκεν ἀνθρώποις, ὥστε ὁπόσῳ πλέον ἂν ἐθέλῃ τις πίνειν αὐτοῦ, τοσούτῳ μᾶλλον αὐτὸν νομίζειν καθʼ ἑκάστην πόσιν δυστυχῆ γίγνεσθαι, καὶ φοβεῖσθαι τὰ παρόντα καὶ τὰ μέλλοντα αὑτῷ πάντα, καὶ τελευτῶντα εἰς πᾶν δέος ἰέναι τὸν ἀνδρειότατον ἀνθρώπων, ἐκκοιμηθέντα δὲ καὶ τοῦ πώματος ἀπαλλαγέντα πάλιν ἑκάστοτε τὸν αὐτὸν γίγνεσθαι.
ATH. 雅典人:是否有某位神明赐予人类一种“恐惧的药水”,以至于一个人越想多喝它,在每一口喝下去时,他就越觉得自己变得不幸,并害怕现在和未来的一切,最终连最勇敢的人也会陷入彻底的恐惧,但当他睡醒并从药水中解脱出来时,每一次他又变回原来的自己?
ΚΛ. καὶ τί τοιοῦτον φαῖμεν ἄν, ὦ ξένε, ἐν ἀνθρώποις γεγονέναι πῶμα;
CL. 克里尼亚:异乡人啊,我们怎能说人类中曾存在过这样一种药水呢?
ΑΘ. οὐδέν· εἰ δʼ οὖν ἐγένετό ποθεν, ἔσθʼ ὅτι πρὸς ἀνδρείαν ἦν ἂν νομοθέτῃ χρήσιμον;
ATH. 雅典人:确实没有;但如果它真的从哪里产生了,它是否会对立法者培养勇气有用呢?
οἷον τὸ τοιόνδε περὶ αὐτοῦ καὶ μάλα εἴχομεν ἂν αὐτῷ διαλέγεσθαι· φέρε, ὦ νομοθέτα, εἴτε Κρησὶν εἴθʼ οἱστισινοῦν νομοθετεῖς, πρῶτον μὲν τῶν πολιτῶν ἆρʼ ἂν δέξαιο βάσανον δυνατὸς εἶναι λαμβάνειν ἀνδρείας τε πέρι καὶ δειλίας;
例如,我们大可以关于它与他进行如下对话:“来吧,立法者,无论你是为克里特人还是为其他人立法,首先,你是否愿意能够拥有一种关于市民勇气和懦弱的试金石?
ΚΛ. φαίη που πᾶς ἂν δῆλον ὅτι.
” CL. 克里尼亚:显然每个人都会说是的。
ΑΘ. τί δέ; μετʼ ἀσφαλείας καὶ ἄνευ κινδύνων μεγάλων ἢ μετὰ τῶν ἐναντίων;
ATH. 雅典人:那么,这是一种安全且没有巨大危险的方式,还是相反的方式?
ΚΛ. καὶ τοῦτο μετὰ τῆς ἀσφαλείας συνομολογήσει πᾶς.
CL. 克里尼亚:关于这一点,每个人也都会同意,是用安全的方式。
ΑΘ. χρῷο δʼ ἂν εἰς τοὺς φόβους τούτους ἄγων καὶ ἐλέγχων ἐν τοῖς παθήμασιν, ὥστε ἀναγκάζειν ἄφοβον γίγνεσθαι, παρακελευόμενος καὶ νουθετῶν καὶ τιμῶν, τὸν δὲ ἀτιμάζων, ὅστις σοι μὴ πείθοιτο εἶναι τοιοῦτος οἷον σὺ τάττοις ἐν πᾶσιν;
ATH. 雅典人:那么,你会使用它,把他们带入这些恐惧中,并在这些体验中检验他们,从而强迫他们变得无所畏惧,鼓励、劝诫并给予荣誉,而对于那些不服从你、不在一切事物中成为你所指定的样子的人则予以羞辱吗?
καὶ γυμνασάμενον μὲν εὖ καὶ ἀνδρείως ἀζήμιον ἀπαλλάττοις ἄν, κακῶς δέ, ζημίαν ἐπιτιθείς;
而且,对于训练得好且勇敢的人,你会无罪释放他,而对于训练得差的人,则予以惩罚?
ἢ τὸ παράπαν οὐκ ἂν χρῷο, μηδὲν ἄλλο ἐγκαλῶν τῷ πώματι;
还是说,因为对这药水没有其他可抱怨的,你根本就不用它?
ΚΛ. καὶ πῶς οὐκ ἂν χρῷτο, ὦ ξένε;
CL. 克里尼亚:异乡人,他怎么会不用它呢?
ΑΘ. γυμνασία γοῦν, ὦ φίλε, παρὰ τὰ νῦν θαυμαστὴ ῥᾳστώνης ἂν εἴη καθʼ ἕνα καὶ κατʼ ὀλίγους καὶ καθʼ ὁπόσους τις ἀεὶ βούλοιτο· καὶ εἴτε τις ἄρα μόνος ἐν ἐρημίᾳ, τὸ τῆς αἰσχύνης ἐπίπροσθεν ποιούμενος, πρὶν εὖ σχεῖν ἡγούμενος ὁρᾶσθαι μὴ δεῖν, οὕτω πρὸς τοὺς φόβους γυμνάζοιτο, πῶμα μόνον ἀντὶ μυρίων πραγμάτων παρασκευαζόμενος, ὀρθῶς ἄν τι πράττοι, εἴτε τις ἑαυτῷ πιστεύων φύσει καὶ μελέτῃ καλῶς παρεσκευάσθαι, μηδὲν ὀκνοῖ μετὰ συμποτῶν πλειόνων γυμναζόμενος ἐπιδείκνυσθαι τὴν ἐν τῇ τοῦ πώματος ἀναγκαίᾳ διαφορᾷ δύναμιν ὑπερθέων καὶ κρατῶν, ὥστε ὑπʼ ἀσχημοσύνης μηδὲ ἓν σφάλλεσθαι μέγα μηδʼ ἀλλοιοῦσθαι διʼ ἀρετήν, πρὸς δὲ τὴν ἐσχάτην πόσιν ἀπαλλάττοιτο πρὶν ἀφικνεῖσθαι, τὴν πάντων ἧτταν φοβούμενος ἀνθρώπων τοῦ πώματος.
ATH. 雅典人:我的朋友,至少这种训练与现在的训练相比,将是奇妙而轻松的,无论是对于一个人、少数人,还是任何时候人们所希望的任意人数;而且,如果有人在孤独中独自一人,把羞耻放在前面,认为在自己达到良好状态之前不应该被看见,并以此来针对恐惧进行训练,只需准备一种药水来代替无数的繁琐事务,他就是做得很对;或者,如果有人凭着天性和练习确信自己已经做好了充分的准备,毫不犹豫地在许多酒友中进行训练,在药水必然引起的变化中,展现、超越并战胜它,从而使自己不因失态而有任何重大失误,也不因美德而发生改变,并在达到最后的狂饮之前离开,因为害怕被这药水击败。

词汇与语法注释

  1. 647aἡγούμενοι δοξάζεσθαι κακοί — 由于分词 `ἡγούμενοι` 的主语与不定式 `δοξάζεσθαι` 的逻辑主语一致,因此其表语补足语使用了主格 `κακοί`(“主格与不定式”结构),意为“认为自己会被当成坏人”。
  2. 647cὧν δʼ ἑκάτερον ἕνεκα, διῃρήμεθα — `ὧν` 是指代前述两种恐惧(对恶的恐惧与对羞耻的恐惧)的关系代词属格,受后置介词 `ἕνεκα`(为了)支配,整体作动词 `διῃρήμεθα`(我们已经区分)的宾语,相当于间接引语“这两者各自是为了什么目的”。
  3. 647dσώφρων δὲ ἄρα τελέως ἔσται μὴ... διαμεμαχημένος... ἀλλʼ ἀπαθὴς ὢν — 承接由 `ἆρʼ οὐκ...` 引起的反问语境(通过连词 `ἢ` 引入选择),结构复杂。“不曾与之斗争并战胜”(`μὴ... διαμεμαχημένος`)与“仅仅对它们毫无感觉”(`ἀλλʼ ἀπαθὴς ὢν`)形成对比,反问这样的人是否能成为“完全节制的人”(`σώφρων... ἔσται`)。否定词 `μὴ` 否定其后的分词。
  4. 648aἔσθʼ ὅτι πρὸς ἀνδρείαν ἦν ἂν νομοθέτῃ χρήσιμος — `ἔσθʼ ὅ提`(字面意为“是否存在……的可能/方式”)是询问“是否存在某种方式使得……”的惯用表达。`ἦν ἂν` 构成了非真实条件句的结句(表示与事实相反的假设或潜在可能性),意为“(如果存在这种药水)它会对立法者培养勇气有用吗”。

引用这一段

柏拉图, 法律篇 §1.647-1.648. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:1.647-1.648

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。