§1.643ΚΛ. τότʼ οὖν ἐξενώθησαν ὑμῖν οἱ πρόγονοι ἡμῶν, καὶ εὔνοιαν ἐκ τόσου ἔγωγε ὑμῖν καὶ οἱ ἡμέτεροι ἔχουσιν γονῆς.
CL. 克里尼亚:因此,正是在那时,我们的祖先与你们结为了客友,并且自那时起,我本人以及我们的后代都对你们心存好意。
ΑΘ. τὰ μὲν τοίνυν ὑμέτερα ἀκούειν, ὡς ἔοικεν, ἕτοιμʼ ἂν εἴη· τὰ δʼ ἐμὰ βούλεσθαι μὲν ἕτοιμα, δύνασθαι δὲ οὐ πάνυ ῥᾴδια, ὅμως δὲ πειρατέον.
ATH. 雅典人:那么,你们的事情看来已经准备好被倾听了;而我的事情,虽然意愿已经准备好了,但要做到却绝非易事,然而我们还是必须尝试。
πρῶτον δὴ οὖν πρὸς τὸν λόγον ὁρισώμεθα παιδείαν τί ποτʼ ἐστὶν καὶ τίνα δύναμιν ἔχει· διὰ γὰρ ταύτης φαμὲν ἰτέον εἶναι τὸν προκεχειρισμένον ἐν τῷ νῦν λόγον ὑφʼ ἡμῶν, μέχριπερ ἂν πρὸς τὸν θεὸν ἀφίκηται.
那么,首先,为了我们的讨论,让我们定义一下教育到底是什么,以及它具有什么样的力量;因为我们说,我们现在着手进行的论证必须通过它来前进,直到达到神。
ΚΛ. πάνυ μὲν οὖν δρῶμεν ταῦτα, εἴπερ σοί γε ἡδύ.
CL. 克里尼亚:如果这确实让你高兴,那我们就务必这样做。
ΑΘ. λέγοντος τοίνυν ἐμοῦ τί ποτε χρὴ φάναι παιδείαν εἶναι, σκέψασθε ἂν ἀρέσκῃ τὸ λεχθέν.
ATH. 雅典人:那么,在我谈到我们应当说教育是什么时,请你们审视所说的话是否让你们满意。
ΚΛ. λέγοις ἄν.
CL. 克里尼亚:请讲吧。
ΑΘ. λέγω δή, καί φημι τὸν ὁτιοῦν ἀγαθὸν ἄνδρα μέλλοντα ἔσεσθαι τοῦτο αὐτὸ ἐκ παίδων εὐθὺς μελετᾶν δεῖν, παίζοντά τε καὶ σπουδάζοντα ἐν τοῖς τοῦ πράγματος ἑκάστοις προσήκουσιν.
ATH. 雅典人:那么我来说,我主张:任何想要在某方面成为优秀的人,都必须从孩提时代起立即操练这件事情本身,在适合该事情的各项具体活动中,既通过游戏也通过严肃的态度来进行。
οἷον τὸν μέλλοντα ἀγαθὸν ἔσεσθαι γεωργὸν ἤ τινα οἰκοδόμον, τὸν μὲν οἰκοδομοῦντά τι τῶν παιδείων οἰκοδομημάτων παίζειν χρή, τὸν δʼ αὖ γεωργοῦντα, καὶ ὄργανα ἑκατέρῳ σμικρά, τῶν ἀληθινῶν μιμήματα, παρασκευάζειν τὸν τρέφοντα αὐτῶν ἑκάτερον, καὶ δὴ καὶ τῶν μαθημάτων ὅσα ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι καὶ πολεμικὸν ἱππεύειν παίζοντα ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων, οἷ ἀφικομένους αὐτοὺς δεῖ τέλος ἔχειν.
例如,对于将来要成为优秀的农夫或建筑师的人,一旁应当在游戏时建造一些孩子玩的建筑物,另一旁则应当在游戏时务农;而抚养他们中每一个的人,都应当为他们各自提供微型的、模仿真实工具的玩具体,而且甚至要让他们提前学习那些必须提前学好的功课——例如,木匠在游戏时要学习测量或定线,战士则要学习骑马或做其他类似的事情;并且必须尝试通过这些游戏,将孩子们的快乐和欲望引向他们最终到达时必须达到的终点。
κεφάλαιον δὴ παιδείας λέγομεν τὴν ὀρθὴν τροφήν, ἣ τοῦ παίζοντος τὴν ψυχὴν εἰς ἔρωτα μάλιστα ἄξει τούτου ὃ δεήσει γενόμενον ἄνδρʼ αὐτὸν τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῆς·
总之,我们说教育的要旨就是正确的养育,它将最大程度地引导游戏者的灵魂,去热爱他长大成人后,在这一行当的德性上达到完美所必须具备的东西。
ὁρᾶτε οὖν εἰ μέχρι τούτου γε, ὅπερ εἶπον, ὑμῖν ἀρέσκει τὸ λεχθέν.
那么,请看至少到我所说的这一步为止,这番话是否符合你们的心意。
ΚΛ. πῶς γὰρ οὔ;
CL. 克里尼亚:怎么会不呢?
ΑΘ. μὴ τοίνυν μηδʼ ὃ λέγομεν εἶναι παιδείαν ἀόριστον γένηται.
ATH. 雅典人:那么,千万不要让我们所谓的教育变得含混不清。
νῦν γὰρ ὀνειδίζοντες ἐπαινοῦντές θʼ ἑκάστων τὰς τροφάς, λέγομεν ὡς τὸν μὲν πεπαιδευμένον ἡμῶν ὄντα τινά, τὸν δὲ ἀπαίδευτον ἐνίοτε εἴς τε καπηλείας καὶ ναυκληρίας καὶ ἄλλων τοιούτων μάλα πεπαιδευμένων σφόδρα ἀνθρώπων· οὐ γὰρ ταῦτα ἡγουμένων, ὡς ἔοικʼ, εἶναι παιδείαν ὁ νῦν λόγος ἂν εἴη, τὴν δὲ πρὸς ἀρετὴν ἐκ παίδων παιδείαν, ποιοῦσαν ἐπιθυμητήν τε καὶ ἐραστὴν τοῦ πολίτην γενέσθαι τέλεον, ἄρχειν τε καὶ ἄρχεσθαι ἐπιστάμενον μετὰ δίκης.
因为现在,我们在批评或赞扬各人的养育时,会把我们中的某个人说成是受过教育的,而有时把另一些人说成是未受过教育的,即便他们是在零售、航运以及其他类似领域受过极高训练的人;因为,看来现在的论证并不会把这些事情视为教育,而是把那从小向着德性发展的教育视为教育,它使人渴望并热切地想成为完美的公民,懂得如何在正义之下进行统治和被统治。
§1.644ΑΘ. ταύτην τὴν τροφὴν ἀφορισάμενος ὁ λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται, νῦν βούλοιτʼ ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς χρήματα τείνουσαν ἤ τινα πρὸς ἰσχύν, ἢ καὶ πρὸς ἄλλην τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης, βάναυσόν τʼ εἶναι καὶ ἀνελεύθερον καὶ οὐκ ἀξίαν τὸ παράπαν παιδείαν καλεῖσθαι.
ATH. 雅典人:在我看来,这个论证在对这种养育做出界定之后,现在会希望唯独把这称为“教育”,而将那些导向财富、某种力量、或者不带理智与正义的其他某种智慧的训练,称为粗俗和不自由的,根本不配被称为教育。
ἡμεῖς δὴ μηδὲν ὀνόματι διαφερώμεθʼ αὑτοῖς, ἀλλʼ ὁ νυνδὴ λόγος ἡμῖν ὁμολογηθεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευμένοι σχεδὸν ἀγαθοὶ γίγνονται, καὶ δεῖ δὴ τὴν παιδείαν μηδαμοῦ ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις ἀνδράσιν παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δʼ ἐστὶν ἐπανορθοῦσθαι, τοῦτʼ ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ δύναμιν.
我们确实不要在名称上彼此争执,而让刚才被我们一致同意的观点保持下去,即:凡是受到正确教育的人,大抵都会成为优秀的人,而且我们绝不应该贬低教育,因为它是来到最优秀的人身上的最美好事物中的第一项;而且如果它有时偏离了,但又是可以纠正的,那么每个人在一生中都必须竭尽全力去这样做。
ΚΛ. ὀρθῶς, καὶ συγχωροῦμεν ἃ λέγεις.
CL. 克里尼亚:说得对,我们赞同你所说的。
ΑΘ. καὶ μὴν πάλαι γε συνεχωρήσαμεν ὡς ἀγαθῶν μὲν ὄντων τῶν δυναμένων ἄρχειν αὑτῶν, κακῶν δὲ τῶν μή.
ATH. 雅典人:而且,我们很久以前就已经同意:能够统治自己的人是优秀的,而不能统治自己的人是糟糕的。
ΚΛ. λέγεις ὀρθότατα.
CL. 克里尼亚:你说的极其正确。
ΑΘ. σαφέστερον ἔτι τοίνυν ἀναλάβωμεν τοῦτʼ αὐτὸ ὅτι ποτὲ λέγομεν.
ATH. 雅典人:那么,让我们更清晰地重新思考一下,我们到底在说些什么。
καί μοι διʼ εἰκόνος ἀποδέξασθε ἐάν πως δυνατὸς ὑμῖν γένωμαι δηλῶσαι τὸ τοιοῦτον.
如果我能以某种方式向你们说清楚这种事情,就请通过一个比喻来接受它。
ΚΛ. λέγε μόνον.
CL. 克里尼亚:你尽管说吧。
ΑΘ. οὐκοῦν ἕνα μὲν ἡμῶν ἕκαστον αὐτὸν τιθῶμεν;
ATH. 雅典人:那么,我们是否假定我们每个人自己都是一个独立的个体?
ΚΛ. ναί.
CL. 克里尼亚:是的。
ΑΘ. δύο δὲ κεκτημένον ἐν αὑτῷ συμβούλω ἐναντίω τε καὶ ἄφρονε, ὣ προσαγορεύομεν ἡδονὴν καὶ λύπην;
ATH. 雅典人:并且,每个人都在自身之中拥有两个相反且愚蠢的顾问,我们称之为“快乐”和“痛苦”?
ΚΛ. ἔστι ταῦτα.
CL. 克里尼亚:确实如此。
ΑΘ. πρὸς δὲ τούτοιν ἀμφοῖν αὖ δόξας μελλόντων, οἷν κοινὸν μὲν ὄνομα ἐλπίς, ἴδιον δέ, φόβος μὲν ἡ πρὸ λύπης ἐλπίς, θάρρος δὲ ἡ πρὸ τοῦ ἐναντίου·
ATH. 雅典人:而在除了这两个之外,还有关于未来的意见,它们共同的名字叫“预期”;具体而言,痛苦来临前的预期叫作“恐惧”,而其相反情况来临前的预期则叫作“自信”。
ἐπὶ δὲ πᾶσι τούτοις λογισμὸς ὅτι ποτʼ αὐτῶν ἄμεινον ἢ χεῖρον, ὃς γενόμενος δόγμα πόλεως κοινὸν νόμος ἐπωνόμασται.
而在这一切之上的则是“理性权衡”,判断其中哪一个更好或更坏,当它成为城邦的共同决议时,就被命名为“法律”。
ΚΛ. μόγις μέν πως ἐφέπομαι, λέγε μὴν τὸ μετὰ ταῦτα ὡς ἑπομένου.
CL. 克里尼亚:我确实勉强跟得上,但请假设我正跟着,继续说接下来的话吧。
ΜΕ. καὶ ἐν ἐμοὶ μὴν ταὐτὸν τοῦτο πάθος ἔνι.
ME. 梅吉路斯:确实,我身上也有完全相同的感受。
ΑΘ. περὶ δὴ τούτων διανοηθῶμεν οὑτωσί. θαῦμα μὲν ἕκαστον ἡμῶν ἡγησώμεθα τῶν ζῴων θεῖον, εἴτε ὡς παίγνιον ἐκείνων εἴτε ὡς σπουδῇ τινι συνεστηκός· οὐ γὰρ δὴ τοῦτό γε γιγνώσκομεν, τόδε δὲ ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν οἷον νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσίν τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι οὖσαι ἐπʼ ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται.
ATH. 雅典人:那么,让我们对这些事情做如下思考:让我们把我们每一个生物都看作是神明神圣的玩偶,无论它是被当作他们的玩具还是带着某种严肃的目的而构造出来的;因为这我们的确不晓得,但我们却知道这一点:我们体内的这些情感,就像拉动我们的绳子或细线一样,作为相反的力量,将我们拉向相反的行动,而这正是美德与邪恶的分野所在。