Humanitext Reader

柏拉图 · 法律篇 §1.639-1.640

首领的必要性与对酒宴的正当统率

第 9 段,共 186 段 · 希腊语

内容简介

雅典人通过牧羊、船长和将军的例子,阐明缺乏合适首领会导致对活动的误判,进而论证酒宴同样需要一位清醒且贤明的首领来维护和促进友谊。

§1.639ΜΕ. καὶ μὴν εἴ τινα ἔχομεν ὀρθὴν σκέψιν τῶν τοιούτων, οὐκ ἀποκνητέον ἀκούειν.
ME. 梅吉路斯:的确,如果我们对这些事情有任何正确的考察方法,我们就不应该犹豫去倾听。
ΑΘ. σκεψώμεθα δή πῃ τῇδε.
\nATH. 雅典人:那么让我们这样来考察吧。
φέρε, εἴ τις αἰγῶν τροφήν, καὶ τὸ ζῷον αὐτὸ κτῆμα ὡς ἔστιν καλόν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοῦ τοιούτου ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν;
且看,如果有人赞美养山羊,并称赞山羊这种动物本身是一件美好的财产,而另一个人看到山羊在没有牧羊人的情况下放牧、在农田中作恶,便予以指责,并且看到任何没有首领或在坏首领领导下的群体也都这样责怪,我们是否认为这样一个人的指责在任何方面会是健全合理的指责呢?
ΜΕ. καὶ πῶς;
\nME. 梅吉路斯:怎么可能呢?
ΑΘ. χρηστὸς δὲ ἄρχων ἔσθʼ ἡμῖν ἐν πλοίοις πότερον ἐὰν τὴν ναυτικὴν ἔχῃ ἐπιστήμην μόνον, ἄντʼ οὖν ναυτιᾷ ἄντε μή, ἢ πῶς ἂν λέγοιμεν;
\nATH. 雅典人:那么,船上的优秀首领,究竟是只要拥有航海知识,而不管他是否晕船,还是我们应该怎么说呢?
ΜΕ. οὐδαμῶς, ἄν γε πρὸς τῇ τέχνῃ ἔχῃ καὶ τοῦτο τὸ πάθος ὃ λέγεις.
\nME. 梅吉路斯:绝不是,如果他在技术之外,还患有你所说的这种症状。
ΑΘ. τί δʼ ἄρχων στρατοπέδων;
\nATH. 雅典人:那么军队的首领呢?
ἆρʼ ἐὰν τὴν πολεμικὴν ἔχῃ ἐπιστήμην, ἱκανὸς ἄρχειν, κἂν δειλὸς ὢν ἐν τοῖς δεινοῖς ὑπὸ μέθης τοῦ φόβου ναυτιᾷ;
如果他拥有军事知识,但他在危险中是个懦夫,因恐惧的“醉意”而“晕船”,他还有资格领导吗?
ΜΕ. καὶ πῶς;
\nME. 梅吉路斯:怎么可能呢?
ΑΘ. ἂν δὲ αὖ μήτε ἔχῃ τὴν τέχνην δειλός τε ᾖ;
\nATH. 雅典人:如果他既没有技术,又是个懦夫,那又如何呢?
ΜΕ. παντάπασίν τινα πονηρὸν λέγεις, καὶ οὐδαμῶς ἀνδρῶν ἄρχοντα ἀλλά τινων σφόδρα γυναικῶν.
\nME. 梅吉路斯:你说的是个彻底无用的人,他绝不是男人们的首领,而是一些极其女性化的人的首领。
ΑΘ. τί δʼ ἐπαινέτην ἢ ψέκτην κοινωνίας ἡστινοσοῦν ᾗ πέφυκέν τε ἄρχων εἶναι μετʼ ἐκείνου τε ὠφέλιμός ἐστιν, ὁ δὲ μήτε ἑωρακὼς εἴη ποτʼ ὀρθῶς αὐτὴν αὑτῇ κοινωνοῦσαν μετʼ ἄρχοντος, ἀεὶ δὲ ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων συνοῦσαν;
\n ATH. 雅典人:那么,对于任何一种本性上需要有首领且在首领领导下才有益的共同体,如果一个人从未见过它在首领引导下健康地自我组织,而总是看到它处于无首领状态或与坏首领混在一起,那么对于这样一个共同体的赞美者或指责者,我们又该怎么看呢?
οἰόμεθα δή ποτε τοὺς τοιούτους θεωροὺς τῶν τοιούτων κοινωνιῶν χρηστόν τι ψέξειν ἢ ἐπαινέσεσθαι;
我们是否认为这些以此种方式观察该共同体的人,能做出任何有益的非难或赞扬呢?
ΜΕ. πῶς δʼ ἄν, μηδέποτέ γε ἰδόντας μηδὲ συγγενομένους ὀρθῶς γενομένῳ μηδενὶ τῶν τοιούτων κοινωνημάτων;
\nME. 梅吉路斯:怎么可能呢? 既然他们从未见过、也从未参与过任何以正确方式进行的此类共同体。
ΑΘ. ἔχε δή· τῶν πολλῶν κοινωνιῶν συμπότας καὶ συμπόσια θεῖμεν ἂν μίαν τινὰ συνουσίαν εἶναι;
\nATH. 雅典人:且慢:在众多的共同体中,我们会把酒友和酒宴视为某种单一的聚会形式吗?
ΜΕ. καὶ σφόδρα γε.
\nME. 梅吉路斯:确实非常同意。
ΑΘ. ταύτην οὖν μῶν ὀρθῶς γιγνομένην ἤδη τις πώποτε ἐθεάσατο;
\nATH. 雅典人:那么,这种聚会以正确方式进行,至今有人曾亲眼目睹过吗?
καὶ σφῷν μὲν ἀποκρίνασθαι ῥᾴδιον ὡς οὐδεπώποτε τὸ παράπαν—οὐ γὰρ ἐπιχώριον ὑμῖν τοῦτο οὐδὲ νόμιμον—ἐγὼ δὲ ἐντετύχηκά τε πολλαῖς καὶ πολλαχοῦ, καὶ προσέτι πάσας ὡς ἔπος εἰπεῖν διηρώτηκα, καὶ σχεδὸν ὅλην μὲν οὐδεμίαν ὀρθῶς γιγνομένην ἑώρακα οὐδὲ ἀκήκοα, μόρια δʼ εἴ που σμικρὰ καὶ ὀλίγα, τὰ πολλὰ δὲ σύμπανθʼ ὡς εἰπεῖν διημαρτημένα.
对于你们两位来说,要回答“根本从未见过”是很容易的——因为这在你们当地既非习俗也非法令。 但我却在许多地方遇到过许多次,而且几乎对所有的聚会都作过探究。 可以说,我几乎没有看到过、也没有听说过任何一个整全地正确进行的酒宴,顶多只是在某些地方有极其微小且稀少的部分是正确的,而绝大多数可以说完全是错误的。
§1.640ΚΛ. πῶς δὴ ταῦτα, ὦ ξένε, λέγεις;
\n\nCL. 克里尼亚:外邦人啊,你这话是什么意思呢?
εἰπὲ ἔτι σαφέστερον·
请说得更明白些。
ἡμεῖς μὲν γάρ, ὅπερ εἶπες, ἀπειρίᾳ τῶν τοιούτων, οὐδὲ ἐντυγχάνοντες ἂν ἴσως εὐθύς γε γνοῖμεν τό τε ὀρθὸν καὶ μὴ γιγνόμενον ἐν αὐτοῖς.
因为正如你所说,由于我们对这些事情缺乏经验,即使遇到了,也许也无法立刻看出其中什么是正确的,什么是不正确的。
ΑΘ. εἰκὸς λέγεις·
\nATH. 雅典人:你说的很合情理。
ἀλλʼ ἐμοῦ φράζοντος πειρῶ μανθάνειν.
但我解释时,请试着去理解。
τὸ μὲν γὰρ ἐν πάσαις τε συνόδοις, καὶ κοινωνίαις πράξεων ὡντινωνοῦν, ὡς ὀρθὸν πανταχοῦ ἑκάστοις ἄρχοντα εἶναι, μανθάνεις;
在所有的集会以及任何行动的共同体中,在任何地方为每一个集体设立一个首领是正确的,这一点你理解吗?
ΚΛ. πῶς γὰρ οὔ;
\nCL. 克里尼亚:怎么会不理解呢?
ΑΘ. καὶ μὴν ἐλέγομεν νυνδὴ μαχομένων ὡς ἀνδρεῖον δεῖ τὸν ἄρχοντʼ εἶναι.
\nATH. 雅典人:而且,我们刚才还在谈到战斗人员时说过,首领必须是勇敢的。
ΚΛ. πῶς δʼ οὔ;
\nCL. 克里尼亚:当然。
ΑΘ. ὁ μὴν ἀνδρεῖος τῶν δειλῶν ὑπὸ φόβων ἧττον τεθορύβηται.
\nATH. 雅典人:而勇敢的人受到恐惧的扰乱确实要比懦夫少。
ΚΛ. καὶ τοῦτο οὕτως.
\n CL. 克里尼亚:这也是如此。
ΑΘ. εἰ δʼ ἦν τις μηχανὴ μηδὲν τὸ παράπαν δεδιότα μηδὲ θορυβούμενον ἐπιστῆσαι στρατοπέδῳ στρατηγόν, ἆρʼ οὐ τοῦτʼ ἂν παντὶ τρόπῳ ἐπράττομεν;
\nATH. 雅典人:如果有什么方法,可以把一个完全不感到害怕、也不受扰乱的人任命为军队的将领,我们难道不会想方设法去这样做吗?
ΚΛ. σφόδρα μὲν οὖν.
\nCL. 克里尼亚:确实如此。
ΑΘ. νῦν δέ γε οὐ στρατοπέδου περὶ λέγομεν ἄρξοντος ἐν ἀνδρῶν ὁμιλίαις ἐχθρῶν ἐχθροῖς μετὰ πολέμου, φίλων δʼ ἐν εἰρήνῃ πρὸς φίλους κοινωνησόντων φιλοφροσύνης.
\nATH. 雅典人:但现在我们所说的并不是在战争中率领军队去对付敌人的首领,而是在和平时期,朋友与朋友之间为了共享情谊而聚会的首领。
ΚΛ. ὀρθῶς.
\nCL. 克里尼亚:对。
ΑΘ. ἔστιν δέ γε ἡ τοιαύτη συνουσία, εἴπερ ἔσται μετὰ μέθης, οὐκ ἀθόρυβος.
\n ATH. 雅典人:然而,如果这种聚会确实伴随着醉酒,那就不可能没有喧闹。
ἦ γάρ;
不是吗?
ΚΛ. πῶς γάρ;
\nCL. 克里尼亚:怎么会没有喧闹呢?
ἀλλʼ οἶμαι πᾶν τοὐναντίον.
相反,我认为完全是相反的。
ΑΘ. οὐκοῦν πρῶτον μὲν καὶ τούτοις ἄρχοντος δεῖ;
\nATH. 雅典人:那么,首先,这些人也需要一个首领吗?
ΚΛ. τί μήν;
\nCL. 克里尼亚:那是当然!
ὡς οὐδενί γε πράγματι.
比任何其他事情都更需要。
ΑΘ. πότερον οὖν ἀθόρυβον, εἰ δυνατὸν εἴη, τὸν τοιοῦτον ἄρχοντα ἐκπορίζεσθαι δεῖ;
\nATH. 雅典人:那么,如果可能的话,我们应该提供一个不受扰乱的首领吗?
ΚΛ. πῶς γὰρ οὔ;
\nCL. 克里尼亚:当然。
ΑΘ. καὶ μὴν περί γε συνουσίας, ὡς ἔοικεν, αὐτὸν φρόνιμον εἶναι δεῖ·
\nATH. 雅典人:而且,关于聚会本身,他似乎必须是贤明的。
γίγνεται γὰρ φύλαξ τῆς τε ὑπαρχούσης φιλίας αὐτοῖς, καὶ ἔτι πλείονος ἐπιμελητὴς ὅπως ἔσται διὰ τὴν τότε συνουσίαν.
因为他要成为他们之间既有友谊的守护者,并且还要照料如何通过那次聚会使友谊更加深厚。
ΚΛ. ἀληθέστατα.
\nCL. 克里尼亚:最真实不过。
ΑΘ. οὐκοῦν νήφοντά τε καὶ σοφὸν ἄρχοντα μεθυόντων δεῖ καθιστάναι, καὶ μὴ τοὐναντίον;
\nATH. 雅典人:因此,必须设立一个清醒且贤明的首领来管理那些喝醉的人,而不是相反,对吗?
μεθυόντων γὰρ μεθύων καὶ νέος ἄρχων μὴ σοφός, εἰ μὴ κακὸν ἀπεργάσαιτό τι μέγα, πολλῇ χρῷτʼ ἂν ἀγαθῇ τύχῃ.
因为如果一个同样喝醉、年轻且不贤明的首领管理着醉酒的人们,而没有造成某种巨大的危害,那他就必须依靠极大的好运了。
ΚΛ. παμπόλλῃ μὲν οὖν.
\nCL. 克里尼亚:确实是极大的好运。
ΑΘ. οὐκοῦν εἰ μὲν γιγνομένων ὡς δυνατὸν ὀρθότατα τούτων ἐν ταῖς πόλεσι τῶν συνουσιῶν μέμφοιτό τις, ἐπικαλῶν αὐτῷ τῷ πράγματι, τάχʼ ἂν ὀρθῶς ἴσως μέμφοιτο·
\nATH. 雅典人:因此,如果有人在这些聚会于城邦中尽可能正确地进行时,仍因指责这一行径本身而予以非难,那么他的非难也许同样是正确的。
εἰ δὲ ἁμαρτανόμενον ὡς οἷόν τε μάλιστα ἐπιτήδευμά τις ὁρῶν λοιδορεῖ, πρῶτον μὲν δῆλον ὡς ἀγνοεῖ τοῦτʼ αὐτὸ γιγνόμενον οὐκ ὀρθῶς, εἶθʼ ὅτι πᾶν τούτῳ τῷ τρόπῳ φανεῖται πονηρόν, δεσπότου τε καὶ ἄρχοντος νήφοντος χωρὶς πραττόμενον.
但如果有人看到一种习惯以尽可能错误的方式被实施,便对其进行谩骂,那么首先很明显的是,他并不知道这件事情本身没有被正确地进行;其次,以此种方式,任何事情都将显得是糟糕的。

词汇与语法注释

  1. 639aτὸν τοῦ τοιούτου ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν; — 此句为宾格不定式结构,隶属于主句动词 ἡγούμεθα。语气助词 ἄν 修饰不定式 ψέξαι,表示潜在的可能性(“可能予以非难”)。不定式的逻辑主语是 τὸν τοῦ τοιούτου ψόγον。
  2. 639cτί δʼ ἐπαινέτην ἢ ψέκτην κοινωνίας ἡστινοσοῦν ... οἰόμεθα δή ποτε τοὺς τοιούτους ...; — 句首的 τί δʼ 是一个独立的引入句(“关于……又如何呢?”)。先提出了宾格名词短语 ἐπαινέτην ἢ ψέκτην...,随后通过以 οἰόμεθα 开始的疑问句重新组织了句子,其中的 τοὺς τοιούτους 指代前面的宾格名词短语,呈现出一种类似于无谓搭配(anacoluthon)的句法结构。
  3. 640dμεθυόντων γὰρ μεθύων καὶ νέος ἄρχων μὴ σοφός — 属格复数 μεθυόντων 作名词 ἄρχων 的属格补足语(“醉酒之人的首领”)。它与修饰 ἄρχων 的主格分词 μεθύων(自身醉酒的)形成对比。不应将其误解为属格独立结构(absolute genitive)。

引用这一段

柏拉图, 法律篇 §1.639-1.640. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:1.639-1.640

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。