§1.637ΜΕ. λέγεται μὲν ταῦτα, ὦ ξένε, καλῶς πως·
ME. 梅吉路斯:外邦人啊,这些话在某种程度上说得很好。
οὐ μὴν ἀλλʼ ἀφασία γʼ ἡμᾶς λαμβάνει τί ποτε χρὴ λέγειν πρὸς ταῦτα, ὅμως δʼ ἔμοιγε ὀρθῶς δοκεῖ τὸ τὰς ἡδονὰς φεύγειν διακελεύεσθαι τόν γε ἐν Λακεδαίμονι νομοθέτην, περὶ δὲ τῶν ἐν Κνωσῷ νόμων ὅδε, ἂν ἐθέλῃ, βοηθήσει.
然而,面对这些话,我们一时语塞,不知该说些什么。 不过,在我看来,拉刻代蒙的立法者命令人们避开快乐,这确实是正确的;至于克诺索斯的法律,如果这位愿意的话,他会来为其辩护的。
τὰ δʼ ἐν Σπάρτῃ κάλλιστʼ ἀνθρώπων δοκεῖ μοι κεῖσθαι τὰ περὶ τὰς ἡδονάς·
而在斯巴达,关于快乐的规定在我看来是人类中制定得最完美的。
οὗ γὰρ μάλιστʼ ἄνθρωποι καὶ μεγίσταις προσπίπτουσιν ἡδοναῖς καὶ ὕβρεσι καὶ ἀνοίᾳ πάσῃ, τοῦτʼ ἐξέβαλεν ὁ νόμος ἡμῶν ἐκ τῆς χώρας συμπάσης, καὶ οὔτʼ ἂν ἐπʼ ἀγρῶν ἴδοις, οὔτʼ ἐν ἄστεσιν ὅσων Σπαρτιάταις μέλει, συμπόσια οὐδʼ ὁπόσα τούτοις συνεπόμενα πάσας ἡδονὰς κινεῖ κατὰ δύναμιν, οὐδʼ ἔστιν ὅστις ἂν ἀπαντῶν κωμάζοντί τινι μετὰ μέθης οὐκ ἂν τὴν μεγίστην δίκην εὐθὺς ἐπιθείη, καὶ οὐδʼ ἂν Διονύσια πρόφασιν ἔχοντʼ αὐτὸν λύσαιτο, ὥσπερ ἐν ἁμάξαις εἶδόν ποτε παρʼ ὑμῖν ἐγώ, καὶ ἐν Τάραντι δὲ παρὰ τοῖς ἡμετέροις ἀποίκοις πᾶσαν ἐθεασάμην τὴν πόλιν περὶ τὰ Διονύσια μεθύουσαν·
因为,凡是人们最容易陷入、并最容易沉溺于极大快乐、狂妄自大和一切愚行之中的事物,我们的法律已经将其从我们整个国土中驱逐出去了。 无论在田野里,还是在斯巴达人所管辖的城市里,你都既看不到饮宴,也看不到任何随之而来的、极力挑动一切快乐的事物。 如果有人遇到因醉酒而狂欢作乐的人,谁都会立即对他施以最严厉的惩罚,即使他以迪奥尼索斯节为借口,也绝不能免受处罚。 这正像我曾经在你们那里看到人们坐在车上狂欢,并且在我们殖民地塔兰托,我也曾目睹整个城市在迪奥尼索斯节期间陷入酩酊大醉。
παρʼ ἡμῖν δʼ οὐκ ἔστʼ οὐδὲν τοιοῦτον.
但在我们这里,绝无此类事情。
ΑΘ. ὦ Λακεδαιμόνιε ξένε, ἐπαινετὰ μὲν πάντʼ ἐστὶν τὰ τοιαῦτα, ὅπου τινὲς ἔνεισιν καρτερήσεις, ὅπου δὲ ἀνεῖνται, βλακικώτερα·
ATH. 雅典人:拉刻代蒙的外邦人啊,所有这些做法,只要其中包含着某些克制与坚忍,就是值得称赞的;但如果这些做法被松懈放任,那就显得相当愚蠢了。
ταχὺ γάρ σου λάβοιτʼ ἄν τις τῶν παρʼ ἡμῶν ἀμυνόμενος, δεικνὺς τὴν τῶν γυναικῶν παρʼ ὑμῖν ἄνεσιν.
因为我们这里的人在反击时,很容易就会抓住你的把柄,指出你们那里的妇女是如何放纵无度的。
ἅπασιν δὴ τοῖς τοιούτοις, καὶ ἐν Τάραντι καὶ παρʼ ἡμῖν καὶ παρʼ ὑμῖν δέ, μία ἀπόκρισις ἀπολύεσθαι δοκεῖ τοῦ μὴ κακῶς ἔχειν ἀλλʼ ὀρθῶς·
实际上,对于所有这类事情,不论是在塔兰托、在我们这里、还是在你们那里,似乎都只有一种回答可以使其免于被视为糟糕、而显得是正确的。
πᾶς γὰρ ἀποκρινόμενος ἐρεῖ θαυμάζοντι ξένῳ, τὴν παρʼ αὐτοῖς ἀήθειαν ὁρῶντι,
μὴ θαύμαζε, ὦ ξένε·
因为每一个回答者面对一个看到他们那里不寻常的习惯而感到惊讶的外邦人时都会说:“外邦人啊,不要惊讶。
νόμος ἔσθʼ ἡμῖν οὗτος, ἴσως δʼ ὑμῖν περὶ αὐτῶν τούτων ἕτερος.
这是我们的法律,而在你们那里,关于这些相同的事情,也许有着另一种法律。
ἡμῖν δʼ ἐστὶ νῦν, ὦ φίλοι ἄνδρες, οὐ περὶ τῶν ἀνθρώπων τῶν ἄλλων ὁ λόγος, ἀλλὰ περὶ τῶν νομοθετῶν αὐτῶν κακίας τε καὶ ἀρετῆς.
”但亲爱的朋友们,我们现在的讨论并不是针对普通人的,而是针对立法者本身的恶与德。
ἔτι γὰρ οὖν εἴπωμεν πλείω περὶ ἁπάσης μέθης· οὐ γὰρ σμικρόν ἐστιν τὸ ἐπιτήδευμα οὐδὲ φαύλου διαγνῶναι νομοθέτου.
那么,让我们对所有的醉酒行为进行更深入的讨论吧;因为这绝非一桩小小的习俗,也不是一个平庸的立法者所能评判的。
λέγω δʼ οὐκ οἴνου περὶ πόσεως τὸ παράπαν ἢ μή, μέθης δὲ αὐτῆς πέρι, πότερον ὥσπερ Σκύθαι χρῶνται καὶ Πέρσαι χρηστέον, καὶ ἔτι Καρχηδόνιοι καὶ Κελτοὶ καὶ Ἴβηρες καὶ Θρᾷκες, πολεμικὰ σύμπαντα ὄντα ταῦτα γένη, ἢ καθάπερ ὑμεῖς·
我所说的并不是究竟要不要喝葡萄酒,而是关于“醉酒”本身,即我们究竟应该像塞西亚人和波斯人那样对待它,还是像同样全都是好战种族的迦太基人、凯尔特人、伊比利亚人和色雷斯人那样,抑或是像你们那样。
ὑμεῖς μὲν γάρ, ὅπερ λέγεις, τὸ παράπαν ἀπέχεσθε, Σκύθαι δὲ καὶ Θρᾷκες ἀκράτῳ παντάπασι χρώμενοι, γυναῖκές τε καὶ αὐτοί, καὶ κατὰ τῶν ἱματίων καταχεόμενοι, καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα ἐπιτηδεύειν νενομίκασι.
因为正如你所说,你们完全禁绝,而塞西亚人和色雷斯人,无论是男女都完全饮用纯酒,甚至洒在衣服上,还认为自己正在践行一种美好而幸福的习俗。
Πέρσαι δὲ σφόδρα μὲν χρῶνται καὶ ταῖς ἄλλαις τρυφαῖς ἃς ὑμεῖς ἀποβάλλετε, ἐν τάξει δὲ μᾶλλον τούτων.
另一方面,波斯人虽然也极多地饮酒并享受其他被你们排斥的奢侈,但比这些民族更有秩序。
§1.638ΜΕ. ὦ λῷστε, διώκομεν δέ γε ἡμεῖς πάντας τούτους, ὅταν ὅπλα εἰς τὰς χεῖρας λάβωμεν.
ME. 梅吉路斯:最优秀的人啊,但只要我们手握武器,我们就能把所有这些人追得四处逃窜。
ΑΘ. ὦ ἄριστε, μὴ λέγε ταῦτα·
ATH. 雅典人:最优秀的人啊,请不要说这样的话。
πολλαὶ γὰρ δὴ φυγαὶ καὶ διώξεις ἀτέκμαρτοι γεγόνασίν τε καὶ ἔσονται, διὸ φανερὸν ὅρον τοῦτον οὐκ ἄν ποτε λέγοιμεν, ἀλλὰ ἀμφισβητήσιμον, περὶ καλῶν ἐπιτηδευμάτων καὶ μή, νίκην τε καὶ ἧτταν λέγοντες μάχης.
因为无法证明因果的逃跑与追击,在过去和未来都有很多。 因此,通过谈论战斗中的胜负,我们绝不能以此作为一个清晰的界限来判定一种习俗是否优良,反而会使其成为争议的对象。
ἐπειδὴ γὰρ αἱ μείζους τὰς ἐλάττους πόλεις νικῶσιν μαχόμεναι καὶ καταδουλοῦνται, Συρακόσιοι μὲν Λοκρούς, οἳ δὴ δοκοῦσιν εὐνομώτατοι τῶν περὶ ἐκεῖνον τὸν τόπον γεγονέναι, Κείους δὲ Ἀθηναῖοι·
因为,大邦在战斗中打败并奴役小邦,这是常有的事:比如叙拉古人奴役了洛克里人——而洛克里人确实被认为是那一带法治最好的,又如雅典人奴役了凯奥斯人。
μυρία δὲ ἄλλα τοιαῦτʼ ἂν εὕροιμεν.
我们还能找到无数个其他这样的例子。
ἀλλὰ περὶ αὐτοῦ ἑκάστου ἐπιτηδεύματος πειρώμεθα λέγοντες πείθειν ἡμᾶς αὐτούς, νίκας δὲ καὶ ἥττας ἐκτὸς λόγου τὰ νῦν θῶμεν, λέγωμεν δʼ ὡς τὸ μὲν τοιόνδʼ ἐστὶν καλόν, τὸ δὲ τοιόνδε οὐ καλόν.
因此,让我们努力通过讨论来使我们自己信服,即针对每一种习俗本身进行探讨。 而胜负在目前就先置于讨论之外,让我们探讨“这样的事情是优良的,那样的则是不优良的”。
πρῶτον δʼ ἀκούσατέ τί μου, περὶ αὐτῶν τούτων ὡς δεῖ τό τε χρηστὸν καὶ τὸ μὴ σκοπεῖν.
不过首先,请听听我对这些相同的事情应该如何考察其有益和无益的看法。
ΜΕ. πῶς οὖν δὴ λέγεις;
ME. 梅吉路斯:那么,你究竟是怎么说的呢?
ΑΘ. δοκοῦσί μοι πάντες οἱ λόγῳ τι λαβόντες ἐπιτήδευμα, καὶ προθέμενοι ψέγειν αὐτὸ ἢ ἐπαινεῖν εὐθὺς ῥηθέν, οὐδαμῶς δρᾶν κατὰ τρόπον, ἀλλὰ ταὐτὸν ποιεῖν οἷον εἰ δή τις, ἐπαινέσαντός τινος πυροὺς βρῶμα ὡς ἀγαθόν, εὐθὺς ψέγοι, μὴ διαπυθόμενος αὐτοῦ μήτε τὴν ἐργασίαν μήτε τὴν προσφοράν, ὅντινα τρόπον καὶ οἷστισι καὶ μεθʼ ὧν καὶ ὅπως ἔχοντα καὶ ὅπως προσφέρειν ἔχουσιν.
ATH. 雅典人:在我看来,所有那些在讨论中提出某种习俗,并打算在它一被提及就对其进行非难或赞扬的人,都绝不是以合宜的方式行事,而是在做类似于这样的事:当有人赞扬小麦是一种好食物时,另一个人立刻进行非难,却既不询问它的加工方式,也不询问它的食用方式,即是以何种方式、给什么人、和什么一起、在什么状态下、以及他们应该如何食用它。
νῦν δὴ ταὐτόν μοι δοκοῦμεν ἡμεῖς ἐν τοῖς λόγοις ποιεῖν·
就在刚才,我们似乎也在讨论中做着同样的事情。
περὶ μέθης γὰρ ἀκούσαντες τοσοῦτον μόνον, εὐθὺς οἱ μὲν ψέγειν αὐτό, οἱ δʼ ἐπαινεῖν, καὶ μάλα ἀτόπως.
因为仅仅听到了关于“醉酒”这个词,立刻有人对其进行非难,有人对其进行赞扬,而且方式极其荒谬。
μάρτυσιν γὰρ καὶ ἐπαινέταις χρώμενοι ἐπαινοῦμεν ἑκάτεροι, καὶ οἱ μέν, ὅτι πολλοὺς παρεχόμεθα, ἀξιοῦμέν τι λέγειν κύριον, οἱ δέ, ὅτι τοὺς μὴ χρωμένους αὐτῷ ὁρῶμεν νικῶντας μαχομένους·
我们双方都通过引用证人和赞美者来进行称赞或非难:一方因为能举出许多人,便认为自己说的是有决定性意义的;另一方则因为看到不饮酒的人在战斗中获胜,便以此为据。
ἀμφισβητεῖται δʼ αὖ καὶ τοῦτο ἡμῖν.
但这在我们之间同样也是有争议的。
εἰ μὲν δὴ καὶ περὶ ἑκάστων οὕτω καὶ τῶν ἄλλων νομίμων διέξιμεν, οὐκ ἂν ἔμοιγε κατὰ νοῦν εἴη, τρόπον δὲ ἄλλον, ὃν ἐμοὶ φαίνεται δεῖν, ἐθέλω λέγειν περὶ αὐτοῦ τούτου, τῆς μέθης, πειρώμενος ἂν ἄρα δύνωμαι τὴν περὶ ἁπάντων τῶν τοιούτων ὀρθὴν μέθοδον ἡμῖν δηλοῦν, ἐπειδὴ καὶ μυρία ἐπὶ μυρίοις ἔθνη περὶ αὐτῶν ἀμφισβητοῦντα ὑμῖν πόλεσι δυοῖν τῷ λόγῳ διαμάχοιτʼ ἄν.
如果我们对于其他各项法律和习俗也同样这样讨论下去,那我可绝不赞同。 相反,我想用另一种在我看来是必要的方法,来探讨“醉酒”这件事情本身,并试图向我们展示对待所有此类事情的正确方法,因为毕竟有无数个国家在这些事情上存在争议,他们可能会在言论上与你们两个城邦激烈交锋。