§1.635ΚΛ. ὀρθότατά γε, ὦ ξένε, λέγεις, καὶ καθάπερ μάντις, ἀπὼν τῆς τότε διανοίας τοῦ τιθέντος αὐτά, νῦν ἐπιεικῶς μοι δοκεῖς ἐστοχάσθαι καὶ σφόδρα ἀληθῆ λέγειν.
克里尼亚德:外邦人啊,你说得极其正确。 就像一个预言家一样,尽管你并不在场,不了解当时制定法律者的意图,但现在依我看你已经猜测得相当准确,说出了非常真实的话。
ΑΘ. οὐκοῦν ἡμῖν τὰ νῦν ἐρημία μὲν νέων, αὐτοὶ δʼ ἕνεκα γήρως ἀφείμεθʼ ὑπὸ τοῦ νομοθέτου διαλεγόμενοι περὶ αὐτῶν τούτων μόνοι πρὸς μόνους μηδὲν ἂν πλημμελεῖν;
雅典人:那么,既然现在我们身边没有年轻人,而我们自己也因为年迈而被立法者宽免,可以私底下独自讨论这些事情,难道我们这样做不至于犯下任何过错吗?
ΚΛ. ἔστι ταῦτα οὕτως, εἰς ἃ καὶ μηδέν γε ἀνῇς ἐπιτιμῶν τοῖς νόμοις ἡμῶν·
克里尼亚德:确是如此。 因此,在这些事情上,请您对我们的法律进行批判,千万不要有任何保留。
οὐ γὰρ τό γε γνῶναί τι τῶν μὴ καλῶν ἄτιμον, ἀλλὰ ἴασιν ἐξ αὐτοῦ συμβαίνει γίγνεσθαι τῷ μὴ φθόνῳ τὰ λεγόμενα ἀλλʼ εὐνοίᾳ δεχομένῳ.
因为看出不好的地方并不是什么不光彩的事,相反,对于不怀嫉妒、而是抱着善意接受意见的人来说,治疗往往就由此产生。
ΑΘ. καλῶς·
雅典人:很好。
οὐ μὴν ἐπιτιμῶν γε ἐρῶ τοῖς νόμοις πω, πρὶν βεβαίως εἰς δύναμιν διασκέψασθαι, μᾶλλον δὲ ἀπορῶν.
不过,在尽我所能彻底考察清楚之前,我还不想以批判的态度来评论这些法律,而宁可说是带着疑问来探讨。
ὑμῖν γὰρ ὁ νομοθέτης μόνοις Ἑλλήνων καὶ βαρβάρων, ὧν ἡμεῖς πυνθανόμεθα, τῶν μεγίστων ἡδονῶν καὶ παιδιῶν ἐπέταξεν ἀπέχεσθαι καὶ μὴ γεύεσθαι, τὸ δὲ τῶν λυπῶν καὶ φόβων, ὅπερ ἄρτι διεληλύθαμεν, ἡγήσατο εἴ τις ἐκ παίδων φευξεῖται διὰ τέλους, ὁπόταν εἰς ἀναγκαίους ἔλθῃ πόνους καὶ φόβους καὶ λύπας, φευξεῖσθαι τοὺς ἐν ἐκείνοις γεγυμνασμένους καὶ δουλεύσειν αὐτοῖς.
因为在据我们所知的所有希腊人和蛮族中,你们的立法者是唯一一个命令你们远离并绝不尝试最大快乐和娱乐的人;但是,关于我们刚刚讨论过的痛苦和恐惧,他认为如果有人从小就一直逃避它们,那么当他遇到不可避免的劳苦、恐惧和痛苦时,他就会在那些在这些经历中受过训练的人面前逃跑,并成为他们的奴隶。
ταὐτὸν δὴ τοῦτʼ, οἶμαι, καὶ πρὸς τὰς ἡδονὰς ἔδει διανοεῖσθαι τὸν αὐτὸν νομοθέτην, λέγοντα αὐτὸν πρὸς ἑαυτὸν ὡς ἡμῖν ἐκ νέων εἰ ἄπειροι τῶν μεγίστων ἡδονῶν οἱ πολῖται γενήσονται, καὶ ἀμελέτητοι γιγνόμενοι ἐν ταῖς ἡδοναῖς καρτερεῖν καὶ μηδὲν τῶν αἰσχρῶν ἀναγκάζεσθαι ποιεῖν, ἕνεκα τῆς γλυκυθυμίας τῆς πρὸς τὰς ἡδονὰς ταὐτὸν πείσονται τοῖς ἡττωμένοις τῶν φόβων·
我认为,同一个立法者对于快乐也应当作这同样的想法,他应当在心里对自己说:“如果我们的公民从小就对最大的快乐毫无经验,并且没有经过在快乐中自我克制、不被强迫去干任何可耻之事的练习,那么由于对快乐的甘美向往,他们就会遭遇与那些被恐惧战胜的人同样的命运:他们将以另一种甚至更为可耻的方式,沦为那些能够在快乐中克制的人以及掌控着快乐手段的人的奴隶——而这些人有时完全是恶棍。
δουλεύσουσι τρόπον ἕτερον καὶ ἔτʼ αἰσχίω τοῖς γε δυναμένοις καρτερεῖν ἐν ταῖς ἡδοναῖς καὶ τοῖς κεκτημένοις τὰ περὶ τὰς ἡδονάς, ἀνθρώποις ἐνίοτε παντάπασι κακοῖς, καὶ τὴν ψυχὴν τῇ μὲν δούλην τῇ δὲ ἐλευθέραν ἕξουσιν, καὶ οὐκ ἄξιοι ἁπλῶς ἀνδρεῖοι καὶ ἐλευθέριοι ἔσονται προσαγορεύεσθαι.
他们的灵魂将处于一部分受奴役、一部分自由的状态,他们也不配被简简单单地称为勇敢和自由的人。
σκοπεῖτε οὖν εἴ τι τῶν νῦν λεγομένων ὑμῖν κατὰ τρόπον δοκεῖ λέγεσθαι.
”因此,请你们看看,刚才所说的这些话中,是否有哪一点在你们看来是说得合乎情理的。
ΚΛ. δοκεῖ μὲν ἡμῖν γέ πως λεγομένου τοῦ λόγου· περὶ δὲ τηλικούτων εὐθὺς πεπιστευκέναι ῥᾳδίως μὴ νέων τε ᾖ μᾶλλον καὶ ἀνοήτων.
克里尼亚德:听了这个论点,我们在某种程度上觉得确实如此;但是,对于如此重大的事情,如果立刻就轻易地予以相信,这恐怕更像是年轻和愚蠢的人所为吧。
§1.636ΑΘ. ἀλλʼ εἰ τὸ μετὰ ταῦτα διεξίοιμεν ὧν προυθέμεθα, ὦ Κλεινία τε καὶ Λακεδαιμόνιε ξένε—μετʼ ἀνδρείαν γὰρ δὴ σωφροσύνης πέρι λέγωμεν—τὶ διαφέρον ἐν ταύταις ταῖς πολιτείαις ἢ ταῖς τῶν εἰκῇ πολιτευομένων ἀνευρήσομεν, ὥσπερ τὰ περὶ τὸν πόλεμον νυνδή;
雅典人:但是,克里尼亚德和拉刻代蒙的外邦人啊,如果我们继续讨论我们之前提出的后续问题——因为在勇气之后,我们确实应该讨论节制——那么在这两个政制中,比起那些随意治理国家的政制,我们会发现有什么不同呢? 就像刚才关于战争的事情一样。
ΜΕ. σχεδὸν οὐ ῥᾴδιον· ἀλλʼ ἔοικεν γὰρ τά τε συσσίτια καὶ τὰ γυμνάσια καλῶς ηὑρῆσθαι πρὸς ἀμφοτέρας.
梅吉路斯:这恐怕不容易回答;不过,共同膳食和体育场似乎对于这两者都被设计得很完美。
ΑΘ. ἔοικεν δῆτα, ὦ ξένοι, χαλεπὸν εἶναι τὸ περὶ τὰς πολιτείας ἀναμφισβητήτως ὁμοίως ἔργῳ καὶ λόγῳ γίγνεσθαι·
雅典人:确实如此,外邦人们,关于政制的事情,要在行动和言论上同样达到无可争议的完美,似乎是非常困难的。
κινδυνεύει γάρ, καθάπερ ἐν τοῖς σώμασιν, οὐ δυνατὸν εἶναι προστάξαι τι πρὸς ἓν σῶμα ἓν ἐπιτήδευμα, ἐν ᾧ οὐκ ἂν φανείη ταὐτὸν τοῦτο τὰ μὲν βλάπτον τὰ ἡμῶν σώματα, τὰ δὲ καὶ ὠφελοῦν.
因为这就像身体一样,似乎不可能为某一个身体规定单一的一种修练,而这种修练却不同时表现为:在某些方面损害我们的身体,而在另一些方面又对身体有益。
ἐπεὶ καὶ τὰ γυμνάσια ταῦτα καὶ τὰ συσσίτια πολλὰ μὲν ἄλλα νῦν ὠφελεῖ τὰς πόλεις, πρὸς δὲ τὰς στάσεις χαλεπά—δηλοῦσιν δὲ Μιλησίων καὶ Βοιωτῶν καὶ Θουρίων παῖδες—καὶ δὴ καὶ παλαιὸν νόμον δοκεῖ τοῦτο τὸ ἐπιτήδευμα καὶ κατὰ φύσιν, τὰς περὶ τὰ ἀφροδίσια ἡδονὰς οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ θηρίων, διεφθαρκέναι.
事实上,这些体育场和共同膳食现在虽然在其他许多方面对城邦有益,但在应对内讧时却是棘手的——米利都人、波奥蒂亚人和图里伊人的青年就证明了这一点。 而且,这种修练似乎还破坏了一条古老的、合乎自然的法律,即不仅是人类、甚至也是野兽关于性爱的快乐。
καὶ τούτων τὰς ὑμετέρας πόλεις πρώτας ἄν τις αἰτιῷτο καὶ ὅσαι τῶν ἄλλων μάλιστα ἅπτονται τῶν γυμνασίων·
对于这些事情,人们可能会首先指责你们的城邦,以及其他最热衷于体育场的城邦。
καὶ εἴτε παίζοντα εἴτε σπουδάζοντα ἐννοεῖν δεῖ τὰ τοιαῦτα, ἐννοητέον ὅτι τῇ θηλείᾳ καὶ τῇ τῶν ἀρρένων φύσει εἰς κοινωνίαν ἰούσῃ τῆς γεννήσεως ἡ περὶ ταῦτα ἡδονὴ κατὰ φύσιν ἀποδεδόσθαι δοκεῖ, ἀρρένων δὲ πρὸς ἄρρενας ἢ θηλειῶν πρὸς θηλείας παρὰ φύσιν καὶ τῶν πρώτων τὸ τόλμημʼ εἶναι διʼ ἀκράτειαν ἡδονῆς.
无论人们必须以开玩笑还是严肃的态度来思考这类事情,我们都必须认识到:当雌性和雄性的本性为了生育而结合在一起时,这方面的快乐似乎是合乎自然地被赋予的;然而,男性与男性、或者女性与女性之间的结合,则是违反自然的,并且这种最初的胆大妄为,是由于对快乐失去控制而产生的。
πάντες δὲ δὴ Κρητῶν τὸν περὶ Γανυμήδη μῦθον κατηγοροῦμεν ὡς λογοποιησάντων τούτων· ἐπειδὴ παρὰ Διὸς αὐτοῖς οἱ νόμοι πεπιστευμένοι ἦσαν γεγονέναι, τοῦτον τὸν μῦθον προστεθηκέναι κατὰ τοῦ Διός, ἵνα ἑπόμενοι δὴ τῷ θεῷ καρπῶνται καὶ ταύτην τὴν ἡδονήν.
我们大家确实都指责克里提人编造了关于甘尼美德的神话;由于人们相信他们的法律来自宙斯,他们便针对宙斯加上了这个神话,以便顺从这位神明,从而自己也能享受这种快乐。
τὸ μὲν οὖν τοῦ μύθου χαιρέτω, νόμων δὲ πέρι διασκοπουμένων ἀνθρώπων ὀλίγου πᾶσά ἐστιν ἡ σκέψις περί τε τὰς ἡδονὰς καὶ τὰς λύπας ἔν τε πόλεσιν καὶ ἐν ἰδίοις ἤθεσιν·
至于神话的事就先搁下一旁吧;但对于考察法律的人来说,几乎所有的探求都是关于城邦以及个人品行中的快乐与痛苦。
δύο γὰρ αὗται πηγαὶ μεθεῖνται φύσει ῥεῖν, ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δεῖ καὶ ὁπότε καὶ ὁπόσον εὐδαιμονεῖ, καὶ πόλις ὁμοίως καὶ ἰδιώτης καὶ ζῷον ἅπαν, ὁ δʼ ἀνεπιστημόνως ἅμα καὶ ἐκτὸς τῶν καιρῶν τἀναντία ἂν ἐκείνῳ ζῴη.
因为这两口泉水是被自然放任流淌的,凡是从合适的地方、在合适的时间、汲取合适分量的人,就会获得幸福——城邦、个人以及所有生物都是如此;但是,那些既无知识、又在不合时宜的时候去汲取的人,将会过着与前者完全相反的生活。