§1.633ΜΕ. καλῶς λέγεις, καὶ πειρῶ πρῶτον κρίνειν τὸν τοῦ Διὸς ἐπαινέτην τόνδε ἡμῖν.
梅吉路斯:你说得对,请首先为我们检验这位宙斯的赞美者吧。
ΑΘ. πειράσομαι, καὶ σέ τε καὶ ἐμαυτόν· κοινὸς γὰρ ὁ λόγος.
雅典人:我会努力的,检验你,也检验我自己;因为这番讨论是大家共有的。
λέγετε οὖν· τὰ συσσίτιά φαμεν καὶ τὰ γυμνάσια πρὸς τὸν πόλεμον ἐξηυρῆσθαι τῷ νομοθέτῃ;
那么请说:我们是说,共同膳食和体育场是立法者为了战争而发明出来的吗?
ΜΕ. ναί.
梅吉路斯:是的。
ΑΘ. καὶ τρίτον ἢ τέταρτον;
雅典人:那么第三个或第四个呢?
ἴσως γὰρ ἂν οὕτω χρείη διαριθμήσασθαι καὶ περὶ τῶν τῆς ἄλλης ἀρετῆς εἴτε μερῶν εἴτε ἅττʼ αὐτὰ καλεῖν χρεών ἐστι, δηλοῦντα μόνον ἃ λέγει.
因为也许有必要这样依次列举其他美德的部分——或者无论应该称它们为什么,只要能表明所指的意思就行。
ΜΕ. τρίτον τοίνυν, ἔγωγʼ εἴποιμʼ ἂν καὶ Λακεδαιμονίων ὁστισοῦν, τὴν θήραν ηὗρε.
梅吉路斯:那么第三个,我——以及任何拉刻代蒙人——都会说,他发明了狩猎。
ΑΘ. τέταρτον δέ, ἢ πέμπτον εἰ δυναίμεθα, λέγειν πειρώμεθα.
雅典人:那么第四个呢? 或者如果可能的话,让我们试着说出第五个。
ΜΕ. ἔτι τοίνυν καὶ τὸ τέταρτον ἔγωγε πειρῴμην ἂν λέγειν, τὸ περὶ τὰς καρτερήσεις τῶν ἀλγηδόνων πολὺ παρʼ ἡμῖν γιγνόμενον, ἔν τε ταῖς πρὸς ἀλλήλους ταῖς χερσὶ μάχαις καὶ ἐν ἁρπαγαῖς τισιν διὰ πολλῶν πληγῶν ἑκάστοτε γιγνομένων·
梅吉路斯:此外,我也要试着说出第四个:那是关于忍受痛苦的训练,这在我们这里发生得非常多,无论是在彼此空手的格斗中,还是在每次伴随着许多鞭打而进行的某种抢夺中。
ἔτι δὲ καὶ κρυπτεία τις ὀνομάζεται θαυμαστῶς πολύπονος πρὸς τὰς καρτερήσεις, χειμώνων τε ἀνυποδησίαι καὶ ἀστρωσίαι καὶ ἄνευ θεραπόντων αὐτοῖς ἑαυτῶν διακονήσεις νύκτωρ τε πλανωμένων διὰ πάσης τῆς χώρας καὶ μεθʼ ἡμέραν.
此外,还有被称为‘隐秘勤务’(krypteia)的制度,为了训练耐力,其艰苦程度令人惊叹,包括冬天不穿鞋、不铺床睡觉、没有仆人侍候而事事自理,以及日夜在整个国土上游荡。
ἔτι δὲ κἀν ταῖς γυμνοπαιδίαις δειναὶ καρτερήσεις παρʼ ἡμῖν γίγνονται τῇ τοῦ πνίγους ῥώμῃ διαμαχομένων, καὶ πάμπολλα ἕτερα, σχεδὸν ὅσα οὐκ ἂν παύσαιτό τις ἑκάστοτε διεξιών.
此外,在‘裸体祭’(gymnopaidiai)中,我们这里也会进行可怕的耐力考验,人们顶着酷暑的威力进行抗争,还有许许多多其他的事情,多得几乎让人每次一一列举都说不完。
ΑΘ. εὖ γε, ὦ Λακεδαιμόνιε ξένε, λέγεις.
雅典人:说得真好,拉刻代蒙的外邦人。
τὴν ἀνδρείαν δέ, φέρε, τί θῶμεν;
但是,来吧,我们该如何规定勇气呢?
πότερον ἁπλῶς οὕτως εἶναι πρὸς φόβους καὶ λύπας διαμάχην μόνον, ἢ καὶ πρὸς πόθους τε καὶ ἡδονὰς καί τινας δεινὰς θωπείας κολακικάς, αἳ καὶ τῶν σεμνῶν οἰομένων εἶναι τοὺς θυμοὺς ποιοῦσιν κηρίνους.
它是仅仅针对恐惧和痛苦的抗争呢,还是也针对渴望、快乐以及某些可怕的媚态与谄媚,这些谄媚甚至会使那些自视高贵者的心灵变得像蜡一样软弱?
ΜΕ. οἶμαι μὲν οὕτω· πρὸς ταῦτα σύμπαντα.
梅吉路斯:我认为的确如此:是针对所有这一切的。
ΑΘ. εἰ γοῦν μεμνήμεθα τοὺς ἔμπροσθεν λόγους, ἥττω τινὰ ὅδε καὶ πόλιν ἔλεγεν αὐτὴν αὑτῆς καὶ ἄνδρα.
雅典人:无论如何,如果我们还记得先前的讨论,这位朋友当时说,一个城邦本身以及一个个人都会有败给自己的时候。
ἦ γάρ, ὦ ξένε Κνώσιε;
不是吗,克诺索斯的外邦人?
ΚΛ. καὶ πάνυ γε.
克里尼亚德:确实完全如此。
ΑΘ. νῦν οὖν πότερα λέγομεν τὸν τῶν λυπῶν ἥττω κακὸν ἢ καὶ τὸν τῶν ἡδονῶν;
雅典人:那么现在,我们是说败给痛苦的人是卑劣的,还是也说败给快乐的人是卑劣的?
ΚΛ. μᾶλλον, ἔμοιγε δοκεῖ, τὸν τῶν ἡδονῶν·
克里尼亚德:在我看来,更应当说是败给快乐的人。
καὶ πάντες που μᾶλλον λέγομεν τὸν ὑπὸ τῶν ἡδονῶν κρατούμενον τοῦτον τὸν ἐπονειδίστως ἥττονα ἑαυτοῦ πρότερον ἢ τὸν ὑπὸ τῶν λυπῶν.
而且我们所有人,大概都会把那个被快乐所支配的人,比起被痛苦支配的人,更优先称为以可耻的方式败给自我的人。
§1.634ΑΘ. ὁ Διὸς οὖν δὴ καὶ ὁ Πυθικὸς νομοθέτης οὐ δήπου χωλὴν τὴν ἀνδρείαν νενομοθετήκατον, πρὸς τἀριστερὰ μόνον δυναμένην ἀντιβαίνειν, πρὸς τὰ δεξιὰ καὶ κομψὰ καὶ θωπευτικὰ ἀδυνατοῦσαν;
雅典人:那么,宙斯的立法者和皮托的立法者,想必没有制定出一种跛行的勇气吧? 即那种只能向左方抵抗,而对右方、精致和阿谀奉迎之物却无能为力的勇气?
ἢ πρὸς ἀμφότερα;
还是说,它是针对两者的?
ΚΛ. πρὸς ἀμφότερα ἔγωγε ἀξιῶ.
克里尼亚德:我主张应当是针对两者的。
ΑΘ. λέγωμεν τοίνυν πάλιν ἐπιτηδεύματα ποῖα ἔσθʼ ὑμῖν ἀμφοτέραις ταῖς πόλεσιν, ἃ γεύοντα τῶν ἡδονῶν καὶ οὐ φεύγοντα αὐτάς, καθάπερ τὰς λύπας οὐκ ἔφευγεν, ἀλλʼ ἄγοντα εἰς μέσας, ἠνάγκαζε καὶ ἔπειθεν τιμαῖς ὥστε κρατεῖν αὐτῶν;
雅典人:那么,让我们再次说明,在你们两个城邦中,有哪些修练可以通过让人尝试快乐而不去逃避它们(正如他们不逃避痛苦一样),而是将人带入快乐的中间,并通过荣誉强制并说服他们去支配它们?
ποῦ δὴ τοῦτʼ ἔστιν ταὐτὸν περὶ τὰς ἡδονὰς συντεταγμένον ἐν τοῖς νόμοις;
关于快乐,律法中究竟在何处规定了这同样的事情?
λεγέσθω τί τοῦτʼ ἐστὶν ὃ καὶ ἀπεργάζεται ὑμῖν ὁμοίως πρός τε ἀλγηδόνας καὶ πρὸς ἡδονὰς τοὺς αὐτοὺς ἀνδρείους, νικῶντάς τε ἃ δεῖ νικᾶν καὶ οὐδαμῶς ἥττους πολεμίων τῶν ἐγγύτατα ἑαυτῶν καὶ χαλεπωτάτων.
请告诉我们,究竟是什么东西使你们同样能够勇敢地面对痛苦和快乐,征服应该征服的事物,并且绝不输给那些离自己最近也最难对付的敌人?
ΜΕ. οὕτω μὲν τοίνυν, ὦ ξένε, καθάπερ πρὸς τὰς ἀλγηδόνας εἶχον νόμους ἀντιτεταγμένους πολλοὺς εἰπεῖν, οὐκ ἂν ἴσως εὐποροίην κατὰ μεγάλα μέρη καὶ διαφανῆ λέγων περὶ τῶν ἡδονῶν· κατὰ δὲ σμικρὰ ἴσως εὐποροίην ἄν.
梅吉路斯:外邦人啊,正如对于痛苦,我可以提出许多相反设立的法律一样,对于快乐,我可能无法在重大的、显而易见的部门上说得头头是道;但在微小的细节上,也许我还能说出一些来。
ΚΛ. οὐ μὴν οὐδʼ ἂν αὐτὸς ἔγωγε ἐν τοῖς κατὰ Κρήτην νόμοις ἔχοιμι ἐμφανὲς ὁμοίως ποιεῖν τὸ τοιοῦτον.
克里尼亚德:确实,我自己也无法在克里特的法律中,同样明确地指出有这样的事情。
ΑΘ. ὦ ἄριστοι ξένων, καὶ οὐδέν γε θαυμαστόν.
雅典人:最优秀的外邦人们啊,这没什么好奇怪的。
ἀλλʼ ἂν ἄρα τις ἡμῶν περὶ τοὺς ἑκάστων οἴκοι νόμους ψέξῃ τι, βουλόμενος ἰδεῖν τό τε ἀληθὲς ἅμα καὶ τὸ βέλτιστον, μὴ χαλεπῶς ἀλλὰ πρᾴως ἀποδεχώμεθα ἀλλήλων.
但是,如果由于渴望同时看清真理和最善之物,我们中的某个人对彼此故国的法律有所批评,让我们不要动怒,而是心平气和地相互包容。
ΚΛ. ὀρθῶς, ὦ ξένε Ἀθηναῖε, εἴρηκας, καὶ πειστέον.
克里尼亚德:雅典的外邦人啊,你说得对,我们应当照办。
ΑΘ. οὐ γὰρ ἄν, ὦ Κλεινία, τηλικοῖσδε ἀνδράσιν πρέποι τὸ τοιοῦτον.
雅典人:克里尼亚德啊,因为对于像我们这样年纪的人来说,动怒确实是不相称的。
ΚΛ. οὐ γὰρ οὖν.
克里尼亚德:确实如此。
ΑΘ. εἰ μὲν τοίνυν ὀρθῶς ἢ μή τις ἐπιτιμᾷ τῇ τε Λακωνικῇ καὶ τῇ Κρητικῇ πολιτείᾳ, λόγος ἂν ἕτερος εἴη·
雅典人:那么,某人对拉刻代蒙和克里特政制的批评是否正确,将是另外一个问题。
τὰ δʼ οὖν λεγόμενα πρὸς τῶν πολλῶν ἴσως ἐγὼ μᾶλλον ἔχοιμʼ ἂν ὑμῶν ἀμφοτέρων λέγειν.
无论如何,关于多数人所说的话,也许我比你们两位更能说清楚。
ὑμῖν μὲν γάρ, εἴπερ καὶ μετρίως κατεσκεύασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν εἴη νόμων μὴ ζητεῖν τῶν νέων μηδένα ἐᾶν ποῖα καλῶς αὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸς στόματος πάντας συμφωνεῖν ὡς πάντα καλῶς κεῖται θέντων θεῶν, καὶ ἐάν τις ἄλλως λέγῃ, μὴ ἀνέχεσθαι τὸ παράπαν ἀκούοντας· γέρων δὲ εἴ τίς τι συννοεῖ τῶν παρʼ ὑμῖν, πρὸς ἄρχοντά τε καὶ πρὸς ἡλικιώτην μηδενὸς ἐναντίον νέου ποιεῖσθαι τοὺς τοιούτους λόγους.
因为对你们来说,如果律法的建制还算过得去,那么最优秀的法律之一就是:不容许任何年轻人去探求其中哪些定得好,哪些定得不好;而是要异口同声,用同一个嘴巴一致赞同所有法律都是由神明制定且十分完美的,如果有人说出不同的话,大家根本不能容忍去听;而如果有老人对你们的法律有所反思,他也只能在没有任何年轻人在场的情况下,向官员和同龄人提出这些意见。