Humanitext Reader

柏拉图 · 法律篇 §1.632

立法的规制领域与考察勇气的提议

第 5 段,共 186 段 · 希腊语

内容简介

雅典人列举了法律应当规制的领域(包括人的情感、交往、财产和葬礼),主张一切立法都应当服务于美德的整体。随后,他提议从勇气的德性开始对具体法律进行探究,并以此作为讨论其他美德的样板。

§1.632ΑΘ. ἐν πάσαις ταῖς τούτων ὁμιλίαις τάς τε λύπας αὐτῶν καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας συμπάντων τε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλαχότα, ψέγειν τε ὀρθῶς καὶ ἐπαινεῖν διʼ αὐτῶν τῶν νόμων·
雅典人:……在所有这些交往中,观察并警惕他们的痛苦、快乐、欲望以及对一切激情的执着追求,并通过法律本身正确地进行非难和赞美。
ἐν ὀργαῖς τε αὖ καὶ ἐν φόβοις, ὅσαι τε διὰ δυστυχίαν ταραχαὶ ταῖς ψυχαῖς γίγνονται καὶ ὅσαι ἐν εὐτυχίαις τῶν τοιούτων ἀποφυγαί, ὅσα τε κατὰ νόσους ἢ κατὰ πολέμους ἢ πενίας ἢ τὰ τούτοις ἐναντία γιγνόμενα προσπίπτει τοῖς ἀνθρώποις παθήματα, ἐν πᾶσιν τοῖς τοιούτοις τῆς ἑκάστων διαθέσεως διδακτέον καὶ ὁριστέον τό τε καλὸν καὶ μή.
此外,在愤怒和恐惧中,在因不幸而给灵魂带来的所有骚动中,以及在好运中对这些情感的避开中,以及在疾病、战争、贫困或其相反境遇中人们所遭受的一切痛苦中——在所有这些情况下,必须就每个人的状态传授并规定什么是美,什么不是。
μετὰ δὲ ταῦτα ἀνάγκη τὸν νομοθέτην τὰς κτήσεις τῶν πολιτῶν καὶ τὰ ἀναλώματα φυλάττειν ὅντινʼ ἂν γίγνηται τρόπον, καὶ τὰς πρὸς ἀλλήλους πᾶσιν τούτοις κοινωνίας καὶ διαλύσεις ἑκοῦσίν τε καὶ ἄκουσιν καθʼ ὁποῖον ἂν ἕκαστον πράττωσιν τῶν τοιούτων πρὸς ἀλλήλους ἐπισκοπεῖν, τό τε δίκαιον καὶ μὴ ἐν οἷς ἔστιν τε καὶ ἐν οἷς ἐλλείπει, καὶ τοῖς μὲν εὐπειθέσιν τῶν νόμων τιμὰς ἀπονέμειν, τοῖς δὲ δυσπειθέσι δίκας τακτὰς ἐπιτιθέναι, μέχριπερ ἂν πρὸς τέλος ἁπάσης πολιτείας ἐπεξελθών, ἴδῃ τῶν τελευτησάντων τίνα δεῖ τρόπον ἑκάστοις γίγνεσθαι τὰς ταφὰς καὶ τιμὰς ἅστινας αὐτοῖς ἀπονέμειν δεῖ·
在这之后,立法者有必要监控市民财富的取得和支出(无论其以何种方式发生),并监督他们在所有这些事情上相互之间的交往和契约解除(无论是自愿的还是非自愿的,无论他们以何种方式相互进行这些事情),看其中何处存在正义,何处缺失正义,并对顺从法律的人分配荣誉,而对不服从的人施加固定的惩罚,直到最终贯穿整个政制的终结,看对于死者应当以何种方式举行各自的葬礼,以及应当分配给他们何种荣誉。
κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους ἅπασιν τούτοις φύλακας ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ διʼ ἀληθοῦς δόξης ἰόντας, ὅπως πάντα ταῦτα συνδήσας ὁ νοῦς ἑπόμενα σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ μηδὲ φιλοτιμίᾳ.
而立法者在看清这一切之后,将对所有这些事情设立守护者,有的守护者凭借智慧行事,有的则凭借真实的意见,以便理智将所有这些结合在一起,使它们遵循节制和正义,而不是指向财富,也不是指向虚荣。
οὕτως, ὦ ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς καὶ ἔτι νῦν βούλομαι διεξελθεῖν πῶς ἐν τοῖς τοῦ Διὸς λεγομένοις νόμοις τοῖς τε τοῦ Πυθίου Ἀπόλλωνος, οὓς Μίνως τε καὶ Λυκοῦργος ἐθέτην, ἔνεστίν τε πάντα ταῦτα, καὶ ὅπῃ τάξιν τινὰ εἰληφότα διάδηλά ἐστιν τῷ περὶ νόμων ἐμπείρῳ τέχνῃ εἴτε καί τισιν ἔθεσιν, τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι καταφανῆ.
外邦人们啊,我曾经希望你们这样,且现在仍然希望你们详细说明,在那些被称为宙斯和皮托阿波罗的法律中(即米诺斯和吕库古所制定的法律),所有这些是如何包含在内的,以及它们在何处获得了某种秩序,这对于凭技术或某种习惯而在法律方面经验丰富的人来说是显而易见的,但对于我们其他人来说却绝非显而易见。
ΚΛ. πῶς οὖν, ὦ ξένε, λέγειν χρὴ τὰ μετὰ ταῦτα;
克里尼亚德:那么,外邦人啊,在这之后我们应该怎么说呢?
ΑΘ. ἐξ ἀρχῆς πάλιν ἔμοιγε δοκεῖ χρῆναι διεξελθεῖν, καθάπερ ἠρξάμεθα, τὰ τῆς ἀνδρείας πρῶτον ἐπιτηδεύματα, ἔπειτα ἕτερον καὶ αὖθις ἕτερον εἶδος τῆς ἀρετῆς διέξιμεν, ἐὰν βούλησθε·
雅典人:在我看来,应当重新从头详细阐述,正如我们开始的那样,首先是勇气的修练,然后,如果你们愿意,我们再依次阐述美德的另一种、以及再另一种门类。
ὅπως δʼ ἂν τὸ πρῶτον διεξέλθωμεν, πειρασώμεθα αὐτὸ παράδειγμα θέμενοι καὶ τἆλλʼ οὕτω διαμυθολογοῦντες παραμύθια ποιήσασθαι τῆς ὁδοῦ, ὕστερον δὲ ἀρετῆς πάσης ἅ γε νυνδὴ διήλθομεν ἐκεῖσε βλέποντα ἀποφανοῦμεν, ἂν θεὸς ἐθέλῃ.
无论我们如何详细阐述这第一个门类,让我们尝试将其设立为一个样板,并对其他门类也以这种神话般的方式讨论,以此作为旅途的慰藉,之后如果神愿意,我们将指明我们刚才所详细阐述的一切都是着眼于全部美德的。

词汇与语法注释

  1. 632aἐπεσκεμμένον — 完成时分词,阳性单数宾格,修饰前一节中非人称动词 `ἐπιμελεῖσθαι δεῖ` 所隐含的逻辑主语(即立法者)。它与 `παραπεφυλαχότα` 一起,描述了立法者在通过法律进行非难与赞美之前应当做好的准备。
  2. 632bδιδακτέον καὶ ὁριστέον — 中性单数形容动词(动形容词),用于非人称句(省略了系词 `ἐστί`),表示必要或义务:“必须教授并规定”。其主语是后文的 `τό τε καλὸν καὶ μή`(美与不美)。
  3. 632dἤθελον ἂν — 直陈式未完成过去时 `ἤθελον` 加上助词 `ἄν`,表示过去未能实现的愿望(“我本希望你们……”)。这与紧接着表示现在单纯愿望的 `βούλομαι`(“且现在仍然希望”)形成鲜明对比。
  4. 632eπαραμύθια... τῆς ὁδοῦ — 属格 `τῆς ὁδοῦ` 在此处作为性质属格或目的语属格与 `παραμύθια` 连用,意为“旅途的慰藉(消遣)”。这是柏拉图将哲学对话的推进比作身体旅程的隐喻表达。

引用这一段

柏拉图, 法律篇 §1.632. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:1.632

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。