§1.626ΚΛ. εἰ δὴ πολέμου γε ὄντος φυλακῆς ἕνεκα δεῖ συσσιτεῖν καί τινας ἄρχοντας καὶ ἀρχομένους διακεκοσμημένους εἶναι φύλακας αὐτῶν, τοῦτο καὶ ἐν εἰρήνῃ δραστέον.
克里尼亚德:如果在战争时期为了守卫的缘故必须举行公共膳食,并且必须让一些人作为统治者,一些人作为被统治者,被整顿组织为他们自身的守卫者,那么在和平时期也必须这样做。
ἣν γὰρ καλοῦσιν οἱ πλεῖστοι τῶν ἀνθρώπων εἰρήνην, τοῦτʼ εἶναι μόνον ὄνομα, τῷ δʼ ἔργῳ πάσαις πρὸς πάσας τὰς πόλεις ἀεὶ πόλεμον ἀκήρυκτον κατὰ φύσιν εἶναι.
因为大多数人所称的和平,不过是一个名字,而在实际上,由于自然,所有城邦对所有城邦始终处于不宣而战的战争状态。
καὶ σχεδὸν ἀνευρήσεις, οὕτω σκοπῶν, τὸν Κρητῶν νομοθέτην ὡς εἰς τὸν πόλεμον ἅπαντα δημοσίᾳ καὶ ἰδίᾳ τὰ νόμιμα ἡμῖν ἀποβλέπων συνετάξατο, καὶ κατὰ ταῦτα οὕτω φυλάττειν παρέδωκε τοὺς νόμους, ὡς τῶν ἄλλων οὐδενὸς οὐδὲν ὄφελος ὂν οὔτε κτημάτων οὔτʼ ἐπιτηδευμάτων, ἂν μὴ τῷ πολέμῳ ἄρα κρατῇ τις, πάντα δὲ τὰ τῶν νικωμένων ἀγαθὰ τῶν νικώντων γίγνεσθαι.
而且你若如此考察,大约会发现,克里特的立法者是将我们所有的公私规章都着眼于战争来加以整顿,并按照这些规章,将法律如此交托给我们去守卫,因为他认为,除非有人在战争中获胜,否则不论是财产还是行事,其他任何东西都没有任何益处,而战败者的一切好东西都会变成战胜者的。
ΑΘ. καλῶς γε, ὦ ξένε, φαίνῃ μοι γεγυμνάσθαι πρὸς τὸ διειδέναι τὰ Κρητῶν νόμιμα.
雅典人:外邦人啊,在我看来,你为了能彻底理解克里特的制度,确实得到了极好的锻炼。
τόδε δέ μοι φράζε ἔτι σαφέστερον· ὃν γὰρ ὅρον ἔθου τῆς εὖ πολιτευομένης πόλεως, δοκεῖς μοι λέγειν οὕτω κεκοσμημένην οἰκεῖν δεῖν, ὥστε πολέμῳ νικᾶν τὰς ἄλλας πόλεις.
但请把这一点对我说明得更清楚些:你对治理良好的城邦所下的定义,在我看来,你似乎是在说它的组织和运作应当以能在战争中击败其他城邦为目的。
ἦ γάρ;
难道不是吗?
ΚΛ. πάνυ μὲν οὖν·
克里尼亚德:完全如此。
οἶμαι δὲ καὶ τῷδε οὕτω συνδοκεῖν.
而且我想这位同伴也同样同意这一点。
ΜΕ. πῶς γὰρ ἂν ἄλλως ἀποκρίναιτο, ὦ θεῖε, Λακεδαιμονίων γε ὁστισοῦν;
梅吉洛斯:因为,老人家,任何一个乐刻代蒙人,又怎能做出其他的回答呢?
ΑΘ. πότερʼ οὖν δὴ πόλεσι μὲν πρὸς πόλεις ὀρθὸν τοῦτʼ ἐστί, κώμῃ δὲ πρὸς κώμην ἕτερον;
雅典人:那么,这对于城邦与城邦之间是正确的,但对于村庄与村庄之间就不同了吗?
ΚΛ. οὐδαμῶς.
克里尼亚德:绝非如此。
ΑΘ. ἀλλὰ ταὐτόν;
雅典人:而是相同的?
ΚΛ. ναί.
克里尼亚德:是的。
ΑΘ. τί δέ; πρὸς οἰκίαν οἰκίᾳ τῶν ἐν τῇ κώμῃ, καὶ πρὸς ἄνδρα ἀνδρὶ ἑνὶ πρὸς ἕνα, ταὐτὸν ἔτι;
雅典人:那么,村庄里的这家对那家,以及这人对那人,一对一,也仍然是相同的吗?
ΚΛ. ταὐτόν.
克里尼亚德:相同。
ΑΘ. αὐτῷ δὲ πρὸς αὑτὸν πότερον ὡς πολεμίῳ πρὸς πολέμιον διανοητέον;
雅典人:那么,自己对自己呢? 应当当做敌人对敌人来考虑吗?
ἢ πῶς ἔτι λέγομεν;
或者我们还应该怎么说?
ΚΛ. ὦ ξένε Ἀθηναῖε—οὐ γάρ σε Ἀττικὸν ἐθέλοιμʼ ἂν προσαγορεύειν· δοκεῖς γάρ μοι τῆς θεοῦ ἐπωνυμίας ἄξιος εἶναι μᾶλλον ἐπονομάζεσθαι·
克里尼亚德:阿典的外邦人啊——因为我不想称呼你为阿提卡人,因为在我看来,你更配得上直接以那位女神的名字来命名。
τὸν γὰρ λόγον ἐπʼ ἀρχὴν ὀρθῶς ἀναγαγὼν σαφέστερον ἐποίησας, ὥστε ῥᾷον ἀνευρήσεις ὅτι νυνδὴ ὑφʼ ἡμῶν ὀρθῶς ἐρρήθη τὸ πολεμίους εἶναι πάντας πᾶσιν δημοσίᾳ τε, καὶ ἰδίᾳ ἑκάστους αὐτοὺς σφίσιν αὐτοῖς.
因为你正确地把论证带回到了起点,使之更加明朗,从而你将更容易发现,我们刚才所说的话是正确的:即在公共生活里所有人对所有人都是敌人,而在私人生活里每个人自己对自己也是敌人。
ΑΘ. πῶς εἴρηκας, ὦ θαυμάσιε;
雅典人:奇妙的人啊,你这是怎么说的?
ΚΛ. κἀνταῦθα, ὦ ξένε, τὸ νικᾶν αὐτὸν αὑτὸν πασῶν νικῶν πρώτη τε καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφʼ ἑαυτοῦ πάντων αἴσχιστόν τε ἅμα καὶ κάκιστον.
克里尼亚德:外邦人啊,在这件事上,战胜自己是所有胜利中首要且最好的一种,而被自己击败则是所有事情中最可耻且最坏的一种。
ταῦτα γὰρ ὡς πολέμου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς σημαίνει.
因为这些话表明,我们每个人内部都存在着一场针对我们自己的战争。
§1.627ΑΘ. πάλιν τοίνυν τὸν λόγον ἀναστρέψωμεν.
雅典人:那么,让我们再次把论证反转过来。
ἐπειδὴ γὰρ εἷς ἕκαστος ἡμῶν ὁ μὲν κρείττων αὑτοῦ, ὁ δὲ ἥττων ἐστί, πότερα φῶμεν οἰκίαν τε καὶ κώμην καὶ πόλιν ἔχειν ταὐτὸν τοῦτο ἐν αὑταῖς ἢ μὴ φῶμεν;
既然我们每个人要么强于自己,要么弱于自己,我们是否应当说家户、村庄和城邦在它们自身内部也拥有这同样的情况,还是不应当这么说呢?
ΚΛ. τὸ κρείττω τε ἑαυτῆς εἶναι λέγεις τινά, τὴν δʼ ἥττω;
克里尼亚德:你是说其中某一个强于它自己,而另一个弱于它自己吗?
ΑΘ. ναί.
雅典人:是的。
ΚΛ. καὶ τοῦτο ὀρθῶς ἤρου·
克里尼亚德:你问得对。
πάνυ γὰρ ἔστι καὶ σφόδρα τὸ τοιοῦτον, οὐχ ἥκιστα ἐν ταῖς πόλεσιν.
因为这种情况确实非常普遍地存在着,尤其是在城邦之中。
ἐν ὁπόσαις μὲν γὰρ οἱ ἀμείνονες νικῶσιν τὸ πλῆθος καὶ τοὺς χείρους, ὀρθῶς ἂν αὕτη κρείττων τε ἑαυτῆς λέγοιθʼ ἡ πόλις, ἐπαινοῖτό τε ἂν δικαιότατα τῇ τοιαύτῃ νίκῃ· τοὐναντίον δέ, ὅπου τἀναντία.
因为在那些优秀的人战胜了大众和卑劣者的城邦里,该城邦可以被正确地称为强于它自身,并且会因这种胜利而获得最公正的赞美;而在相反情况发生的地方,结果就恰恰相反。
ΑΘ. τὸ μὲν τοίνυν εἴ ποτέ ἐστίν που τὸ χεῖρον κρεῖττον τοῦ ἀμείνονος ἐάσωμεν—μακροτέρου γὰρ λόγου—τὸ δὲ ὑπὸ σοῦ λεγόμενον μανθάνω νῦν, ὥς ποτε πολῖται, συγγενεῖς καὶ τῆς αὐτῆς πόλεως γεγονότες, ἄδικοι καὶ πολλοὶ συνελθόντες, δικαίους ἐλάττους ὄντας βιάσονται δουλούμενοι, καὶ ὅταν μὲν κρατήσωσιν, ἥττων ἡ πόλις αὑτῆς ὀρθῶς αὕτη λέγοιτʼ ἂν ἅμα καὶ κακή, ὅπου δʼ ἂν ἡττῶνται, κρείττων τε καὶ ἀγαθή.
雅典人:那么,至于在什么地方卑劣者是否会强于优秀者,这个问题我们先放一放——因为这需要更长篇幅的讨论——但我现在理解了你所说的话:有时,属于同一个城邦的亲属同胞市民们,有很多不正义的人联合起来,以强力奴役了人数较少的正义者;当他们战胜时,这个城邦就可以被正确地称为弱于它自身,同时也是邪恶的,而当他们被击败时,城邦就是强于它自己且是善良的。
ΚΛ. καὶ μάλα ἄτοπον, ὦ ξένε, τὸ νῦν λεγόμενον· ὅμως δὲ ὁμολογεῖν οὕτως ἀναγκαιότατον.
克里尼亚德:外邦人啊,刚才所说的话确实非常奇特,但尽管如此,我们也必须承认事实就是这样。
ΑΘ. ἔχε δή.
雅典人:且慢。
καὶ τόδε πάλιν ἐπισκεψώμεθα· πολλοὶ ἀδελφοί που γένοιντʼ ἂν ἑνὸς ἀνδρός τε καὶ μιᾶς ὑεῖς, καὶ δὴ καὶ θαυμαστὸν οὐδὲν τοὺς πλείους μὲν ἀδίκους αὐτῶν γίγνεσθαι, τοὺς δὲ ἐλάττους δικαίους.
让我们再来考虑一下这件事:我想,一个男人和一个女人可能会生下许多兄弟,而他们当中多数人变得不正义,少数人变得正义,这确实没有什么可奇怪的。
ΚΛ. οὐ γὰρ οὖν.
克里尼亚德:确实如此。
ΑΘ. καὶ οὐκ ἂν εἴη γε πρέπον ἐμοί τε καὶ ὑμῖν τοῦτο θηρεύειν, ὅτι νικώντων μὲν τῶν πονηρῶν ἥ τε οἰκία καὶ ἡ συγγένεια αὕτη πᾶσα ἥττων αὑτῆς λέγοιτʼ ἄν, κρείττων δὲ ἡττωμένων·
雅典人:那么,如果我们在那些邪恶者获胜时,就说这家户和整个亲族都弱于它们自身,而在他们败北时,就说是强于它们自身,这种字眼上的纠缠对你我来说是不合适的。
οὐ γὰρ εὐσχημοσύνης τε καὶ ἀσχημοσύνης ῥημάτων ἕνεκα τὰ νῦν σκοπούμεθα πρὸς τὸν τῶν πολλῶν λόγον, ἀλλʼ ὀρθότητός τε καὶ ἁμαρτίας πέρι νόμων, ἥτις ποτʼ ἐστὶν φύσει.
因为我们现在并不是为了迎合大众的议论、去追求言辞是否得体或失礼,而是为了探讨法律的正确与错误,它们本质上究竟是什么。
ΚΛ. ἀληθέστατα, ὦ ξένε, λέγεις.
克里尼亚德:外邦人啊,你说得极对。
ΜΕ. καλῶς μὲν οὖν, ὥς γε ἐμοὶ συνδοκεῖν, τό γε τοσοῦτον, τὰ νῦν.
梅吉洛斯:确实说得好,至少在我看来,就目前这部分而言是如此。
ΑΘ. ἴδωμεν δὴ καὶ τόδε· τούτοις τοῖς ἄρτι λεγομένοις ἀδελφοῖς γένοιτʼ ἄν πού τις δικαστής;
雅典人:那我们再来看看这一点:对于刚才提到的这些兄弟,大概会有一个人来当他们的裁判官吧?
ΚΛ. πάνυ γε.
克里尼亚德:当然。
ΑΘ. πότερος οὖν ἀμείνων, ὅστις τοὺς μὲν ἀπολέσειεν αὐτῶν ὅσοι κακοί, τοὺς δὲ βελτίους ἄρχειν αὐτοὺς αὑτῶν προστάξειεν, ἢ ὅδε ὃς ἂν τοὺς μὲν χρηστοὺς ἄρχειν, τοὺς χείρους δʼ ἐάσας ζῆν ἄρχεσθαι ἑκόντας ποιήσειεν;
雅典人:那么,这两种裁判官中哪一个更好呢:是那个消灭他们当中所有坏人、并命令较好的人去统治他们自己的人,还是那个让好人进行统治、同时允许坏人活下去并使他们心甘情愿接受统治的人?