§1.624ΑΘ. θεὸς ἤ τις ἀνθρώπων ὑμῖν, ὦ ξένοι, εἴληφε τὴν αἰτίαν τῆς τῶν νόμων διαθέσεως;
雅典人:外邦人啊,对你们来说,法律的制定应当归功于神,还是归功于某个人呢?
ΚΛ. θεός, ὦ ξένε, θεός, ὥς γε τὸ δικαιότατον εἰπεῖν·
克里尼亚德:是神,外邦人,是神,至少说最公道的话是如此。
παρὰ μὲν ἡμῖν Ζεύς, παρὰ δὲ Λακεδαιμονίοις, ὅθεν ὅδε ἐστίν, οἶμαι φάναι τούτους Ἀπόλλωνα.
在我们这里是宙斯,而在乐刻代蒙人那里——这位同伴便是来自那里——我推想他们会说是阿波罗。
ἦ γάρ;
难道不是吗?
ΜΕ. ναί.
梅吉洛斯:是的。
ΑΘ. μῶν οὖν καθʼ Ὅμηρον λέγεις ὡς τοῦ Μίνω φοιτῶντος πρὸς τὴν τοῦ πατρὸς ἑκάστοτε συνουσίαν διʼ ἐνάτου ἔτους καὶ κατὰ τὰς παρʼ ἐκείνου φήμας ταῖς πόλεσιν ὑμῖν θέντος τοὺς νόμους;
雅典人:那么,你是否遵循荷马的说法,认为米诺斯每九年便去与他的父亲会面交谈一次,并根据其神谕为你们的城邦制定了法律?
§1.625ΚΛ. λέγεται γὰρ οὕτω παρʼ ἡμῖν·
克里尼亚德:在我们这里的确是这么传说的。
καὶ δὴ καὶ τὸν ἀδελφόν γε αὐτοῦ Ῥαδάμανθυν—ἀκούετε γὰρ τὸ ὄνομα—δικαιότατον γεγονέναι.
而且,他的兄弟拉达曼提斯——你们肯定听过这名字——也被认为是最公正的人。
τοῦτον οὖν φαῖμεν ἂν ἡμεῖς γε οἱ Κρῆτες, ἐκ τοῦ τότε διανέμειν τὰ περὶ τὰς δίκας, ὀρθῶς τοῦτον τὸν ἔπαινον αὐτὸν εἰληφέναι.
至少我们克里特人会说,由于他当年掌管审判事务,他自己确实理所当然地赢得了这一赞誉。
ΑΘ. καὶ καλόν γε τὸ κλέος ὑεῖ τε Διὸς μάλα πρέπον.
雅典人:这确实是美妙的名声,且对宙斯的儿子极为相称。
ἐπειδὴ δὲ ἐν τοιούτοις ἤθεσι τέθραφθε νομικοῖς σύ τε καὶ ὅδε, προσδοκῶ οὐκ ἂν ἀηδῶς περί τε πολιτείας τὰ νῦν καὶ νόμων τὴν διατριβήν, λέγοντάς τε καὶ ἀκούοντας ἅμα κατὰ τὴν πορείαν, ποιήσασθαι.
既然你和这位同伴是在这样的法律风俗中抚养长大的,我期望我们在旅途中一边交谈一边聆听关于国政和法律的话题,愉快地消磨时光。
πάντως δʼ ἥ γε ἐκ Κνωσοῦ ὁδὸς εἰς τὸ τοῦ Διὸς ἄντρον καὶ ἱερόν, ὡς ἀκούομεν, ἱκανή, καὶ ἀνάπαυλαι κατὰ τὴν ὁδόν, ὡς εἰκός, πνίγους ὄντος τὰ νῦν, ἐν τοῖς ὑψηλοῖς δένδρεσίν εἰσι σκιαραί, καὶ ταῖς ἡλικίαις πρέπον ἂν ἡμῶν εἴη τὸ διαναπαύεσθαι πυκνὰ ἐν αὐταῖς, λόγοις τε ἀλλήλους παραμυθουμένους τὴν ὁδὸν ἅπασαν οὕτω μετὰ ῥᾳστώνης διαπερᾶναι.
无论如何,从克诺索斯通往宙斯神洞和神庙的路,正如我们所听说的,有相当的距离;而且一路上,鉴于现在天气炎热,高大的树木间自然会有阴凉的休息处。 考虑到我们的年纪,在这些地方经常休息,并通过交谈相互慰藉,从而轻松地走完全程,是非常合适的。
ΚΛ. καὶ μὴν ἔστιν γε, ὦ ξένε, προϊόντι κυπαρίττων τε ἐν τοῖς ἄλσεσιν ὕψη καὶ κάλλη θαυμάσια, καὶ λειμῶνες ἐν οἷσιν ἀναπαυόμενοι διατρίβοιμεν ἄν.
克里尼亚德:的确如此,外邦人。 在前行的路上,林中有高度和美感令人惊叹的丝柏,还有能让我们在休息中消磨时光的草地。
ΑΘ. ὀρθῶς λέγεις.
雅典人:你说得对。
ΚΛ. πάνυ μὲν οὖν·
克里尼亚德:完全如此。
ἰδόντες δὲ μᾶλλον φήσομεν.
我们亲眼看到之后更是会这么说。
ἀλλʼ ἴωμεν ἀγαθῇ τύχῃ.
那么,祝我们好运,出发吧。
ΑΘ. ταῦτʼ εἴη.
雅典人:但愿如此。
καί μοι λέγε· κατὰ τί τὰ συσσίτιά τε ὑμῖν συντέταχεν ὁ νόμος καὶ τὰ γυμνάσια καὶ τὴν τῶν ὅπλων ἕξιν;
请告诉我,法律是基于什么原因,为你们安排了公共食堂、体育馆以及武器的装备?
ΚΛ. οἶμαι μέν, ὦ ξένε, καὶ παντὶ ῥᾴδιον ὑπολαβεῖν εἶναι τά γε ἡμέτερα.
克里尼亚德:外邦人啊,我认为任何人都很容易理解我们的做法。
τὴν γὰρ τῆς χώρας πάσης Κρήτης φύσιν ὁρᾶτε ὡς οὐκ ἔστι, καθάπερ ἡ τῶν Θετταλῶν, πεδιάς, διὸ δὴ καὶ τοῖς μὲν ἵπποις ἐκεῖνοι χρῶνται μᾶλλον, δρόμοισιν δὲ ἡμεῖς· ἥδε γὰρ ἀνώμαλος αὖ καὶ πρὸς τὴν τῶν πεζῇ δρόμων ἄσκησιν μᾶλλον σύμμετρος.
因为你们看到了,整个克里特土地的性质并不像帖撒罗尼迦人的土地那样平坦;因此,他们更习惯使用马匹,而我们则使用奔跑,因为这里的土地崎岖不平,更适合进行步兵奔跑的训练。
ἐλαφρὰ δὴ τὰ ὅπλα ἀναγκαῖον ἐν τῷ τοιούτῳ κεκτῆσθαι καὶ μὴ βάρος ἔχοντα θεῖν· τῶν δὴ τόξων καὶ τοξευμάτων ἡ κουφότης ἁρμόττειν δοκεῖ.
在这样的地形中,必须配备轻型武器,并且不能带着沉重的负担奔跑;弓箭的轻便似乎最为合适。
ταῦτʼ οὖν πρὸς τὸν πόλεμον ἡμῖν ἅπαντα ἐξήρτυται, καὶ πάνθʼ ὁ νομοθέτης, ὥς γʼ ἐμοὶ φαίνεται, πρὸς τοῦτο βλέπων συνετάττετο·
因此,所有这些装备都是为了我们的战争而准备的,而立法者,在我看来,也正是着眼于这一点来组织一切的。
ἐπεὶ καὶ τὰ συσσίτια κινδυνεύει συναγαγεῖν, ὁρῶν ὡς πάντες ὁπόταν στρατεύωνται, τόθʼ ὑπʼ αὐτοῦ τοῦ πράγματος ἀναγκάζονται φυλακῆς αὑτῶν ἕνεκα συσσιτεῖν τοῦτον τὸν χρόνον.
因为他之所以建立公共食堂,也是因为他看到当所有人出征时,在那个时期他们便会被事情本身逼迫着为了自我防卫而共同进餐。
ἄνοιαν δή μοι δοκεῖ καταγνῶναι τῶν πολλῶν ὡς οὐ μανθανόντων ὅτι πόλεμος ἀεὶ πᾶσιν διὰ βίου συνεχής ἐστι πρὸς ἁπάσας τὰς πόλεις·
在我看来,他是判定了大多数人的愚蠢,因为他们不明白,所有城邦之间终其一生都始终处于对彼此持续不断的战争状态之中。