§317ΣΩ. τῶν ἐπισταμένων, ὡς ἔοικεν, ὄψου σκευασίας ἄρχειν;
苏格拉底:看来,是属于那些懂得管理烹饪佳肴的人的,对吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. ἐπίστανται δέ, ὥς φασιν, οἱ μάγειροι;
苏格拉底:而正如人们所说,厨师们是懂得的?
ΕΤ. ἐπίστανται γάρ.
同伴:是的,因为他们确实懂得。
ΣΩ. εἶεν·
苏格拉底:很好。
τίνων δὲ δὴ τὰ περὶ πόλεως διοικήσεως συγγράμματά τε καὶ νόμιμά ἐστιν;
那么,关于城邦治理的著作和规章究竟是谁的呢?
ἆρʼ οὐ τῶν ἐπισταμένων πόλεων ἄρχειν;
难道不是属于那些懂得管理城邦的人的吗?
ΕΤ. ἔμοιγε δοκεῖ.
同伴:依我看是这样的。
ΣΩ. ἐπίστανται δὲ ἄλλοι τινὲς ἢ οἱ πολιτικοί τε καὶ οἱ βασιλικοί;
苏格拉底:除了政治家和君王之外,难道还有其他人懂得吗?
ΕΤ. οὗτοι μὲν οὖν.
同伴:正是他们。
ΣΩ. πολιτικὰ ἄρα ταῦτα συγγράμματά ἐστιν, οὓς οἱ ἄνθρωποι νόμους καλοῦσι, βασιλέων τε καὶ ἀνδρῶν ἀγαθῶν συγγράμματα.
苏格拉底:因此,人们称为法律的这些著作,就是政治著作,是君王和优秀之人的著作。
ΕΤ. ἀληθῆ λέγεις.
同伴:你说得对。
ΣΩ. ἄλλο τι οὖν οἵ γε ἐπιστάμενοι οὐκ ἄλλοτε ἄλλα συγγράψουσι περὶ τῶν αὐτῶν;
苏格拉底:那么,懂得的人难道不会在不同时候对同样的事情写下不同的东西吗?
ΕΤ. οὔ.
同伴:不会。
ΣΩ. οὐδὲ μεταθήσονταί ποτε περὶ τῶν αὐτῶν ἕτερα καὶ ἕτερα νόμιμα;
苏格拉底:也绝不会对同样的事情不断修改成不同的规章吧?
ΕΤ. οὐ δῆτα.
同伴:绝不。
ΣΩ. ἐὰν οὖν ὁρῶμέν τινας ὁπουοῦν τοῦτο ποιοῦντας, πότερα φήσομεν ἐπιστήμονας εἶναι ἢ ἀνεπιστήμονας τοὺς τοῦτο ποιοῦντας;
苏格拉底:那么,如果我们看到有人在任何地方这样做,我们要说这样做的人是有知识的还是没有知识的呢?
ΕΤ. ἀνεπιστήμονας.
同伴:没有知识的。
ΣΩ. οὐκοῦν καὶ ὃ μὲν ἂν ὀρθὸν ᾖ, νόμιμον αὐτὸ φήσομεν ἑκάστῳ εἶναι, ἢ τὸ ἰατρικὸν ἢ τὸ μαγειρικὸν ἢ τὸ κηπουρικόν;
苏格拉底:那么,凡是正确的事物,不论是医学的、烹饪的还是园艺的,我们都要说这对各行各业都是合法的吗?
ΕΤ. ναί.
同意:是的。
ΣΩ. ὃ δʼ ἂν μὴ ὀρθὸν ᾖ, οὐκέτι φήσομεν τοῦτο νόμιμον εἶναι;
苏格拉底:而凡是不正确的事物,我们就不能再说它是合法的了?
ΕΤ. οὐκέτι.
同伴:不能了。
ΣΩ. ἄνομον ἄρα γίγνεται.
苏格拉底:因此它就成了不合法的。
ΕΤ. ἀνάγκη.
同伴:必然如此。
ΣΩ. οὐκοῦν καὶ ἐν τοῖς συγγράμμασι τοῖς περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ ὅλως περὶ πόλεως διακοσμήσεώς τε καὶ περὶ τοῦ ὡς χρὴ πόλιν διοικεῖν, τὸ μὲν ὀρθὸν νόμος ἐστὶ βασιλικός, τὸ δὲ μὴ ὀρθὸν οὔ, ὃ δοκεῖ νόμος εἶναι τοῖς μὴ εἰδόσιν·
苏格拉底:那么,在关于正义与不正义、以及总的关于城邦秩序和如何治理城邦的著作中,正确的就是君王之法,而不正确的那部分则不是法律,尽管在无知者看来那是法律,因为它其实是不合法的。
ἔστιν γὰρ ἄνομον.
同伴:是的。
ΕΤ. ναί. ΣΩ. ὀρθῶς ἄρα ὡμολογήσαμεν νόμον εἶναι τοῦ ὄντος εὕρεσιν.
苏格拉底:因此,我们此前同意法律是存在者的发现,这是正确的。
ΕΤ. φαίνεται.
同伴:看来是这样。
ΣΩ. ἔτι δὲ καὶ τόδε ἐν αὐτῷ διαθεώμεθα.
苏格拉底:我们还要在其中进一步审视这一点。
τίς ἐπιστήμων διανεῖμαι ἐπὶ γῇ τὰ σπέρματα;
谁是懂得在土地上分发种子的有知识者?
ΕΤ. γεωργός.
同伴:农夫。
ΣΩ. οὗτος δὲ τὰ ἄξια σπέρματα ἑκάστῃ γῇ διανέμει;
苏格拉底:那么是他把合适的种子分发给每一块土地吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. ὁ γεωργὸς ἄρα νομεὺς ἀγαθὸς τούτων, καὶ οἱ τούτου νόμοι καὶ διανομαὶ ἐπὶ ταῦτα ὀρθαί εἰσιν;
苏格拉底:因此,农夫是这些种子的优秀分发者,而他关于这些的法律和分发是正确的吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. τίς δὲ κρουμάτων ἐπὶ τὰ μέλη ἀγαθὸς νομεύς, καὶ τὰ ἄξια νεῖμαι;
苏格拉底:那么,谁是把击乐配给曲调、分发合适节奏的优秀分发者呢?
καὶ οἱ τίνος νόμοι ὀρθοί εἰσιν;
谁的法律又是正确的?
ΕΤ. οἱ τοῦ αὐλητοῦ καὶ τοῦ κιθαριστοῦ.
同伴:笛手和竖琴手的。
ΣΩ. ὁ νομικώτατος ἄρα ἐν τούτοις, οὗτος αὐλητικώτατος.
苏格拉底:因此,在这些事物中最懂法律的人,就是最擅长吹笛的人。
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. τίς δὲ τὴν τροφὴν ἐπὶ τὰ τῶν ἀνθρώπων σώματα διανεῖμαι ἄριστος;
苏格拉底:那么,谁最擅长把食物分发给人的身体呢?
οὐχ ὅσπερ τὴν ἀξίαν;
难道不就是分发合适分量的人吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. αἱ τούτου ἄρα διανομαὶ καὶ οἱ νόμοι βέλτιστοι, καὶ ὅστις περὶ ταῦτα νομικώτατος, καὶ νομεὺς ἄριστος.
苏格拉底:因此,这个人的分发和法律是最好的,而凡是在这些事上最懂法律的人,也就是最好的分发者。
ΕΤ. πάνυ γε.
同伴:完全如此。
ΣΩ. τίς οὗτος;
苏格拉底:这是谁?
§318ΕΤ. παιδοτρίβης.
同伴:体育教练。
ΣΩ. οὗτος τὴν ἀνθρωπείαν ἀγέλην τοῦ σώματος νέμειν κράτιστος;
苏格拉底:这个人最擅长管理身体上的人类群体吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. τίς δὲ τὴν τῶν προβάτων ἀγέλην κράτιστος νέμειν;
苏格拉底:那么,谁最擅长放牧羊群呢?
τί ὄνομα αὐτῷ;
他叫什么名字?
ΕΤ. ποιμήν.
同伴:牧羊人。
ΣΩ. οἱ τοῦ ποιμένος ἄρα νόμοι ἄριστοι τοῖς προβάτοις.
苏格拉底:因此,牧羊人的法律对羊群来说是最好的。
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. οἱ δὲ τοῦ βουκόλου τοῖς βουσί.
苏格拉底:而牧牛人的法律对牛群也是最好的。
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. οἱ δὲ τοῦ τίνος νόμοι ἄριστοι ταῖς ψυχαῖς τῶν ἀνθρώπων;
苏格拉底:那么,谁的法律对人的灵魂是最好的呢?
οὐχ οἱ τοῦ βασιλέως;
难道不是君王的法律吗?
φάθι.
请说吧。
ΕΤ. φημὶ δή.
同伴:我确实这么说。
ΣΩ. καλῶς τοίνυν λέγεις.
苏格拉底:说得好。
ἔχοις ἂν οὖν εἰπεῖν τίς τῶν παλαιῶν ἀγαθὸς γέγονεν ἐν τοῖς αὐλητικοῖς νόμοις νομοθέτης;
那么,你能说出古代哪一位在笛律上成为了优秀的立法者吗?
ἴσως οὐκ ἐννοεῖς, ἀλλʼ ἐγὼ βούλει σε ὑπομνήσω;
也许你一时想不到,如果你愿意,要我来提醒你吗?
ΕΤ. πάνυ μὲν οὖν.
同伴:非常愿意。
ΣΩ. ἆρʼ οὖν ὁ Μαρσύας λέγεται καὶ τὰ παιδικὰ αὐτοῦ Ὄλυμπος ὁ Φρύξ;
苏格拉底:那么,人们难道不是这样说马尔叙阿斯以及他的爱徒弗里吉亚人奥林匹斯吗?
ΕΤ. ἀληθῆ λέγεις.
同伴:你说得对。
ΣΩ. τούτων δὴ καὶ τὰ αὐλήματα θειότατά ἐστι, καὶ μόνα κινεῖ καὶ ἐκφαίνει τοὺς τῶν θεῶν ἐν χρείᾳ ὄντας· καὶ ἔτι καὶ νῦν μόνα λοιπά, ὡς θεῖα ὄντα.
苏格拉底:确实,他们的笛曲也是最神圣的,而且唯有这些笛曲能感动并彰显那些需要神灵的人;并且直到如今,也唯有它们因其神圣而留存下来。
ΕΤ. ἔστι ταῦτα.
同伴:确实如此。
ΣΩ. τίς δὲ λέγεται τῶν παλαιῶν βασιλέων ἀγαθὸς νομοθέτης γεγονέναι, οὗ ἔτι καὶ νῦν τὰ νόμιμα μένει ὡς θεῖα ὄντα;
苏格拉底:那么,古代的君王中,谁被说是优秀的立法者,且其规章直到如今依然因其神圣而留存下来呢?
ΕΤ. οὐκ ἐννοῶ.
同伴:想不到。
ΣΩ. οὐκ οἶσθα τίνες παλαιοτάτοις νόμοις χρῶνται τῶν Ἑλλήνων;
苏格拉底:你不知道希腊人中是谁在使用最古老的法律吗?
ΕΤ. ἆρα Λακεδαιμονίους λέγεις καὶ Λυκοῦργον τὸν νομοθέτην;
同伴:难道你说的是拉刻代蒙人和立法者莱库古吗?
ΣΩ. ἀλλὰ ταῦτά γε οὐδέπω ἴσως ἔτη τριακόσια ἢ ὀλίγῳ τούτων πλείω.
苏格拉底:但这些法律大概还不到三百年,或者只比这稍微多一点。
ἀλλὰ τούτων τῶν νομίμων τὰ βέλτιστα πόθεν ἥκει;
然而,这些规章中最优秀的部分是从哪里来的?
οἶσθα;
你知道吗?
ΕΤ. φασί γε ἐκ Κρήτης.
同伴:人们说是来自克里特。
ΣΩ. οὐκοῦν οὗτοι παλαιοτάτοις νόμοις χρῶνται τῶν Ἑλλήνων;
苏格拉底:那么,他们使用的是希腊人中最古老的法律吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. οἶσθα οὖν τίνες τούτων ἀγαθοὶ βασιλῆς ἦσαν;
苏格拉底:那么,你知道他们当中谁是优秀的君王吗?
Μίνως καὶ Ῥαδάμανθυς, οἱ Διὸς καὶ Εὐρώπης παῖδες, ὧν οἵδε εἰσὶν οἱ νόμοι.
是米诺斯和拉达曼迪斯,宙斯和欧罗巴的儿子们,这些法律就是他们的。
ΕΤ. Ῥαδάμανθύν γέ φασιν, ὦ Σώκρατες, δίκαιον ἄνδρα, τὸν δὲ Μίνων ἄγριόν τινα καὶ χαλεπὸν καὶ ἄδικον.
同伴:苏格拉底,人们确实说拉达曼迪斯是个正义的人,而米诺斯则是个粗暴、严苛且不正义的人。
ΣΩ. Ἀττικόν, ὦ βέλτιστε, λέγεις μῦθον καὶ τραγικόν.
苏格拉底:贤友啊,你讲的是阿提卡的、而且是悲剧的神话。
ΕΤ. τί δέ;
同伴:怎么会?
οὐ ταῦτα λέγεται περὶ Μίνω;
关于米诺斯难道不就是这么说的吗?
ΣΩ. οὔκουν ὑπό γε Ὁμήρου καὶ Ἡσιόδου· καίτοι γε πιθανώτεροί εἰσιν ἢ σύμπαντες οἱ τραγῳδοποιοί, ὧν σὺ ἀκούων ταῦτα λέγεις.
苏格拉底:至少荷马和赫西俄德不是这样说的;然而,比起所有悲剧作家的总和,他们要可信得多,而你正是听了那些悲剧作家的话才这样说的。
ΕΤ. ἀλλὰ τί μὴν οὗτοι περὶ Μίνω λέγουσιν;
同伴:那么,他们到底关于米诺斯说了些什么呢?