§316ΕΤ. ἐγὼ μὲν τά τε δίκαια δίκαια καὶ τὰ ἄδικα ἄδικα.
同伴:我认为正义的事物是正义的,不正义的事物是不正义的。
ΣΩ. οὐκοῦν καὶ παρὰ πᾶσιν οὕτως ὡς ἐνθάδε νομίζεται;
苏格拉底:那么,在所有人那里,不也是像在这里一样这样认为的吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. οὐκοῦν καὶ ἐν Πέρσαις;
苏格拉底:在波斯人那里也是吗?
ΕΤ. καὶ ἐν Πέρσαις.
同伴:在波斯人那里也是。
ΣΩ. ἀλλὰ ἀεὶ δήπου;
苏格拉底:而且想必是始终如此吧?
ΕΤ. ἀεί.
同伴:始终如此。
ΣΩ. πότερον δὲ τὰ πλεῖον ἕλκοντα βαρύτερα νομίζεται ἐνθάδε, τὰ δὲ ἔλαττον κουφότερα, ἢ τοὐναντίον;
苏格拉底:在这里,是分量更重的被认为是较重,分量较轻的被认为是较轻,还是相反呢?
ΕΤ. οὔκ, ἀλλὰ τὰ πλεῖον ἕλκοντα βαρύτερα, τὰ δὲ ἔλαττον κουφότερα.
同伴:不,而是分量更重的较重,分量较轻的较轻。
ΣΩ. οὐκοῦν καὶ ἐν Καρχηδόνι καὶ ἐν Λυκαίᾳ;
苏格拉底:那么,在卡尔切东和吕开亚也是如此吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. τὰ μὲν καλά, ὡς ἔοικε, πανταχοῦ νομίζεται καλὰ καὶ τὰ αἰσχρὰ αἰσχρά, ἀλλʼ οὐ τὰ αἰσχρὰ καλὰ οὐδὲ τὰ καλὰ αἰσχρά.
苏格拉底:看来,美的事物在各地都被认为是美的,丑的事物被认为是丑的;而不是丑的被认为是美的,美的被认为是丑的。
ΕΤ. οὕτως.
同伴:正是如此。
ΣΩ. οὐκοῦν, ὡς κατὰ πάντων εἰπεῖν, τὰ ὄντα νομίζεται εἶναι, οὐ τὰ μὴ ὄντα, καὶ παρʼ ἡμῖν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν.
苏格拉底:那么,总括起来说,无论是在我们这里还是在所有其他人那里,存在者都被认为是存在的,不存在者不被认为是存在的吗?
ΕΤ. ἔμοιγε δοκεῖ.
同伴:我看是这样的。
ΣΩ. ὃς ἂν ἄρα τοῦ ὄντος ἁμαρτάνῃ, τοῦ νομίμου ἁμαρτάνει.
苏格拉底:因此,凡是错失存在的人,也就是错失了合法者。
ΕΤ. οὕτω μέν, ὦ Σώκρατες, ὡς σὺ λέγεις, καὶ φαίνεται ταῦτα νόμιμα καὶ ἡμῖν ἀεὶ καὶ τοῖς ἄλλοις· ἐπειδὰν δʼ ἐννοήσω ὅτι οὐδὲν παυόμεθα ἄνω κάτω μετατιθέμενοι τοὺς νόμους, οὐ δύναμαι πεισθῆναι.
同伴:苏格拉底,照你这么说,这些事看来对我们和对其他人确实始终是合法的;但每当我想起我们片刻不停地把法律翻来覆去地修改,我就无法被说服了。
ΣΩ. ἴσως γὰρ οὐκ ἐννοεῖς ταῦτα μεταπεττευόμενα ὅτι ταὐτά ἐστιν.
苏格拉底:因为也许你没有考虑到,这些规章虽然像棋子一样被挪动,但它们其实是相同的。
ἀλλʼ ὧδε μετʼ ἐμοῦ αὐτὰ ἄθρει.
不过且跟我这样来观察:你以前曾读到过关于病人健康的著作吗?
ἤδη ποτὲ ἐνέτυχες συγγράμματι περὶ ὑγιείας τῶν καμνόντων; ΕΤ. ἔγωγε.
同伴:有的。
ΣΩ. οἶσθα οὖν τίνος τέχνης τοῦτʼ ἐστὶ τὸ σύγγραμμα;
苏格拉底:那么,你知道这著作是属于什么技艺吗?
ΕΤ. οἶδα, ὅτι ἰατρικῆς.
同伴:知道,是医学。
ΣΩ. οὐκοῦν ἰατροὺς καλεῖς τοὺς ἐπιστήμονας περὶ τούτων;
苏格拉底:那么,你把对这些事有知识的人称为医生吗?
ΕΤ. φημί.
同伴:是的。
ΣΩ. πότερον οὖν οἱ ἐπιστήμονες ταὐτὰ περὶ τῶν αὐτῶν νομίζουσιν ἢ ἄλλοι ἄλλα;
苏格拉底:那么,有知识的人对于同样的事情是持相同的看法,还是各执己见?
ΕΤ. ταὐτὰ ἔμοιγε δοκοῦσι.
同伴:依我看是相同的。
ΣΩ. πότερον οἱ Ἕλληνες μόνοι τοῖς Ἕλλησιν ἢ καὶ οἱ βάρβαροι αὑτοῖς τε καὶ τοῖς Ἕλλησι, περὶ ὧν ἂν εἰδῶσι, ταὐτὰ νομίζουσι;
苏格拉底:是只有希腊人对希腊人如此,还是野蛮人对自己以及对希腊人也是如此,只要是他们所知道的事物,他们就会持相同的看法?
ΕΤ. ταὐτὰ δήπου πολλὴ ἀνάγκη ἐστὶν τοὺς εἰδότας αὐτοὺς αὑτοῖς συννομίζειν καὶ Ἕλληνας καὶ βαρβάρους.
同伴:凡是知道的人,无论是希腊人还是野蛮人,必然都持相同看法。
ΣΩ. καλῶς γε ἀπεκρίνω.
苏格拉底:答得好。
οὐκοῦν καὶ ἀεί;
那么也是始终如此吗?
ΕΤ. ναί, καὶ ἀεί.
同伴:是的,始终如此。
ΣΩ. οὐκοῦν καὶ οἱ ἰατροὶ συγγράφουσι περὶ ὑγιείας ἅπερ καὶ νομίζουσιν εἶναι;
苏格拉底:那么,医生们关于健康所写下的,也正是他们认为是真实的事物吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. ἰατρικὰ ἄρα καὶ ἰατρικοὶ νόμοι ταῦτα τὰ συγγράμματα ἐστὶν τὰ τῶν ἰατρῶν.
苏格拉底:因此,医生的这些著作也就是医学著作和医学法律了。
ΕΤ. ἰατρικὰ μέντοι.
同伴:确实是医学的。
ΣΩ. ἆρʼ οὖν καὶ τὰ γεωργικὰ συγγράμματα γεωργικοὶ νόμοι εἰσίν;
苏格拉底:那么,农业著作也是农业法律吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. τίνων οὖν ἐστιν τὰ περὶ κήπων ἐργασίας συγγράμματα καὶ νόμιμα;
苏格拉底:那么,关于庭园栽培的著作和规章是谁的呢?
ΕΤ. κηπουρῶν.
同伴:园丁的。
ΣΩ. κηπουρικοὶ ἄρα νόμοι ἡμῖν εἰσιν οὗτοι.
苏格拉底:因此,对我们来说这些就是园艺法律了。
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. τῶν ἐπισταμένων κήπων ἄρχειν;
苏格拉底:也就是属于那些懂得管理庭园的人的,对吗?
ΕΤ. πῶς δʼ οὔ;
同伴:当然如此。
ΣΩ. ἐπίστανται δʼ οἱ κηπουροί.
苏格拉底:而园丁们是懂得的。
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. τίνων δὲ τὰ περὶ ὄψου σκευασίας συγγράμματά τε καὶ νόμιμα;
苏格拉底:那么,关于烹饪佳肴的著作和规章又是谁的呢?
ΕΤ. μαγείρων.
同伴:厨师的。
ΣΩ. μαγειρικοὶ ἄρα οὗτοι νόμοι εἰσί;
苏格拉底:因此,这些就是烹饪法律了吗?
ΕΤ. μαγειρικοί.
同伴:烹饪法律。