§319ΣΩ. ἐγὼ δή σοι ἐρῶ, ἵνα μὴ καὶ σὺ ὥσπερ οἱ πολλοὶ ἀσεβῇς.
苏格拉底:我一定会告诉你,免得你也像大众那样犯下不敬之罪。
οὐ γὰρ ἔσθʼ ὅτι τούτου ἀσεβέστερόν ἐστιν οὐδʼ ὅτι χρὴ μᾶλλον εὐλαβεῖσθαι, πλὴν εἰς θεοὺς καὶ λόγῳ καὶ ἔργῳ ἐξαμαρτάνειν, δεύτερον δὲ εἰς τοὺς θείους ἀνθρώπους· ἀλλὰ πάνυ πολλὴν χρὴ προμήθειαν ποιεῖσθαι ἀεί, ὅταν μέλλῃς ἄνδρα ψέξειν ἢ ἐπαινέσεσθαι, μὴ οὐκ ὀρθῶς εἴπῃς.
因为没有什么比这更不敬的了,也没有什么更需要防范的了,除了在言行上对神明犯下过错,其次是对神圣的人犯下过错;相反,当你要批评或赞美一个人时,你必须始终保持极大的谨慎,免得说得不正确。
τούτου καὶ ἕνεκα χρὴ μανθάνειν διαγιγνώσκειν χρηστοὺς καὶ πονηροὺς ἄνδρας.
也是因为这个原因,人们需要学会辨别好人与坏人。
νεμεσᾷ γὰρ ὁ θεός, ὅταν τις ψέγῃ τὸν ἑαυτῷ ὅμοιον ἢ ἐπαινῇ τὸν ἑαυτῷ ἐναντίως ἔχοντα· ἔστι δʼ οὗτος ὁ ἀγαθός.
因为当有人批评与自己相似的人,或者赞美与自己相反的人时,神就会动怒;而这后者正是好人。
μὴ γάρ τι οἴου λίθους μὲν εἶναι ἱεροὺς καὶ ξύλα καὶ ὄρνεα καὶ ὄφεις, ἀνθρώπους δὲ μή· ἀλλὰ πάντων τούτων ἱερώτατόν ἐστιν ἄνθρωπος ὁ ἀγαθός, καὶ μιαρώτατον ὁ πονηρός.
因为你千万不要以为石头、木头、鸟类和蛇是神圣的,而人类却不是;相反,在所有这些当中,好人是最神圣的,而坏人是最污秽的。
ἤδη οὖν καὶ περὶ Μίνω, ὡς αὐτὸν Ὅμηρός τε καὶ Ἡσίοδος ἐγκωμιάζουσι, τούτου ἕνεκα φράσω, ἵνα μὴ ἄνθρωπος ὢν ἀνθρώπου εἰς ἥρω Διὸς ὑὸν λόγῳ ἐξαμαρτάνῃς.
所以,现在关于米诺斯,荷马和赫西俄德是如何赞美他的,我将因此进行说明,免得你作为一个人,在言辞上对身为宙斯之子的英雄犯下过错。
Ὅμηρος γὰρ περὶ Κρήτης λέγων ὅτι πολλοὶ ἄνθρωποι ἐν αὐτῇ εἰσιν καὶ ἐνενήκοντα πόληες, τῇσι δέ, φησίν—
"
ἔνι Κνωσὸς μεγάλη πόλις, ἔνθα τε Μίνως
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής.
因为荷马在谈到克里特时说,那里有许多人,有九十个城市,而其中,他说—— “其中有克诺索斯这座大城,米诺斯在其中作了九年的王,是伟大宙斯的谈伴。
"
ἔστιν οὖν τοῦτο Ὁμήρου ἐγκώμιον εἰς Μίνων διὰ βραχέων εἰρημένον, οἷον οὐδʼ εἰς ἕνα τῶν ἡρώων ἐποίησεν Ὅμηρος.
” 这就是荷马对米诺斯的赞辞,用简短的话语表达出来,是荷马未曾对任何一个英雄作过的赞美。
ὅτι μὲν γὰρ ὁ Ζεὺς σοφιστής ἐστιν καὶ ἡ τέχνη αὕτη παγκάλη ἐστί, πολλαχοῦ καὶ ἄλλοθι δηλοῖ, ἀτὰρ καὶ ἐνταῦθα.
因为宙斯是一个智者,而这一技术是极其完美的,这在其他许多地方都表现得很明显,在这里也是如此。
λέγει γὰρ τὸν Μίνων συγγίγνεσθαι ἐνάτῳ ἔτει τῷ Διὶ ἐν λόγοις καὶ φοιτᾶν παιδευθησόμενον ὡς ὑπὸ σοφιστοῦ ὄντος τοῦ Διός.
因为他说,米诺斯在第九年与宙斯通过言语相处,并前往接受教育,仿佛宙斯是一个智者。
ὅτι οὖν τοῦτο τὸ γέρας οὐκ ἔστιν ὅτῳ ἀπένειμεν Ὅμηρος τῶν ἡρώων, ὑπὸ Διὸς πεπαιδεῦσθαι, ἄλλῳ ἢ Μίνῳ, τοῦτʼ ἔστιν ἔπαινος θαυμαστός.
荷马没有把被宙斯教育的这一特权赋予除米诺斯之外的任何英雄,这就是令人惊叹的赞美。
καὶ Ὀδυσσείας ἐν Νεκυίᾳ δικάζοντα χρυσοῦν σκῆπτρον ἔχοντα πεποίηκε τὸν Μίνων, οὐ τὸν Ῥαδάμανθυν· Ῥαδάμανθυν δὲ οὔτʼ ἐνταῦθα δικάζοντα πεποίηκεν οὔτε συγγιγνόμενον τῷ Διὶ οὐδαμοῦ.
而在《奥德赛》的“招魂记”中,他把米诺斯描绘为手持金杖进行审判的人,而不是拉达曼迪斯;他既没有把拉达曼迪斯描绘成在那里进行审判,也没有描绘成在任何地方与宙斯相处。
διὰ ταῦτά φημʼ ἐγὼ Μίνων ἁπάντων μάλιστα ὑπὸ Ὁμήρου ἐγκεκωμιάσθαι.
由于这些原因,我说米诺斯最受荷马的赞美。
τὸ γὰρ Διὸς ὄντα παῖδα μόνον ὑπὸ Διὸς πεπαιδεῦσθαι οὐκ ἔχει ὑπερβολὴν ἐπαίνου—τοῦτο γὰρ σημαίνει τὸ ἔπος τὸ—
"
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
"
συνουσιαστὴν τοῦ Διὸς εἶναι τὸν Μίνων.
因为,作为宙斯唯一的儿子而被宙斯教育,这赞美无以复加——因为这句诗的意思是: “作了九年的王,是伟大宙斯的谈伴,” 意即米诺斯是宙斯的清谈伴侣。
οἱ γὰρ ὄαροι λόγοι εἰσίν, καὶ ὀαριστὴς συνουσιαστής ἐστιν ἐν λόγοις—ἐφοίτα οὖν διʼ ἐνάτου ἔτους εἰς τὸ τοῦ Διὸς ἄντρον ὁ Μίνως, τὰ μὲν μαθησόμενος, τὰ δὲ ἀποδειξόμενος ἃ τῇ προτέρᾳ ἐννεετηρίδι ἐμεμαθήκει παρὰ τοῦ Διός.
因为“oaroi”是言谈,而“oaristēs”是言谈中的同伴——因此米诺斯每隔九年就去宙斯的洞穴,一方面是为了学习,另一方面是为了展示他在前一个九年里从宙斯那里学到的东西。
§320ΣΩ. εἰσὶν δὲ οἳ ὑπολαμβάνουσι τὸν ὀαριστὴν συμπότην καὶ συμπαιστὴν εἶναι τοῦ Διός, ἀλλὰ τῷδε ἄν τις τεκμηρίῳ χρῷτο ὅτι οὐδὲν λέγουσιν οἱ οὕτως ὑπολαμβάνοντες·
苏格拉底:然而,有些人认为这位“谈伴”是宙斯的酒友和玩伴,但是人们可以用这样一个证据来证明那些这样认为的人说得毫无根据。
πολλῶν γὰρ ὄντων ἀνθρώπων καὶ Ἑλλήνων καὶ βαρβάρων, οὐκ ἔστιν οἵτινες ἀπέχονται συμποσίων καὶ ταύτης τῆς παιδιᾶς, οὗ ἔστιν οἶνος, ἄλλοι ἢ Κρῆτες καὶ Λακεδαιμόνιοι δεύτεροι, μαθόντες παρὰ Κρητῶν.
因为尽管有许多人类,包括希腊人和野蛮人,但在有酒的地方,除了克里特人以及紧随其后、从克里特人那里学到这一点的拉刻代蒙人之外,没有其他人是不参与宴会和这种游戏的。
ἐν Κρήτῃ δὲ εἷς οὗτός ἐστι τῶν ἄλλων νόμων οὓς Μίνως ἔθηκε, μὴ συμπίνειν ἀλλήλοις εἰς μέθην.
而在克里特,这是米诺斯所制定的其他法律中的一条,即不得互相饮酒至醉。
καίτοι δῆλον ὅτι ἃ ἐνόμιζεν καλὰ εἶναι, ταῦτα νόμιμα ἔθηκεν καὶ τοῖς αὑτοῦ πολίταις.
然而很明显,凡是他认为美好的事物,他也把这些定为他自己公民的法律。
οὐ γάρ που, ὥσπερ γε φαῦλος ἄνθρωπος, ὁ Μίνως ἐνόμιζεν μὲν ἕτερα, ἐποίει δὲ ἄλλα παρʼ ἃ ἐνόμιζεν· ἀλλὰ ἦν αὕτη ἡ συνουσία ὥσπερ ἐγὼ λέγω, διὰ λόγων ἐπὶ παιδείᾳ εἰς ἀρετήν.
因为米诺斯绝不会像一个卑劣的人那样,心里想的是一套,做出来的却是与他所相信的相反的另一套;相反,这种交往正像我所说的那样,是通过言谈来进行美德的教育。
ὅθεν δὴ καὶ τοὺς νόμους τούτους ἔθηκε τοῖς αὑτοῦ πολίταις, διʼ οὓς ἥ τε Κρήτη τὸν πάντα χρόνον εὐδαιμονεῖ καὶ Λακεδαίμων, ἀφʼ οὗ ἤρξατο τούτοις χρῆσθαι, ἅτε θείοις οὖσιν.
因此,他才为自己的公民制定了这些法律,克里特因为这些法律而一直享有福祉,拉刻代蒙自开始使用这些法律以来也是如此,因为它们是神圣的。
Ῥαδάμανθυς δὲ ἀγαθὸς μὲν ἦν ἀνήρ· ἐπεπαίδευτο γὰρ ὑπὸ τοῦ Μίνω.
拉达曼迪斯是一个好人,因为他曾接受米诺斯的教育。
ἐπεπαίδευτο μέντοι οὐχ ὅλην τὴν βασιλικὴν τέχνην, ἀλλʼ ὑπηρεσίαν τῇ βασιλικῇ, ὅσον ἐπιστατεῖν ἐν τοῖς δικαστηρίοις· ὅθεν καὶ δικαστὴς ἀγαθὸς ἐλέχθη εἶναι.
然而,他接受的教育并不是完整的君王技术,而是君王技术的辅助服务,足以主持法庭;因此他也被说成是一位优秀的法官。
νομοφύλακι γὰρ αὐτῷ ἐχρῆτο ὁ Μίνως κατὰ τὸ ἄστυ, τὰ δὲ κατὰ τὴν ἄλλην Κρήτην τῷ Τάλῳ.
因为米诺斯在城里用他作为法律守护者,而在克里特的其他地方则用塔洛斯。
ὁ γὰρ Τάλως τρὶς περιῄει τοῦ ἐνιαυτοῦ κατὰ τὰς κώμας, φυλάττων τοὺς νόμους ἐν αὐταῖς, ἐν χαλκοῖς γραμματείοις ἔχων γεγραμμένους τοὺς νόμους, ὅθεν χαλκοῦς ἐκλήθη.
因为塔洛斯每年三次巡视村庄,在村庄里守护法律,他手中拿着写在青铜板上的法律,因此被称为“青铜人”。
εἴρηκε δὲ καὶ Ἡσίοδος ἀδελφὰ τούτων εἰς τὸν Μίνων.
赫西俄德也对米诺斯说过与此相似的话。
μνησθεὶς γὰρ αὐτοῦ τοῦ ὀνόματος φησίν—
"
ὃς βασιλεύτατος γένετο θνητῶν βασιλήων,
καὶ πλείστων ἤνασσε περικτιόνων ἀνθρώπων,
Ζηνὸς ἔχων σκῆπτρον· τῷ καὶ πολέων βασίλευεν. "
καὶ οὗτος λέγει τὸ τοῦ Διὸς σκῆπτρον οὐδὲν ἄλλο ἢ τὴν παιδείαν τὴν τοῦ Διός, ᾗ εὔθυνε τὴν Κρήτην.
因为他提到他的名字并说: “他成为了凡人国王中最具王气者,并统治了最多周边的人民,手持宙斯的权杖;他也凭此统治了许多人” 而这位诗人也说,宙斯的权杖不是别的,正是宙斯的教育,他用它来引导克里特。
ΕΤ. διὰ τί οὖν ποτε, ὦ Σώκρατες, αὕτη ἡ φήμη κατεσκέδασται τοῦ Μίνω ὡς ἀπαιδεύτου τινὸς καὶ χαλεποῦ ὄντος;
同伴:那么,苏格拉底,究竟为什么会流传关于米诺斯是某个没有教养且粗暴之人的这种传言呢?