§315ΕΤ. ναί.
同伴:是的。
ΣΩ. οὐκοῦν ἡ ἀληθὴς δόξα τοῦ ὄντος ἐστὶν ἐξεύρεσις;
苏格拉底:那么,真实的意见不就是对实在的发现吗?
ΕΤ. ἔστιν γάρ.
同伴:确实如此。
ΣΩ. ὁ νόμος ἄρα βούλεται τοῦ ὄντος εἶναι ἐξεύρεσις.
苏格拉底:那么,法律就是想要成为对实在的发现。
ΕΤ. πῶς οὖν, ὦ Σώκρατες, εἰ ὁ νόμος ἐστὶν τοῦ ὄντος ἐξεύρεσις, οὐκ ἀεὶ τοῖς αὐτοῖς νόμοις χρώμεθα περὶ τῶν αὐτῶν, εἰ τὰ ὄντα γε ἡμῖν ἐξηύρηται;
同伴:苏格拉底,如果法律是对实在的发现,而实在确实已被我们发现,那为什么我们对于同样的事情不总是使用同样的法律呢?
ΣΩ. βούλεται μὲν οὐδὲν ἧττον ὁ νόμος εἶναι τοῦ ὄντος ἐξεύρεσις· οἱ δʼ ἄρα μὴ τοῖς αὐτοῖς ἀεὶ νόμοις χρώμενοι ἄνθρωποι, ὡς δοκοῦμεν, οὐκ ἀεὶ δύνανται ἐξευρίσκειν ὃ βούλεται ὁ νόμος, τὸ ὄν.
苏格拉底:法律想要成为对实在的发现,这一点并无减少;但那些看来并不总是使用相同法律的人,并不能总是发现法律所希望发现的东西,即实在。
ἐπεὶ φέρε ἴδωμεν ἐὰν ἄρα ἡμῖν ἐνθένδε κατάδηλον γένηται εἴτε τοῖς αὐτοῖς ἀεὶ νόμοις χρώμεθα ἢ ἄλλοτε ἄλλοις, καὶ εἰ ἅπαντες τοῖς αὐτοῖς ἢ ἄλλοι ἄλλοις.
且让我们看看,从这里开始,我们是否能弄清楚:我们是始终使用相同的法律,还是时而使用不同的法律;以及是否所有人使用相同的法律,还是不同的人使用不同的法律。
ΕΤ. ἀλλὰ τοῦτό γε, ὦ Σώκρατες, οὐ χαλεπὸν γνῶναι, ὅτι οὔτε οἱ αὐτοὶ ἀεὶ τοῖς αὐτοῖς νόμοις χρῶνται ἄλλοι τε ἄλλοις.
同伴:但是,苏格拉底,这一点倒不难知道:既不是相同的人始终使用相同的法律,不同的人也使用不同的法律。
ἐπεὶ αὐτίκα ἡμῖν μὲν οὐ νόμος ἐστὶν ἀνθρώπους θύειν ἀλλʼ ἀνόσιον, Καρχηδόνιοι δὲ θύουσιν ὡς ὅσιον ὂν καὶ νόμιμον αὐτοῖς, καὶ ταῦτα ἔνιοι αὐτῶν καὶ τοὺς αὑτῶν ὑεῖς τῷ Κρόνῳ, ὡς ἴσως καὶ σὺ ἀκήκοας.
例如,对我们来说,用人祭祀并非法律,而是不虔敬的;但卡尔切东人却视之为虔敬且合法的而进行祭祀,甚至他们中的一些人还将自己的儿子献祭给克罗诺斯,正如也许你也听说过的那样。
καὶ μὴ ὅτι βάρβαροι ἄνθρωποι ἡμῶν ἄλλοις νόμοις χρῶνται, ἀλλὰ καὶ οἱ ἐν τῇ Λυκαίᾳ οὗτοι καὶ οἱ τοῦ Ἀθάμαντος ἔκγονοι οἵας θυσίας θύουσιν Ἕλληνες ὄντες.
不仅野蛮人使用与我们不同的法律,连那些在吕开亚的人和阿塔马斯的后代,作为希腊人,他们所作的是怎样的祭祀啊!
ὥσπερ καὶ ἡμᾶς αὐτοὺς οἶσθά που καὶ αὐτὸς ἀκούων οἵοις νόμοις ἐχρώμεθα πρὸ τοῦ περὶ τοὺς ἀποθανόντας, ἱερεῖά τε προσφάττοντες πρὸ τῆς ἐκφορᾶς τοῦ νεκροῦ καὶ ἐγχυτιστρίας μεταπεμπόμενοι· οἱ δʼ αὖ ἐκείνων ἔτι πρότεροι αὐτοῦ καὶ ἔθαπτον ἐν τῇ οἰκίᾳ τοὺς ἀποθανόντας· ἡμεῖς δὲ τούτων οὐδὲν ποιοῦμεν.
就像你自己也听说过的那样,我们自己以前对于死者使用的是怎样的法律:在死者出殡前宰杀祭牲,并派人召来灌壶祭的妇女;而那些比他们还要早的人,甚至就把死者埋在屋子里;但我们现在一概不作这些事。
μυρία δʼ ἄν τις ἔχοι τοιαῦτα εἰπεῖν·
这样的话,人可以说出千万条来。
πολλὴ γὰρ εὐρυχωρία τῆς ἀποδείξεως ὡς οὔτε ἡμεῖς ἡμῖν αὐτοῖς ἀεὶ κατὰ ταὐτὰ νομίζομεν οὔτε ἀλλήλοις οἱ ἄνθρωποι.
因为有极大的空间可以证明:既不是我们自己始终遵守相同的习惯,人类彼此之间也不是如此。
ΣΩ. οὐδέν τοι θαυμαστόν ἐστιν, ὦ βέλτιστε, εἰ σὺ μὲν ὀρθῶς λέγεις, ἐμὲ δὲ τοῦτο λέληθεν.
苏格拉底:我最优秀的朋友,如果你说得对,而我忽略了这一点,这并没什么好奇怪的。
ἀλλʼ ἕως ἂν σύ τε κατὰ σαυτὸν λέγῃς ἅ σοι δοκεῖ μακρῷ λόγῳ καὶ πάλιν ἐγώ, οὐδὲν μή ποτε συμβῶμεν, ὡς ἐγὼ οἶμαι·
但是,只要你独自用长篇大论说你想说的话,而我又同样如此,我认为我们变决不会达成任何一致。
ἐὰν δὲ κοινὸν τεθῇ τὸ σκέμμα, τάχʼ ἂν ὁμολογήσαιμεν.
但如果把考察设为共同的,也许我们就能达成一致。
εἰ μὲν οὖν βούλει, πυνθανόμενός τι παρʼ ἐμοῦ κοινῇ μετʼ ἐμοῦ σκόπει· εἰ δʼ αὖ βούλει, ἀποκρινόμενος.
因此,如果你愿意,可以通过向我提问来与我共同考察;如果你愿意,也可以通过回答来考察。
ΕΤ. ἀλλʼ ἐθέλω, ὦ Σώκρατες, ἀποκρίνεσθαι ὅτι ἂν βούλῃ.
同伴:苏格拉底,我愿意回答任何你所希望的问题。
ΣΩ. φέρε δὴ σύ, πότερα νομίζεις τὰ δίκαια ἄδικα εἶναι καὶ τὰ ἄδικα δίκαια, ἢ τὰ μὲν δίκαια δίκαια, τὰ δὲ ἄδικα ἄδικα;
苏格拉底:那么,请问你,你认为正义的事物是不正义的、而不正义的事物是正义的吗? 还是说,正义的事物是正义的,不正义的事物是不正义的?