Humanitext Reader

柏拉图 · 米诺斯篇 §313-314

关于法律本质与真实意见的探究

第 1 段,共 6 段 · 希腊语

内容简介

苏格拉底与同伴就“法律是什么”展开探讨。针对同伴关于法律即习惯或城邦决议的界定,苏格拉底论证了法律在本质上必须是善且有益的,从而得出法律应当是“真实的意见”。

§313ΣΩ. ὁ νόμος ἡμῖν τί ἐστιν;
苏格拉底:对我们而言,法律是什么?
ΕΤ. ὁποῖον καὶ ἐρωτᾷς τῶν νόμων;
同伴:您问的是哪种法律?
ΣΩ. τί δʼ;
苏格拉底:怎么说?
ἔστιν ὅτι διαφέρει νόμος νόμου κατʼ αὐτὸ τοῦτο, κατὰ τὸ νόμος εἶναι;
难道法律与法律之间,仅就其为法律而言,会有什么不同吗?
σκόπει γὰρ δὴ ὃ τυγχάνω ἐρωτῶν σε.
请仔细想想我正在问你的问题。
ἐρωτῶ γάρ, ὥσπερ εἰ ἀνηρόμην τί ἐστιν χρυσός, εἴ με ὡσαύτως ἀνήρου ὁποῖον καὶ λέγω χρυσόν, οἴομαί σε οὐκ ἂν ὀρθῶς ἐρέσθαι.
因为我的提问,就像是我若问你黄金是什么,而你同样反问我指的是哪种黄金一样,我认为你那样提问是不妥当的。
οὐδὲν γάρ που διαφέρει οὔτε χρυσὸς χρυσοῦ οὔτε λίθος λίθου κατά γε τὸ λίθος εἶναι καὶ κατὰ τὸ χρυσός·
因为黄金与黄金,石头与石头,至少在作为石头和作为黄金这一点上,是毫无区别的。
οὕτω δὲ οὐδὲ νόμος που νόμου οὐδὲν διαφέρει, ἀλλὰ πάντες εἰσὶν ταὐτόν.
同样,法律与法律也毫无区别,而是完全相同的。
νόμος γὰρ ἕκαστος αὐτῶν ἐστιν ὁμοίως, οὐχ ὁ μὲν μᾶλλον, ὁ δʼ ἧττον·
因为它们每一个都同样是法律,不存在一个更像是法律,另一个较不像是法律。
τοῦτο δὴ αὐτὸ ἐρωτῶ, τὸ πᾶν τί ἐστιν νόμος.
这正是我的提问:作为整体的法律是什么?
εἰ οὖν σοι πρόχειρον, εἰπέ.
如果你手头有答案,请告诉我。
ΕΤ. τί οὖν ἄλλο νόμος εἴη ἄν, ὦ Σώκρατες, ἀλλʼ ἢ τὰ νομιζόμενα;
同伴:苏格拉底,除了那些被习惯性认同的事物之外,法律还能是什么呢?
ΣΩ. ἦ καὶ λόγος σοι δοκεῖ εἶναι τὰ λεγόμενα, ἢ ὄψις τὰ ὁρώμενα, ἢ ἀκοὴ τὰ ἀκουόμενα;
苏格拉底:那么,在你看来,被说出的话就是语言本身吗?
ἢ ἄλλο μὲν λόγος, ἄλλο δὲ τὰ λεγόμενα·
或者被看到的东西就是视觉,被听到的东西就是听觉?
καὶ ἄλλο μὲν ὄψις, ἄλλο δὲ τὰ ὁρώμενα· καὶ ἄλλο μὲν ἀκοή, ἄλλο δὲ τὰ ἀκουόμενα, καὶ ἄλλο δὴ νόμος, ἄλλο δὲ τὰ νομιζόμενα;
还是说,语言是一回事,被说出的话是另一回事;视觉是一回事,被看到的东西是另一回事;听觉是一回事,被听到的东西是另一回事;同样,法律是一回事,而被习惯性认同的事物是另一回事?
οὕτως ἢ πῶς σοι δοκεῖ;
在你看来是这样,还是怎样?
ΕΤ. ἄλλο μοι νῦν ἐφάνη.
同伴:现在看来,它们是不同的事物。
ΣΩ. οὐκ ἄρα νόμος ἐστὶν τὰ νομιζόμενα.
苏格拉底:那么,法律就不是被习惯性认同的事物了。
ΕΤ. οὔ μοι δοκεῖ.
同伴:在我看来不是。
§314ΣΩ. τί δῆτʼ ἂν εἴη νόμος;
苏格拉底:那么,法律到底会是什么呢?
ἐπισκεψώμεθʼ αὐτὸ ὧδε.
让我们这样来考察它。
εἴ τις ἡμᾶς τὰ νυνδὴ λεγόμενα ἀνήρετο, ἐπειδὴ ὄψει φατὲ τὰ ὁρώμενα ὁρᾶσθαι, τίνι ὄντι τῇ ὄψει ὁρᾶται;
如果有人就我们刚才说的话问我们: “既然你们说被看到的东西是通过视觉被看见的,那么,视觉作为什么样的事物,使得东西通过它被看见呢?
ἀπεκρινάμεθʼ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὀφθαλμῶν δηλούσῃ τὰ πράγματα·
” 我们会回答他说:“是通过那借助眼睛来显明事物的感官。
εἰ δʼ αὖ ἤρετο ἡμᾶς, τί δέ; ἐπειδὴ ἀκοῇ τὰ ἀκουόμενα ἀκούεται, τίνι ὄντι τῇ ἀκοῇ;
”如果他又反问我们: “那么,既然被听到的东西是通过听觉被听见的,那么,听觉作为什么样的事物,使得东西通过它被听见呢?
ἀπεκρινάμεθʼ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὤτων δηλούσῃ ἡμῖν τὰς φωνάς.
” 我们会回答他说:“是通过那借助耳朵向我们显明声音的感官。
οὕτω τοίνυν καὶ εἰ ἀνέροιτο ἡμᾶς, ἐπειδὴ νόμῳ τὰ νομιζόμενα νομίζεται, τίνι ὄντι τῷ νόμῳ νομίζεται;
”那么同样,如果他问我们: “既然被习惯性认同的事物是通过法律而被认同的,那么,法律作为什么样的事物,使得事物通过它被认同呢?
πότερον αἰσθήσει τινὶ ἢ δηλώσει, ὥσπερ τὰ μανθανόμενα μανθάνεται δηλούσῃ τῇ ἐπιστήμῃ, ἢ εὑρέσει τινί, ὥσπερ τὰ εὑρισκόμενα εὑρίσκεται, οἷον τὰ μὲν ὑγιεινὰ καὶ νοσώδη ἰατρικῇ, ἃ δὲ οἱ θεοὶ διανοοῦνται, ὥς φασιν οἱ μάντεις, μαντικῇ;
” “是通过某种感官,还是通过某种显明(就像被学到的东西是通过显明它们的知识而被学到那样),或者是通过某种发现(就像被发现的东西是被发现那样——例如健康和疾病的东西是通过医学被发现,而神明所思考的事情,正如预言者所说,是通过预言术被发现)?
ἡ γάρ που τέχνη ἡμῖν εὕρεσίς ἐστιν τῶν πραγμάτων·
因为技术对我们来说难道不就是对事物的发现吗?
ἦ γάρ;
难道不是吗?
ΕΤ. πάνυ γε.
” 同伴:确实如此。
ΣΩ. τί οὖν ἂν τούτων ὑπολάβοιμεν μάλιστα τὸν νόμον εἶναι;
苏格拉底:那么,在这些事物中,我们最应该认为法律是其中的哪一个呢?
ΕΤ. τὰ δόγματα ταῦτα καὶ ψηφίσματα, ἔμοιγε δοκεῖ.
同伴:依我看,是这些决定和决议。
τί γὰρ ἂν ἄλλο τις φαίη νόμον εἶναι;
因为人还会说法律是什么呢?
ὥστε κινδυνεύει, ὃ σὺ ἐρωτᾷς, τὸ ὅλον τοῦτο, νόμος, δόγμα πόλεως εἶναι.
因此,你所问的这整个被称为“法律”的东西,似乎就是城邦的决定。
ΣΩ. δόξαν, ὡς ἔοικε, λέγεις πολιτικὴν τὸν νόμον.
苏格拉底:看来,你所说的法律,是指一种政治性的意见。
ΕΤ. ἔγωγε.
同伴:正是。
ΣΩ. καὶ ἴσως καλῶς λέγεις· τάχα δὲ ὧδε ἄμεινον εἰσόμεθα.
苏格拉底:也许你说得对,但通过以下方式,我们会了解得更清楚。
λέγεις τινὰς σοφούς;
你说有某些智者吗?
ΕΤ. ἔγωγε.
同伴:有的。
ΣΩ. οὐκοῦν οἱ σοφοί εἰσιν σοφίᾳ σοφοί;
苏格拉底:那么,智者是因为智慧而成为智者的吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. τί δέ; οἱ δίκαιοι δικαιοσύνῃ δίκαιοι;
苏格拉底:那么,正义的人是因为正义而成为正义的吗?
ΕΤ. πάνυ γε.
同伴:确实如此。
ΣΩ. οὐκοῦν καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι;
苏格拉底:那么,守法的人也是因为法律而成为守法的吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. οἱ δὲ ἄνομοι ἀνομίᾳ ἄνομοι;
苏格拉底:而违法的人是因为违法而成为违法的吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. οἱ δὲ νόμιμοι δίκαιοι;
苏格拉底:守法的人是正义的人吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. οἱ δὲ ἄνομοι ἄδικοι;
苏格拉底:违法的人是不正义的人吗?
ΕΤ. ἄδικοι.
同伴:是不正义的人。
ΣΩ. οὐκοῦν κάλλιστον ἡ δικαιοσύνη τε καὶ ὁ νόμος;
苏格拉底:那么,正义和法律难道不是最美妙的事物吗?
ΕΤ. οὕτως.
同伴:是的。
ΣΩ. αἴσχιστον δὲ ἡ ἀδικία τε καὶ ἡ ἀνομία;
苏格拉底:而不正义和违法难道不是最丑陋的事物吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. καὶ τὸ μὲν σῴζει τὰς πόλεις καὶ τἆλλα πάντα, τὸ δὲ ἀπόλλυσι καὶ ἀνατρέπει;
苏格拉底:而且,前者保全了城邦及其他一切,而后者则毁灭并颠覆了它们?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. ὡς περὶ καλοῦ ἄρα τινὸς ὄντος δεῖ τοῦ νόμου διανοεῖσθαι, καὶ ὡς ἀγαθὸν αὐτὸ ζητεῖν.
苏格拉底:因此,我们应该把法律看作是某种美妙的事物,并将其作为善来追求。
ΕΤ. πῶς δʼ οὔ;
同伴:怎能不如此呢?
ΣΩ. οὐκοῦν δόγμα ἔφαμεν εἶναι πόλεως τὸν νόμον;
苏格拉底:那么,我们刚才不是说法律是城邦的决定吗?
ΕΤ. ἔφαμεν γάρ.
同伴:我们确实说过。
ΣΩ. τί οὖν; οὐκ ἔστιν τὰ μὲν χρηστὰ δόγματα, τὰ δὲ πονηρά;
苏格拉底:那么,难道没有一些决定是有益的,另一些是有害的吗?
ΕΤ. ἔστιν μὲν οὖν.
同伴:确实有。
ΣΩ. καὶ μὴν νόμος γε οὐκ ἦν πονηρός.
苏格拉底:然而,法律绝不是有害的。
ΕΤ. οὐ γάρ.
同伴:确实不是。
ΣΩ. οὐκ ἄρα ὀρθῶς ἔχει ἀποκρίνεσθαι οὕτως ἁπλῶς ὅτι νόμος ἐστὶ δόγμα πόλεως.
苏格拉底:那么,如此简单地回答说“法律是城邦的决定”,是不正确的。
ΕΤ. οὐκ ἔμοιγε δοκεῖ.
同伴:在我看来是不正确。
ΣΩ. οὐκ ἄρα ἁρμόττοι ἂν τὸ πονηρὸν δόγμα νόμος εἶναι.
苏格拉底:那么,有害的决定并不适合作为法律。
ΕΤ. οὐ δῆτα.
同伴:绝不适合。
ΣΩ. ἀλλὰ μὴν δόξα γέ τις καὶ αὐτῷ μοι καταφαίνεται ὁ νόμος εἶναι·
苏格拉底:然而,在我看来,法律本身也显现为某种意见。
ἐπειδὴ δὲ οὐχ ἡ πονηρὰ δόξα, ἆρα οὐκ ἤδη τοῦτο κατάδηλον, ὡς ἡ χρηστή, εἴπερ δόξα νόμος ἐστί;
既然它不是有害的意见,那么如果意见确实是法律,它便是那有益的意见,这难道不是已经很明显了吗?
ΕΤ. ναί.
同伴:是的。
ΣΩ. δόξα δὲ χρηστὴ τίς ἐστιν;
苏格拉底:那么,有益的意见是什么呢?
οὐχ ἡ ἀληθής;
难道不就是真实的意见吗?

词汇与语法注释

  1. 313aοἴομαί σε οὐκ ἂν ὀρθῶς ἐρέσθαι — 隶属于主句动词 `οἴομαι` 的“带对格的不定式”(AcI)结构。与不定过去时不定式 `ἐρέσθαι` 连用的助词 `ἄν` 代表了过去违实条件句的结论部,意为“我认为(如果你那样提问的话)你本没有正确地提问”。
  2. 313bτὰ νομιζόμενα — 动词 `νομίζω`(视为习惯、设立、相信)的现在时被动分词中性复数形式。它与名词 `νόμος`(法律、习惯)同源,同伴将法律界定为“习惯性认同之物”(nomizomena)正是基于这种词源学联系。苏格拉底随后通过区分动作的对象(分词)与支撑动作的原理(名词)来反驳这一观点。
  3. 314aτίνι ὄντι — 由疑问代词的与格 `τίνι` 与动词 `εἰμί` 的现在时分词与格 `ὄντι` 结合而成的惯用表达。意为“作为什么样的事物?”,此处用于修饰表示工具或手段的与格(如 `τῇ ὄψει` 或 `τῷ νόμῳ`),要求对该工具的本质属性给出定义。

引用这一段

柏拉图, 米诺斯篇 §313-314. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg033.humanitext-grc2:313-314

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。