Humanitext Reader

柏拉图 · 克里底亚篇 §116-117

亚特兰蒂斯中央岛的建筑与规划

第 7 段,共 9 段 · 希腊语

内容简介

详细描述了亚特兰蒂斯中央岛屿及环状路的建筑构造,包括波塞冬神殿的奢华装饰、冷热泉水的使用、依忠诚度划分的守卫宿舍,以及最外围港口熙熙攘攘的贸易景象。

§116ΚΡΙ. ἡ δὲ νῆσος, ἐν ᾗ τὰ βασίλεια ἦν, πέντε σταδίων τὴν διάμετρον εἶχεν.
克里底亚:而王宫所在的那个岛屿,直径为五斯塔迪翁。
ταύτην δὴ κύκλῳ καὶ τοὺς τροχοὺς καὶ τὴν γέφυραν πλεθριαίαν τὸ πλάτος οὖσαν ἔνθεν καὶ ἔνθεν λιθίνῳ περιεβάλλοντο τείχει, πύργους καὶ πύλας ἐπὶ τῶν γεφυρῶν κατὰ τὰς τῆς θαλάττης διαβάσεις ἑκασταχόσε ἐπιστήσαντες·
他们用石墙将这个岛屿以及那些环状路和宽度为一普勒特隆的桥梁,从两边合围起来,并在桥梁上,在跨越海水通道的各处设立了塔楼和城门。
τὸν δὲ λίθον ἔτεμνον ὑπὸ τῆς νήσου κύκλῳ τῆς ἐν μέσῳ καὶ ὑπὸ τῶν τροχῶν ἔξωθεν καὶ ἐντός, τὸν μὲν λευκόν, τὸν δὲ μέλανα, τὸν δὲ ἐρυθρὸν ὄντα, τέμνοντες δὲ ἅμʼ ἠργάζοντο νεωσοίκους κοίλους διπλοῦς ἐντός, κατηρεφεῖς αὐτῇ τῇ πέτρᾳ.
他们从中央岛屿的下方四周,以及陆地环状路的外侧和内侧下方开采石料;有的石料是白色的,有的是黑色的,有的是红色的。 在开采的同时,他们还在内部建造了双重中空的船坞,由岩石本身作为顶棚。
καὶ τῶν οἰκοδομημάτων τὰ μὲν ἁπλᾶ, τὰ δὲ μειγνύντες τοὺς λίθους ποικίλα ὕφαινον παιδιᾶς χάριν, ἡδονὴν αὐτοῖς σύμφυτον ἀπονέμοντες·
在这些建筑物中,有些是单色的,有些则是为了娱乐而混合不同颜色的石料,将其装饰得色彩斑斓,赋予它们一种天生的美感。
καὶ τοῦ μὲν περὶ τὸν ἐξωτάτω τροχὸν τείχους χαλκῷ περιελάμβανον πάντα τὸν περίδρομον, οἷον ἀλοιφῇ προσχρώμενοι, τοῦ δʼ ἐντὸς καττιτέρῳ περιέτηκον, τὸν δὲ περὶ αὐτὴν τὴν ἀκρόπολιν ὀρειχάλκῳ μαρμαρυγὰς ἔχοντι πυρώδεις.
他们用铜包裹了最外圈环状路周围墙壁的整个通道,犹如使用涂料一般;内圈的墙壁则用锡熔覆;而环绕着卫城本身的墙壁,则用闪烁着火焰般光芒的山铜包裹。
τὰ δὲ δὴ τῆς ἀκροπόλεως ἐντὸς βασίλεια κατεσκευασμένα ὧδʼ ἦν. ἐν μέσῳ μὲν ἱερὸν ἅγιον αὐτόθι τῆς τε Κλειτοῦς καὶ τοῦ Ποσειδῶνος ἄβατον ἀφεῖτο, περιβόλῳ χρυσῷ περιβεβλημένον, τοῦτʼ ἐν ᾧ κατʼ ἀρχὰς ἐφίτυσαν καὶ ἐγέννησαν τὸ τῶν δέκα βασιλειδῶν γένος·
卫城内部的王宫布置如下:正中保留着一片克莱托与波塞冬的神圣禁地,不准入内,周围用金质围墙环绕;这里正是起初他们繁衍并诞生了十位国王谱系的地方。
ἔνθα καὶ κατʼ ἐνιαυτὸν ἐκ πασῶν τῶν δέκα λήξεων ὡραῖα αὐτόσε ἀπετέλουν ἱερὰ ἐκείνων ἑκάστῳ.
每年,他们还会从全部十个领地向这里送来时令的祭品,为他们中的每一位举行祭祀。
τοῦ δὲ Ποσειδῶνος αὐτοῦ νεὼς ἦν, σταδίου μὲν μῆκος, εὖρος δὲ τρίπλεθρος, ὕψος δʼ ἐπὶ τούτοις σύμμετρον ἰδεῖν, εἶδος δέ τι βαρβαρικὸν ἔχοντος.
此外还有波塞冬本人的神殿,长度为一斯塔迪翁,宽度为三普勒特隆,高度与这些尺寸相称,呈现出某种异国风的外观。
πάντα δὲ ἔξωθεν περιήλειψαν τὸν νεὼν ἀργύρῳ, πλὴν τῶν ἀκρωτηρίων, τὰ δὲ ἀκρωτήρια χρυσῷ·
神殿的外墙除角饰外全部涂上白银,而角饰则用黄金装饰。
τὰ δʼ ἐντός, τὴν μὲν ὀροφὴν ἐλεφαντίνην ἰδεῖν πᾶσαν χρυσῷ καὶ ἀργύρῳ καὶ ὀρειχάλκῳ πεποικιλμένην, τὰ δὲ ἄλλα πάντα τῶν τοίχων τε καὶ κιόνων καὶ ἐδάφους ὀρειχάλκῳ περιέλαβον.
至于内部,天井全是用象牙制成,并镶嵌着黄金、白银和山铜;墙壁、柱子和地面的其他所有部分都用山铜包裹。
χρυσᾶ δὲ ἀγάλματα ἐνέστησαν, τὸν μὲν θεὸν ἐφʼ ἅρματος ἑστῶτα ἓξ ὑποπτέρων ἵππων ἡνίοχον, αὐτόν τε ὑπὸ μεγέθους τῇ κορυφῇ τῆς ὀροφῆς ἐφαπτόμενον, Νηρῇδας δὲ ἐπὶ δελφίνων ἑκατὸν κύκλῳ— τοσαύτας γὰρ ἐνόμιζον αὐτὰς οἱ τότε εἶναι—πολλὰ δʼ ἐντὸς ἄλλα ἀγάλματα ἰδιωτῶν ἀναθήματα ἐνῆν.
他们还安放了金质雕像:神明本人站在一辆由六匹带翼马拉着的战车上,担任御者,他因身材巨大而头顶触及天花板;周围是一百个骑在海豚上的涅雷伊德——因为当时的人们相信她们就是这个数目;内部还有许多其他作为私人献纳物的雕像。
περὶ δὲ τὸν νεὼν ἔξωθεν εἰκόνες ἁπάντων ἕστασαν ἐκ χρυσοῦ, τῶν γυναικῶν καὶ αὐτῶν ὅσοι τῶν δέκα ἐγεγόνεσαν βασιλέων, καὶ πολλὰ ἕτερα ἀναθήματα μεγάλα τῶν τε βασιλέων καὶ ἰδιωτῶν ἐξ αὐτῆς τε τῆς πόλεως καὶ τῶν ἔξωθεν ὅσων ἐπῆρχον.
在神殿外围,立着所有十位国王及其妻子的金质塑像,以及许多其他来自该城市本身和他们所统治的外部属领的、国王和私人的大型献纳物。
§117ΚΡΙ. βωμός τε δὴ συνεπόμενος ἦν τὸ μέγεθος καὶ τὸ τῆς ἐργασίας ταύτῃ τῇ κατασκευῇ, καὶ τὰ βασίλεια κατὰ τὰ αὐτὰ πρέποντα μὲν τῷ τῆς ἀρχῆς μεγέθει, πρέποντα δὲ τῷ περὶ τὰ ἱερὰ κόσμῳ.
克里底亚:祭坛的规模和工艺也与这一建筑群相称,王宫同样也是一方面与帝国的庞大相称,另一方面也与神殿周围的装饰相契合。
ταῖς δὲ δὴ κρήναις, τῇ τοῦ ψυχροῦ καὶ τῇ τοῦ θερμοῦ νάματος, πλῆθος μὲν ἄφθονον ἐχούσαις, ἡδονῇ δὲ καὶ ἀρετῇ τῶν ὑδάτων πρὸς ἑκατέρου τὴν χρῆσιν θαυμαστοῦ πεφυκότος, ἐχρῶντο περιστήσαντες οἰκοδομήσεις καὶ δένδρων φυτεύσεις πρεπούσας ὕδασι, δεξαμενάς τε αὖ τὰς μὲν ὑπαιθρίους, τὰς δὲ χειμερινὰς τοῖς θερμοῖς λουτροῖς ὑποστέγους περιτιθέντες, χωρὶς μὲν βασιλικάς, χωρὶς δὲ ἰδιωτικάς, ἔτι δὲ γυναιξὶν ἄλλας καὶ ἑτέρας ἵπποις καὶ τοῖς ἄλλοις ὑποζυγίοις, τὸ πρόσφορον τῆς κοσμήσεως ἑκάστοις ἀπονέμοντες.
至于泉水,即冷泉和温泉,其水量极其丰富,且水的甘甜和品质对于各自的用途而言都是天生令人惊叹的。 他们利用这些泉水,在周围建造了建筑物,并种植了适合水质的树木;此外还环绕着建造了蓄水池,有的是露天的,有的则是加盖顶棚作为冬季温浴之用,王室专用的和私人使用的彼此分开,还有供女性使用的,以及供马匹和其他役畜使用的,都分别建造,并为各处分配合适的装饰。
τὸ δὲ ἀπορρέον ἦγον ἐπὶ τὸ τοῦ Ποσειδῶνος ἄλσος, δένδρα παντοδαπὰ κάλλος ὕψος τε δαιμόνιον ὑπʼ ἀρετῆς τῆς γῆς ἔχοντα, καὶ ἐπὶ τοὺς ἔξω κύκλους διʼ ὀχετῶν κατὰ τὰς γεφύρας ἐπωχέτευον·
他们将流出的水引向波塞冬的神圣林苑,由于土地的肥沃,那里的各种树木具有令人惊叹的美丽和高度;他们还通过桥梁上的管道将水引向外圈的环状路。
οὗ δὴ πολλὰ μὲν ἱερὰ καὶ πολλῶν θεῶν, πολλοὶ δὲ κῆποι καὶ πολλὰ γυμνάσια ἐκεχειρούργητο, τὰ μὲν ἀνδρῶν, τὰ δὲ ἵππων χωρὶς ἐν ἑκατέρᾳ τῇ τῶν τροχῶν νήσῳ, τά τε ἄλλα καὶ κατὰ μέσην τὴν μείζω τῶν νήσων ἐξῃρημένος ἱππόδρομος ἦν αὐτοῖς, σταδίου τὸ πλάτος ἔχων, τὸ δὲ μῆκος περὶ τὸν κύκλον ὅλον ἀφεῖτο εἰς ἅμιλλαν τοῖς ἵπποις.
在那里,建造了许多神明的许多神殿,许多花园和许多体育场,在两座环状路岛屿上,有些是男子的,有些是马匹的,彼此分开。 其中,在较大岛屿的正中,有一处为他们特意留出的赛马场,宽度为一斯塔迪翁,长度则环绕整个圈子,留给马匹进行竞技。
δορυφορικαὶ δὲ περὶ αὐτὸν ἔνθεν τε καὶ ἔνθεν οἰκήσεις ἦσαν τῷ πλήθει τῶν δορυφόρων· τοῖς δὲ πιστοτέροις ἐν τῷ μικροτέρῳ τροχῷ καὶ πρὸς τῆς ἀκροπόλεως μᾶλλον ὄντι διετέτακτο ἡ φρουρά, τοῖς δὲ πάντων διαφέρουσιν πρὸς πίστιν ἐντὸς τῆς ἀκροπόλεως περὶ τοὺς βασιλέας αὐτοὺς ἦσαν οἰκήσεις δεδομέναι.
在赛马场的两侧,建有供众多护卫兵使用的宿舍;更可靠的护卫兵则被分配在较小的、更靠近卫城的环状路内执勤;而忠诚度超越所有人的护卫兵,则被给予了卫城内部、紧邻国王本人的宿所。
τὰ δὲ νεώρια τριήρων μεστὰ ἦν καὶ σκευῶν ὅσα τριήρεσιν προσήκει, πάντα δὲ ἐξηρτυμένα ἱκανῶς.
船坞里挤满了三段舵桨船以及所有属于三段舵桨船的装备,全部装备十分完善。
καὶ τὰ μὲν δὴ περὶ τὴν τῶν βασιλέων οἴκησιν οὕτω κατεσκεύαστο·
国王居所周围的设施就是这样建造的。
διαβάντι δὲ τοὺς λιμένας ἔξω τρεῖς ὄντας ἀρξάμενον ἀπὸ τῆς θαλάττης ᾔειν ἐν κύκλῳ τεῖχος, πεντήκοντα σταδίους τοῦ μεγίστου τροχοῦ τε καὶ λιμένος ἀπέχον πανταχῇ, καὶ συνέκλειεν εἰς ταὐτὸν πρὸς τὸ τῆς διώρυχος στόμα τὸ πρὸς θαλάττης.
而当人们穿过外侧的三个港口时,从海边开始,有一堵墙呈环状延伸,在各处都距离最大的环状路及港口五十斯塔迪翁,并在通往大海的运河口处合拢。
τοῦτο δὴ πᾶν συνῳκεῖτο μὲν ὑπὸ πολλῶν καὶ πυκνῶν οἰκήσεων, ὁ δὲ ἀνάπλους καὶ ὁ μέγιστος λιμὴν ἔγεμεν πλοίων καὶ ἐμπόρων ἀφικνουμένων πάντοθεν, φωνὴν καὶ θόρυβον παντοδαπὸν κτύπον τε μεθʼ ἡμέραν καὶ διὰ νυκτὸς ὑπὸ πλήθους παρεχομένων.
这整个区域内建有许多密集的住宅,航道和最大的港口挤满了从各处赶来的船只和商人,由于人数众多,不论白天还是黑夜,都产生出各种声音、喧嚣和嘈杂声。

词汇与语法注释

  1. 116aπλεθριαίαν τὸ πλάτος οὖσαν — 该处的对格 `τὸ πλάτος` 是关系对格(“在宽度上”),用于限定形容词 `πλεθριαίαν`(一普勒特隆宽的)的修饰范围。
  2. 116bαὐτῇ τῇ πέτρᾳ — 与格 `αὐτῇ τῇ πέτρᾳ` 是伴随有强度代词 `αὐτός`(“本身”)的手段与格(“用岩石本身”),表示他们直接利用开凿出的原生岩石作为船坞的顶棚,而非另行建造人工天花板。
  3. 117aταῖς δὲ δὴ κρήναις — 这是主句动词 `ἐχρῶντο`(`χράομαι` 的未完成过去时)所支配的与格宾语。尽管其后插入了长分词短语及以 `πεφυκότος` 引导的属格独立结构,整个句子的核心框架仍是“至于这些泉水……他们使用它们”。
  4. 117dδιαβάντι — 该现在分词与格是用于地理方位描述中设定视角的“关系与格(旅人与格)”,意为“对于穿过(这些港口)并前行的人而言”。

引用这一段

柏拉图, 克里底亚篇 §116-117. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg032.humanitext-grc2:116-117

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。