Humanitext Reader

柏拉图 · 克里底亚篇 §120-121

亚特兰蒂斯诸王的誓判与堕落及众神集会

第 9 段,共 9 段 · 希腊语

内容简介

记述了亚特兰蒂斯国王们依据传统法律进行誓约与裁判的仪式,由于体内神性的消退,他们堕入贪婪并走向道德败坏,最后宙斯为此召集众神准备予以惩罚。

§120ΚΡΙ. ὅτʼ οὖν κατὰ τοὺς αὑτῶν νόμους θύσαντες καθαγίζοιεν πάντα τοῦ ταύρου τὰ μέλη, κρατῆρα κεράσαντες ὑπὲρ ἑκάστου θρόμβον ἐνέβαλλον αἵματος, τὸ δʼ ἄλλʼ εἰς τὸ πῦρ ἔφερον, περικαθήραντες τὴν στήλην·
克里底亚:因此,当他们按照自己的法律献祭,并将公牛的所有肢体都烧尽献祭时,他们调好一尊混酒器,为他们中的每一个人投入一滴血块,其余的部分则在清理完碑柱四周后送入火中。
μετὰ δὲ τοῦτο χρυσαῖς φιάλαις ἐκ τοῦ κρατῆρος ἀρυτόμενοι, κατὰ τοῦ πυρὸς σπένδοντες ἐπώμνυσαν δικάσειν τε κατὰ τοὺς ἐν τῇ στήλῃ νόμους καὶ κολάσειν εἴ τίς τι πρότερον παραβεβηκὼς εἴη, τό τε αὖ μετὰ τοῦτο μηδὲν τῶν γραμμάτων ἑκόντες παραβήσεσθαι, μηδὲ ἄρξειν μηδὲ ἄρχοντι πείσεσθαι πλὴν κατὰ τοὺς τοῦ πατρὸς ἐπιτάττοντι νόμους.
此后,他们用金杯从混酒器中舀酒,倾倒在火上作奠祭,并起誓将按照碑柱上的法律进行审判,且如果有人先前犯有任何违背行为,必将予以惩罚;此外,今后绝不故意违背任何碑文,也不进行统治,亦不服从任何统治者,除非是按照其父神所命令的法律。
ταῦτα ἐπευξάμενος ἕκαστος αὐτῶν αὑτῷ καὶ τῷ ἀφʼ αὑτοῦ γένει, πιὼν καὶ ἀναθεὶς τὴν φιάλην εἰς τὸ ἱερὸν τοῦ θεοῦ, περὶ τὸ δεῖπνον καὶ τἀναγκαῖα διατρίψας, ἐπειδὴ γίγνοιτο σκότος καὶ τὸ πῦρ ἐψυγμένον τὸ περὶ τὰ θύματα εἴη, πάντες οὕτως ἐνδύντες ὅτι καλλίστην κυανῆν στολήν, ἐπὶ τὰ τῶν ὁρκωμοσίων καύματα χαμαὶ καθίζοντες, νύκτωρ, πᾶν τὸ περὶ τὸ ἱερὸν ἀποσβεννύντες πῦρ, ἐδικάζοντό τε καὶ ἐδίκαζον εἴ τίς τι παραβαίνειν αὐτῶν αἰτιῷτό τινα·
他们中的每个人为自己及子嗣作此祈愿,饮下酒并将金杯奉献于神殿中,在处理完晚餐和必要事务之后,当夜幕降临、祭品周围的火已经冷却时,他们便全部穿上极美丽的深蓝色礼服,坐在誓言祭品的余烬旁的地面上,在夜色中,熄灭神殿周围的所有火光,若他们中有人指控他人有任何违背,便互诉并进行裁判。
δικάσαντες δέ, τὰ δικασθέντα, ἐπειδὴ φῶς γένοιτο, ἐν χρυσῷ πίνακι γράψαντες μετὰ τῶν στολῶν μνημεῖα ἀνετίθεσαν.
审判完毕,待天亮时,他们将判决写在金板上,连同礼服一起作为纪念品奉献。
νόμοι δὲ πολλοὶ μὲν ἄλλοι περὶ τὰ γέρα τῶν βασιλέων ἑκάστων ἦσαν ἴδιοι, τὰ δὲ μέγιστα, μήτε ποτὲ ὅπλα ἐπʼ ἀλλήλους οἴσειν βοηθήσειν τε πάντας, ἄν πού τις αὐτῶν ἔν τινι πόλει τὸ βασιλικὸν καταλύειν ἐπιχειρῇ γένος, κοινῇ δέ, καθάπερ οἱ πρόσθεν, βουλευόμενοι τὰ δόξαντα περὶ πολέμου καὶ τῶν ἄλλων πράξεων, ἡγεμονίαν ἀποδιδόντες τῷ Ἀτλαντικῷ γένει.
关于各位国王的特权,虽然还有许多其他特有的法律,但其中最重要的是:绝不对彼此动用武力,且若有人企图在任何城市推翻王室家族,所有人都要共同御敌;而且,像先辈一样,共同协商关于战争及其他事务的决定,将领导权归于阿特拉斯的家族。
θανάτου δὲ τὸν βασιλέα τῶν συγγενῶν μηδενὸς εἶναι κύριον, ὃν ἂν μὴ τῶν δέκα τοῖς ὑπὲρ ἥμισυ δοκῇ.
但在亲族中,除非得到十人中过半数的同意,国王无权对任何人处以死刑。
ταύτην δὴ τοσαύτην καὶ τοιαύτην δύναμιν ἐν ἐκείνοις τότε οὖσαν τοῖς τόποις ὁ θεὸς ἐπὶ τούσδε αὖ τοὺς τόπους συντάξας ἐκόμισεν ἔκ τινος τοιᾶσδε, ὡς λόγος, προφάσεως.
当时在那些地方存在的如此庞大且如此性质的权力,神在加以整顿之后,据传说,出于某种如下的缘由,将其引向了我们的这些地方。
ἐπὶ πολλὰς μὲν γενεάς, μέχριπερ ἡ τοῦ θεοῦ φύσις αὐτοῖς ἐξήρκει, κατήκοοί τε ἦσαν τῶν νόμων καὶ πρὸς τὸ συγγενὲς θεῖον φιλοφρόνως εἶχον· §121ΚΡΙ. τὰ γὰρ φρονήματα ἀληθινὰ καὶ πάντῃ μεγάλα ἐκέκτηντο, πρᾳότητι μετὰ φρονήσεως πρός τε τὰς ἀεὶ συμβαινούσας τύχας καὶ πρὸς ἀλλήλους χρώμενοι, διὸ πλὴν ἀρετῆς πάντα ὑπερορῶντες μικρὰ ἡγοῦντο τὰ παρόντα καὶ ῥᾳδίως ἔφερον οἷον ἄχθος τὸν τοῦ χρυσοῦ τε καὶ τῶν ἄλλων κτημάτων ὄγκον, ἀλλʼ οὐ μεθύοντες ὑπὸ τρυφῆς διὰ πλοῦτον ἀκράτορες αὑτῶν ὄντες ἐσφάλλοντο, νήφοντες δὲ ὀξὺ καθεώρων ὅτι καὶ ταῦτα πάντα ἐκ φιλίας τῆς κοινῆς μετʼ ἀρετῆς αὐξάνεται, τῇ δὲ τούτων σπουδῇ καὶ τιμῇ φθίνει ταῦτά τε αὐτὰ κἀκείνη συναπόλλυται τούτοις.
在许多世代里,只要他们体内的神性本源还足以支撑他们,他们就顺从法律,并对与他们同源的神性怀有亲爱之情;克里底亚:因为他们拥有真实且在各方面都伟大的思想,无论面对不断发生的命运,还是对待彼此,都以伴随着智慧的温和态度处之。 因此,他们除了德行之外轻视一切,将眼前的财产看作微不足道,并且能够轻松地承受黄金及其他财产的重量,犹如承受重担一般。 他们没有因财富带来的奢华而沉醉,以致失去自制并跌倒,而是保持清醒,敏锐地洞察到所有这些东西都是通过伴随德行的共同友爱而增长的,若对这些东西过分追求和尊崇,这些东西本身就会衰落,而德行也会随之共同消亡。
ἐκ δὴ λογισμοῦ τε τοιούτου καὶ φύσεως θείας παραμενούσης πάντʼ αὐτοῖς ηὐξήθη ἃ πρὶν διήλθομεν.
正是凭借这种理智以及残存的神圣本性,我们之前所述的一切才在他们那里得到了增长。
ἐπεὶ δʼ ἡ τοῦ θεοῦ μὲν μοῖρα ἐξίτηλος ἐγίγνετο ἐν αὐτοῖς πολλῷ τῷ θνητῷ καὶ πολλάκις ἀνακεραννυμένη, τὸ δὲ ἀνθρώπινον ἦθος ἐπεκράτει, τότε ἤδη τὰ παρόντα φέρειν ἀδυνατοῦντες ἠσχημόνουν, καὶ τῷ δυναμένῳ μὲν ὁρᾶν αἰσχροὶ κατεφαίνοντο, τὰ κάλλιστα ἀπὸ τῶν τιμιωτάτων ἀπολλύντες, τοῖς δὲ ἀδυνατοῦσιν ἀληθινὸν πρὸς εὐδαιμονίαν βίον ὁρᾶν τότε δὴ μάλιστα πάγκαλοι μακάριοί τε ἐδοξάζοντο εἶναι, πλεονεξίας ἀδίκου καὶ δυνάμεως ἐμπιμπλάμενοι.
但是,当他们体内的神性部分在多次与大量的凡俗成分混杂后逐渐消失,人类的性情占据上风时,他们便再也无法承受眼前的福分,行止变得难看。 在有眼光的人看来,他们失去了最珍贵之物中那最美丽的部分,显得十分丑陋;但在那些无法看清什么才是真正幸福生活的人眼里,就在他们充满不义的贪欲和权势之时,却被认为是最美丽、最幸福的。
θεὸς δὲ ὁ θεῶν Ζεὺς ἐν νόμοις βασιλεύων, ἅτε δυνάμενος καθορᾶν τὰ τοιαῦτα, ἐννοήσας γένος ἐπιεικὲς ἀθλίως διατιθέμενον, δίκην αὐτοῖς ἐπιθεῖναι βουληθείς, ἵνα γένοιντο ἐμμελέστεροι σωφρονισθέντες, συνήγειρεν θεοὺς πάντας εἰς τὴν τιμιωτάτην αὐτῶν οἴκησιν, ἣ δὴ κατὰ μέσον παντὸς τοῦ κόσμου βεβηκυῖα καθορᾷ πάντα ὅσα γενέσεως μετείληφεν, καὶ συναγείρας εἶπεν—
而众神之神宙斯依法律行使统治,既然能洞察此类事情,在察觉到一个本性优秀的种族正陷入悲惨的境地后,便意欲对他们施以惩罚,以便让他们在受到惩戒后能变得更加和谐,于是他召集了所有神明来到他们最尊贵的居所,这居所立于整个宇宙的中心,俯瞰着一切分有生成之物;召集完神明后,他说道——

词汇与语法注释

  1. 120bπλὴν κατὰ τοὺς τοῦ πατρὸς ἐπιτάττοντι νόμους — 分词 ἐπιτάττοντι 既可理解为修饰 νόμους(“命令的法律”),也可理解为修饰 τοῦ πατρὸς(“下达命令的父亲的法律”)。此处取后者,指服从父神波塞冬依照其法律所下达的命令。
  2. 120bὅτι καλλίστην — 助词 ὅ提 与最高级形容词 καλλίστην 连用,构成“尽可能……的”或“极度……的”最高级强调表达。
  3. 120dταύτην δὴ τοσαύτην καὶ τοιαύτην δύναμιν... ὁ θεὸς ἐπὶ τούσδε αὖ τοὺς τόπους συντάξας ἐκόμισεν — 长句的结构整理。主语是 ὁ θεὸς(神),但宾语 ταύτην δὴ τοσαύτην καὶ τοιαύτην δύναμιν(如此庞大且如此性质的权力)被置于句首以示强调。分词 συντάξας(加以整顿/组织)修饰主语,最终引向主动词 ἐκόμισεν(引导/带来)。
  4. 121bτῷ δυναμένῳ μὲν ὁρᾶν... τοῖς δὲ ἀδυνατοῦσιν... ὁρᾶν — 与格分词 τῷ δυναμένῳ 和 τοῖς ἀδυνατοῦσιν 作关系与格或判断与格(“在能看见的人看来……在不能看见的人眼里……”),分别修饰动词 κατεφαίνοντο(显现为)和 ἐδοξάζοντο(被认为)。

引用这一段

柏拉图, 克里底亚篇 §120-121. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg032.humanitext-grc2:120-121

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。