§116ΚΡΙ. ἡ δὲ νῆσος, ἐν ᾗ τὰ βασίλεια ἦν, πέντε σταδίων τὴν διάμετρον εἶχεν.
Critias: And the island, in which the royal palace was, had a diameter of five stadia.
ταύτην δὴ κύκλῳ καὶ τοὺς τροχοὺς καὶ τὴν γέφυραν πλεθριαίαν τὸ πλάτος οὖσαν ἔνθεν καὶ ἔνθεν λιθίνῳ περιεβάλλοντο τείχει, πύργους καὶ πύλας ἐπὶ τῶν γεφυρῶν κατὰ τὰς τῆς θαλάττης διαβάσεις ἑκασταχόσε ἐπιστήσαντες·
This indeed, and the rings and the bridge which was a plethron in width, they enclosed all around on both sides with a stone wall, placing towers and gates upon the bridges at the passages of the sea everywhere.
τὸν δὲ λίθον ἔτεμνον ὑπὸ τῆς νήσου κύκλῳ τῆς ἐν μέσῳ καὶ ὑπὸ τῶν τροχῶν ἔξωθεν καὶ ἐντός, τὸν μὲν λευκόν, τὸν δὲ μέλανα, τὸν δὲ ἐρυθρὸν ὄντα, τέμνοντες δὲ ἅμʼ ἠργάζοντο νεωσοίκους κοίλους διπλοῦς ἐντός, κατηρεφεῖς αὐτῇ τῇ πέτρᾳ.
And they cut the stone from under the island itself all around in the middle, and from under the rings both on the outside and on the inside; some of it was white, some black, and some red. And as they cut, they at the same time fashioned double hollow docks inside, roofed over by the rock itself.
καὶ τῶν οἰκοδομημάτων τὰ μὲν ἁπλᾶ, τὰ δὲ μειγνύντες τοὺς λίθους ποικίλα ὕφαινον παιδιᾶς χάριν, ἡδονὴν αὐτοῖς σύμφυτον ἀπονέμοντες·
And of the buildings, some they made simple, but others they wove in varied patterns by mixing the stones for the sake of amusement, imparting to them a natural pleasure.
καὶ τοῦ μὲν περὶ τὸν ἐξωτάτω τροχὸν τείχους χαλκῷ περιελάμβανον πάντα τὸν περίδρομον, οἷον ἀλοιφῇ προσχρώμενοι, τοῦ δʼ ἐντὸς καττιτέρῳ περιέτηκον, τὸν δὲ περὶ αὐτὴν τὴν ἀκρόπολιν ὀρειχάλκῳ μαρμαρυγὰς ἔχοντι πυρώδεις.
And they covered all the outer path of the wall around the outermost ring with bronze, using it like an ointment, and they coated that of the inner one with tin, and that around the acropolis itself with orichalcum which had fiery flashes.
τὰ δὲ δὴ τῆς ἀκροπόλεως ἐντὸς βασίλεια κατεσκευασμένα ὧδʼ ἦν.
Now the royal palace within the acropolis was constructed in this manner.
ἐν μέσῳ μὲν ἱερὸν ἅγιον αὐτόθι τῆς τε Κλειτοῦς καὶ τοῦ Ποσειδῶνος ἄβατον ἀφεῖτο, περιβόλῳ χρυσῷ περιβεβλημένον, τοῦτʼ ἐν ᾧ κατʼ ἀρχὰς ἐφίτυσαν καὶ ἐγέννησαν τὸ τῶν δέκα βασιλειδῶν γένος·
In the center, a holy temple of Cleito and Poseidon, not to be entered, was left there, enclosed by a golden wall; this was the very place where in the beginning they begot and brought forth the race of the ten kings.
ἔνθα καὶ κατʼ ἐνιαυτὸν ἐκ πασῶν τῶν δέκα λήξεων ὡραῖα αὐτόσε ἀπετέλουν ἱερὰ ἐκείνων ἑκάστῳ.
There also, year by year, they offered seasonal offerings to each of them from all the ten portions.
τοῦ δὲ Ποσειδῶνος αὐτοῦ νεὼς ἦν, σταδίου μὲν μῆκος, εὖρος δὲ τρίπλεθρος, ὕψος δʼ ἐπὶ τούτοις σύμμετρον ἰδεῖν, εἶδος δέ τι βαρβαρικὸν ἔχοντος.
And there was a temple of Poseidon himself, a stadium in length, three plethra in width, and with a height proportionate to these to look at, having something of a barbaric appearance.
πάντα δὲ ἔξωθεν περιήλειψαν τὸν νεὼν ἀργύρῳ, πλὴν τῶν ἀκρωτηρίων, τὰ δὲ ἀκρωτήρια χρυσῷ·
And they covered all the outside of the temple with silver, except the acroteria, but the acroteria with gold.
τὰ δʼ ἐντός, τὴν μὲν ὀροφὴν ἐλεφαντίνην ἰδεῖν πᾶσαν χρυσῷ καὶ ἀργύρῳ καὶ ὀρειχάλκῳ πεποικιλμένην, τὰ δὲ ἄλλα πάντα τῶν τοίχων τε καὶ κιόνων καὶ ἐδάφους ὀρειχάλκῳ περιέλαβον.
As for the inside, the ceiling was all of ivory to look at, variegated with gold and silver and orichalcum, and they covered all the rest of the walls, pillars, and floor with orichalcum.
χρυσᾶ δὲ ἀγάλματα ἐνέστησαν, τὸν μὲν θεὸν ἐφʼ ἅρματος ἑστῶτα ἓξ ὑποπτέρων ἵππων ἡνίοχον, αὐτόν τε ὑπὸ μεγέθους τῇ κορυφῇ τῆς ὀροφῆς ἐφαπτόμενον, Νηρῇδας δὲ ἐπὶ δελφίνων ἑκατὸν κύκλῳ— τοσαύτας γὰρ ἐνόμιζον αὐτὰς οἱ τότε εἶναι—πολλὰ δʼ ἐντὸς ἄλλα ἀγάλματα ἰδιωτῶν ἀναθήματα ἐνῆν.
And they set up golden statues, the god himself standing in a chariot as a charioteer of six winged horses, and himself touching the roof with his head because of his great size, and a hundred Nereids around him upon dolphins—for they believed that there were so many of them at that time—and there were many other statues inside, dedication-gifts of private individuals.
περὶ δὲ τὸν νεὼν ἔξωθεν εἰκόνες ἁπάντων ἕστασαν ἐκ χρυσοῦ, τῶν γυναικῶν καὶ αὐτῶν ὅσοι τῶν δέκα ἐγεγόνεσαν βασιλέων, καὶ πολλὰ ἕτερα ἀναθήματα μεγάλα τῶν τε βασιλέων καὶ ἰδιωτῶν ἐξ αὐτῆς τε τῆς πόλεως καὶ τῶν ἔξωθεν ὅσων ἐπῆρχον.
And around the temple on the outside stood images of all of gold, both of the women and of all those who had been born of the ten kings, and many other large offerings of both the kings and private individuals, both from the city itself and from all those outer regions over which they ruled.
§117ΚΡΙ. βωμός τε δὴ συνεπόμενος ἦν τὸ μέγεθος καὶ τὸ τῆς ἐργασίας ταύτῃ τῇ κατασκευῇ, καὶ τὰ βασίλεια κατὰ τὰ αὐτὰ πρέποντα μὲν τῷ τῆς ἀρχῆς μεγέθει, πρέποντα δὲ τῷ περὶ τὰ ἱερὰ κόσμῳ.
Critias: And the altar was corresponding in size and workmanship to this construction, and the royal palace likewise was suited to the greatness of the empire on the one hand, and to the decoration around the temples on the other.
ταῖς δὲ δὴ κρήναις, τῇ τοῦ ψυχροῦ καὶ τῇ τοῦ θερμοῦ νάματος, πλῆθος μὲν ἄφθονον ἐχούσαις, ἡδονῇ δὲ καὶ ἀρετῇ τῶν ὑδάτων πρὸς ἑκατέρου τὴν χρῆσιν θαυμαστοῦ πεφυκότος, ἐχρῶντο περιστήσαντες οἰκοδομήσεις καὶ δένδρων φυτεύσεις πρεπούσας ὕδασι, δεξαμενάς τε αὖ τὰς μὲν ὑπαιθρίους, τὰς δὲ χειμερινὰς τοῖς θερμοῖς λουτροῖς ὑποστέγους περιτιθέντες, χωρὶς μὲν βασιλικάς, χωρὶς δὲ ἰδιωτικάς, ἔτι δὲ γυναιξὶν ἄλλας καὶ ἑτέρας ἵπποις καὶ τοῖς ἄλλοις ὑποζυγίοις, τὸ πρόσφορον τῆς κοσμήσεως ἑκάστοις ἀπονέμοντες.
And as for the springs, that of the cold and that of the hot stream, which had an abundant supply, and were wonderful by nature in the sweetness and excellence of their waters for the use of each, they used them, placing buildings and plantings of trees suitable to the waters around them, and further surrounding them with pools, some open to the sky, and others covered for the hot baths in winter, some for the royal family separately, and some for private individuals, and still others for women, and different ones for horses and other beasts of burden, assigning to each what was appropriate for their adornment.
τὸ δὲ ἀπορρέον ἦγον ἐπὶ τὸ τοῦ Ποσειδῶνος ἄλσος, δένδρα παντοδαπὰ κάλλος ὕψος τε δαιμόνιον ὑπʼ ἀρετῆς τῆς γῆς ἔχοντα, καὶ ἐπὶ τοὺς ἔξω κύκλους διʼ ὀχετῶν κατὰ τὰς γεφύρας ἐπωχέτευον·
And the water that flowed off they led to the grove of Poseidon, which had trees of all kinds, of wondrous beauty and height because of the goodness of the soil, and they led it through channels to the outer rings along the bridges.
οὗ δὴ πολλὰ μὲν ἱερὰ καὶ πολλῶν θεῶν, πολλοὶ δὲ κῆποι καὶ πολλὰ γυμνάσια ἐκεχειρούργητο, τὰ μὲν ἀνδρῶν, τὰ δὲ ἵππων χωρὶς ἐν ἑκατέρᾳ τῇ τῶν τροχῶν νήσῳ, τά τε ἄλλα καὶ κατὰ μέσην τὴν μείζω τῶν νήσων ἐξῃρημένος ἱππόδρομος ἦν αὐτοῖς, σταδίου τὸ πλάτος ἔχων, τὸ δὲ μῆκος περὶ τὸν κύκλον ὅλον ἀφεῖτο εἰς ἅμιλλαν τοῖς ἵπποις.
There indeed many temples of many gods, and many gardens and many places of exercise had been built, some for men, and others for horses separately on each of the two islands of the rings; and among other things, in the middle of the larger of the islands, a racecourse had been set apart for them, having a stadium in width, and its length was left running around the whole circle for the competition of the horses.
δορυφορικαὶ δὲ περὶ αὐτὸν ἔνθεν τε καὶ ἔνθεν οἰκήσεις ἦσαν τῷ πλήθει τῶν δορυφόρων· τοῖς δὲ πιστοτέροις ἐν τῷ μικροτέρῳ τροχῷ καὶ πρὸς τῆς ἀκροπόλεως μᾶλλον ὄντι διετέτακτο ἡ φρουρά, τοῖς δὲ πάντων διαφέρουσιν πρὸς πίστιν ἐντὸς τῆς ἀκροπόλεως περὶ τοὺς βασιλέας αὐτοὺς ἦσαν οἰκήσεις δεδομέναι.
And on both sides of it there were guards' quarters for the multitude of the bodyguards; but to the more trustworthy of them, the guard-post was assigned in the smaller ring which was closer to the acropolis, while to those who surpassed all in trustworthiness, quarters were given within the acropolis itself around the kings.
τὰ δὲ νεώρια τριήρων μεστὰ ἦν καὶ σκευῶν ὅσα τριήρεσιν προσήκει, πάντα δὲ ἐξηρτυμένα ἱκανῶς.
And the docks were full of triremes and of whatever equipment belongs to triremes, all of them sufficiently fitted out.
καὶ τὰ μὲν δὴ περὶ τὴν τῶν βασιλέων οἴκησιν οὕτω κατεσκεύαστο· διαβάντι δὲ τοὺς λιμένας ἔξω τρεῖς ὄντας ἀρξάμενον ἀπὸ τῆς θαλάττης ᾔειν ἐν κύκλῳ τεῖχος, πεντήκοντα σταδίους τοῦ μεγίστου τροχοῦ τε καὶ λιμένος ἀπέχον πανταχῇ, καὶ συνέκλειεν εἰς ταὐτὸν πρὸς τὸ τῆς διώρυχος στόμα τὸ πρὸς θαλάττης.
Thus indeed were the things around the dwelling of the kings constructed; but when one had passed the three outer harbors, starting from the sea, a wall ran in a circle, distant everywhere fifty stadia from the largest ring and harbor, and closed together at the same point at the mouth of the canal toward the sea.
τοῦτο δὴ πᾶν συνῳκεῖτο μὲν ὑπὸ πολλῶν καὶ πυκνῶν οἰκήσεων, ὁ δὲ ἀνάπλους καὶ ὁ μέγιστος λιμὴν ἔγεμεν πλοίων καὶ ἐμπόρων ἀφικνουμένων πάντοθεν, φωνὴν καὶ θόρυβον παντοδαπὸν κτύπον τε μεθʼ ἡμέραν καὶ διὰ νυκτὸς ὑπὸ πλήθους παρεχομένων.
All this space was densely populated by many houses, and the waterway and the largest harbor were full of vessels and merchants arriving from all quarters, producing all kinds of voices, clamor, and din both by day and through the night by reason of their multitude.