§110ΚΡΙ. μυθολογία γὰρ ἀναζήτησίς τε τῶν παλαιῶν μετὰ σχολῆς ἅμʼ ἐπὶ τὰς πόλεις ἔρχεσθον, ὅταν ἴδητόν τισιν ἤδη τοῦ βίου τἀναγκαῖα κατεσκευασμένα, πρὶν δὲ οὔ.
克里底亚:因为神话与对古事的探究是伴随着闲暇一同来到城邦的,那是在人们看到生活必需品已经齐备的时候,而在此之前则不然。
ταύτῃ δὴ τὰ τῶν παλαιῶν ὀνόματα ἄνευ τῶν ἔργων διασέσωται.
正因为如此,古人的名字才在没有事迹的情况下被保存了下来。
λέγω δὲ αὐτὰ τεκμαιρόμενος ὅτι Κέκροπός τε καὶ Ἐρεχθέως καὶ Ἐριχθονίου καὶ Ἐρυσίχθονος τῶν τε ἄλλων τὰ πλεῖστα ὅσαπερ καὶ Θησέως τῶν ἄνω περὶ τῶν ὀνομάτων ἑκάστων ἀπομνημονεύεται, τούτων ἐκείνους τὰ πολλὰ ἐπονομάζοντας τοὺς ἱερέας Σόλων ἔφη τὸν τότε διηγεῖσθαι πόλεμον, καὶ τὰ τῶν γυναικῶν κατὰ τὰ αὐτά.
我之所以说这些,是根据以下事实推论出来的:关于凯克洛普斯、埃里克修斯、埃里克托尼乌斯、厄律西克同以及忒修斯之前的其他大多数被记住名字的人,索龙曾说,神官们在叙述当时那场战争时,大部分是用这些名字来称呼他们的,女性的名字也是如此。
καὶ δὴ καὶ τὸ τῆς θεοῦ σχῆμα καὶ ἄγαλμα, ὡς κοινὰ τότʼ ἦν τὰ ἐπιτηδεύματα ταῖς τε γυναιξὶ καὶ τοῖς ἀνδράσι τὰ περὶ τὸν πόλεμον, οὕτω κατʼ ἐκεῖνον τὸν νόμον ὡπλισμένην τὴν θεὸν ἀνάθημα εἶναι τοῖς τότε, ἔνδειγμα ὅτι πάνθʼ ὅσα σύννομα ζῷα θήλεα καὶ ὅσα ἄρρενα, τὴν προσήκουσαν ἀρετὴν ἑκάστῳ γένει πᾶν κοινῇ δυνατὸν ἐπιτηδεύειν πέφυκεν.
而且,当时战争相关的活动对女性和男性来说都是共同的,因此,根据当时的习俗,武装起来的女神形象和雕像被当时的人们作为献纳物,这表明所有群居的雌性和雄性动物,天生都能共同实践适合各类的美德。
ὤικει δὲ δὴ τότʼ ἐν τῇδε τῇ χώρᾳ τὰ μὲν ἄλλα ἔθνη τῶν πολιτῶν περὶ τὰς δημιουργίας ὄντα καὶ τὴν ἐκ τῆς γῆς τροφήν, τὸ δὲ μάχιμον ὑπʼ ἀνδρῶν θείων κατʼ ἀρχὰς ἀφορισθὲν ᾤκει χωρίς, πάντα εἰς τροφὴν καὶ παίδευσιν τὰ προσήκοντα ἔχον, ἴδιον μὲν αὐτῶν οὐδεὶς οὐδὲν κεκτημένος, ἅπαντα δὲ πάντων κοινὰ νομίζοντες αὑτῶν, πέρα δὲ ἱκανῆς τροφῆς οὐδὲν ἀξιοῦντες παρὰ τῶν ἄλλων δέχεσθαι πολιτῶν, καὶ πάντα δὴ τὰ χθὲς λεχθέντα ἐπιτηδεύματα ἐπιτηδεύοντες, ὅσα περὶ τῶν ὑποτεθέντων ἐρρήθη φυλάκων.
当时,在这片土地上居住着其他阶层的公民,他们从事手工业和土地生产,而战士阶层则从一开始就被神圣的人们划分出来,单独居住,拥有适合抚育和教育的一切,他们中没有任何人拥有任何私有财产,而是将所有人的所有东西都视为他们共同所有的,并认为除充足的食物外,不应从其他公民那里接受任何东西,并且实践着昨天所说的、关于那些被设想的护卫者们所提到的一切活动。
καὶ δὴ καὶ τὸ περὶ τῆς χώρας ἡμῶν πιθανὸν καὶ ἀληθὲς ἐλέγετο, πρῶτον μὲν τοὺς ὅρους αὐτὴν ἐν τῷ τότʼ ἔχειν ἀφωρισμένους πρὸς τὸν Ἰσθμὸν καὶ τὸ κατὰ τὴν ἄλλην ἤπειρον μέχρι τοῦ Κιθαιρῶνος καὶ Πάρνηθος τῶν ἄκρων, καταβαίνειν δὲ τοὺς ὅρους ἐν δεξιᾷ τὴν Ὠρωπίαν ἔχοντας, ἐν ἀριστερᾷ δὲ πρὸς θαλάττης ἀφορίζοντας τὸν Ἀσωπόν· ἀρετῇ δὲ πᾶσαν γῆν ὑπὸ τῆς ἐνθάδε ὑπερβάλλεσθαι, διὸ καὶ δυνατὴν εἶναι τότε τρέφειν τὴν χώραν στρατόπεδον πολὺ τῶν περὶ γῆν ἀργὸν ἔργων.
而且,关于我们土地的说法确实是可信且真实的:首先,当时它的边界向着地峡方向划定,沿着其他大陆一直延伸到基塞龙和帕尔内斯的山顶,边界在下行时右侧是奥罗皮亚,左侧则朝向大海以阿索波斯河为界;此外,在肥沃程度上,所有的土地都被这里的土地所超越,因此当时这片土地能够供养一支免于农耕劳作的庞大军队。
§111ΚΡΙ. μέγα δὲ τεκμήριον ἀρετῆς·
克里底亚:这是其肥沃的巨大证据。
τὸ γὰρ νῦν αὐτῆς λείψανον ἐνάμιλλόν ἐστι πρὸς ἡντινοῦν τῷ πάμφορον εὔκαρπόν τε εἶναι καὶ τοῖς ζῴοις πᾶσιν εὔβοτον.
因为即使是它现在的残存部分,在产物丰饶、土地肥沃且适合放牧所有动物方面,也足以与任何土地媲美。
τότε δὲ πρὸς τῷ κάλλει καὶ παμπλήθη ταῦτα ἔφερεν.
但在当时,除了美丽之外,它还极其丰富地出产这些东西。
πῶς οὖν δὴ τοῦτο πιστόν, καὶ κατὰ τί λείψανον τῆς τότε γῆς ὀρθῶς ἂν λέγοιτο;
那么,这如何令人信服,又在何种意义上可以被正确地称为当时土地的残存呢?
πᾶσα ἀπὸ τῆς ἄλλης ἠπείρου μακρὰ προτείνουσα εἰς τὸ πέλαγος οἷον ἄκρα κεῖται· τὸ δὴ τῆς θαλάττης ἀγγεῖον περὶ αὐτὴν τυγχάνει πᾶν ἀγχιβαθὲς ὄν.
整个土地就像一个从其他大陆向大洋延伸很长的半岛;周围的海盆恰好都非常深。
πολλῶν οὖν γεγονότων καὶ μεγάλων κατακλυσμῶν ἐν τοῖς ἐνακισχιλίοις ἔτεσι—τοσαῦτα γὰρ πρὸς τὸν νῦν ἀπʼ ἐκείνου τοῦ χρόνου γέγονεν ἔτη—τὸ τῆς γῆς ἐν τούτοις τοῖς χρόνοις καὶ πάθεσιν ἐκ τῶν ὑψηλῶν ἀπορρέον οὔτε χῶμα, ὡς ἐν ἄλλοις τόποις, προχοῖ λόγου ἄξιον ἀεί τε κύκλῳ περιρρέον εἰς βάθος ἀφανίζεται·
在九千年中发生了许多次巨大的洪水——因为从那时到今天已经过去了这么多年——在这些时期和灾难中,从高处流下的泥沙并没有像在其他地方那样形成任何值得一提的淤积,而是始终随流消逝在深渊之中。
λέλειπται δή, καθάπερ ἐν ταῖς σμικραῖς νήσοις, πρὸς τὰ τότε τὰ νῦν οἷον νοσήσαντος σώματος ὀστᾶ, περιερρυηκυίας τῆς γῆς ὅση πίειρα καὶ μαλακή, τοῦ λεπτοῦ σώματος τῆς χώρας μόνου λειφθέντος.
因此,就像在小岛上一样,与当时相比,现在留下的就像是患病身体的骨骼,所有肥沃和柔软的泥土都已流失,只留下了这片土地瘦弱的躯壳。
τότε δὲ ἀκέραιος οὖσα τά τε ὄρη γηλόφους ὑψηλοὺς εἶχε, καὶ τὰ φελλέως νῦν ὀνομασθέντα πεδία πλήρη γῆς πιείρας ἐκέκτητο, καὶ πολλὴν ἐν τοῖς ὄρεσιν ὕλην εἶχεν, ἧς καὶ νῦν ἔτι φανερὰ τεκμήρια·
但在当时,它是完好无损的,山峦拥有高耸的土质山丘,现在被称为“费勒乌斯”的平原也充满了肥沃的泥土,山中还有茂密的森林,至今仍有明显的证据。
τῶν γὰρ ὀρῶν ἔστιν ἃ νῦν μὲν ἔχει μελίτταις μόναις τροφήν, χρόνος δʼ οὐ πάμπολυς ὅτε δένδρων αὐτόθεν εἰς οἰκοδομήσεις τὰς μεγίστας ἐρεψίμων τμηθέντων στεγάσματʼ ἐστὶν ἔτι σᾶ.
因为在这些山中,有些现在虽然只给蜜蜂提供食物,但在不久前,从那里砍伐树木用于建造最大型建筑的屋顶梁木至今依然完好。
πολλὰ δʼ ἦν ἄλλʼ ἥμερα ὑψηλὰ δένδρα, νομὴν δὲ βοσκήμασιν ἀμήχανον ἔφερεν.
当时还有许多其他高大的栽培树木,为牲畜提供无数的牧草。
καὶ δὴ καὶ τὸ κατʼ ἐνιαυτὸν ὕδωρ ἐκαρποῦτʼ ἐκ Διός, οὐχ ὡς νῦν ἀπολλῦσα ῥέον ἀπὸ ψιλῆς τῆς γῆς εἰς θάλατταν, ἀλλὰ πολλὴν ἔχουσα καὶ εἰς αὐτὴν καταδεχομένη, τῇ κεραμίδι στεγούσῃ γῇ διαταμιευομένη, τὸ καταποθὲν ἐκ τῶν ὑψηλῶν ὕδωρ εἰς τὰ κοῖλα ἀφιεῖσα κατὰ πάντας τοὺς τόπους παρείχετο ἄφθονα κρηνῶν καὶ ποταμῶν νάματα, ὧν καὶ νῦν ἔτι ἐπὶ ταῖς πηγαῖς πρότερον οὔσαις ἱερὰ λελειμμένα ἐστὶν σημεῖα ὅτι περὶ αὐτῆς ἀληθῆ λέγεται τὰ νῦν.
而且,它享用着每年从宙斯降下的雨水,而不是像现在这样从光秃秃的土地流向大海而流失,它拥有肥沃的土层并在自身中吸收雨水,通过防水的粘土层来调节,将高处吸收的水分释放到低洼处,在所有地方提供充沛的泉水和河流。 在那些曾经存在的源泉之处,至今仍保留着神圣的遗迹,证明现在关于它的说法是真实的。
τὰ μὲν οὖν τῆς ἄλλης χώρας φύσει τε οὕτως εἶχε, καὶ διεκεκόσμητο ὡς εἰκὸς ὑπὸ γεωργῶν μὲν ἀληθινῶν καὶ πραττόντων αὐτὸ τοῦτο, φιλοκάλων δὲ καὶ εὐφυῶν, γῆν δὲ ἀρίστην καὶ ὕδωρ ἀφθονώτατον ἐχόντων καὶ ὑπὲρ τῆς γῆς ὥρας μετριώτατα κεκραμένας·
至于其他土地的情况,天生就是如此,并且正如人们所预料的那样,由真正的、专心致力于此的、热爱美且有天赋的农夫们整顿得井井有条,他们拥有最优秀的土地和最充足的水源,以及土地上最适度的四季气候。
τὸ δʼ ἄστυ κατῳκισμένον ὧδʼ ἦν ἐν τῷ τότε χρόνῳ.
而当时,城市是这样建成的。