Humanitext Reader

柏拉图 · 克里底亚篇 §108-109

诸神对大地的分配与古代雅典的起源

第 2 段,共 9 段 · 希腊语

内容简介

克里底亚、苏格拉底和赫莫克拉特斯就各自作为发言人的立场以及对宽容的请求进行了交流,随后开始了关于古代雅典与亚特兰蒂斯战争的叙述。克里底亚首先解释了神明曾如何和平地分配大地,将阿提卡地区分给赫菲斯托斯和雅典娜,以及随后的自然灾害如何导致了这段历史的遗失。您需要下一章的要約吗?

§108ΚΡΙ. ταῦτα δὴ βουλόμενος ὑμᾶς ὑπομνῆσαι, καὶ τὸ τῆς συγγνώμης οὐκ ἔλαττον ἀλλὰ μεῖζον αἰτῶν περὶ τῶν μελλόντων ῥηθήσεσθαι, πάντα ταῦτα εἴρηκα, ὦ Σώκρατες.
克里底亚:苏格拉底啊,我是为了向你们提醒这些事,并为即将谈论的内容请求不是更少而是更大程度的宽容,才说了这一切。
εἰ δὴ δικαίως αἰτεῖν φαίνομαι τὴν δωρεάν, ἑκόντες δίδοτε.
如果我看起来确实是在合理地请求这一赏赐,请乐意地赐予我。
ΣΩ. τί δʼ οὐ μέλλομεν, ὦ Κριτία, διδόναι;
苏格拉底:克里底亚啊,我们怎能不给呢?
καὶ πρός γε ἔτι τρίτῳ δεδόσθω ταὐτὸν τοῦτο Ἑρμοκράτει παρʼ ἡμῶν.
而且,让我们也同样把这件礼物提前赐给作为第三人的赫莫克拉特斯。
δῆλον γὰρ ὡς ὀλίγον ὕστερον, ὅταν αὐτὸν δέῃ λέγειν, παραιτήσεται καθάπερ ὑμεῖς·
因为很明显,稍后当需要他发言时,他也会像你们一样请求宽容。
ἵνʼ οὖν ἑτέραν ἀρχὴν ἐκπορίζηται καὶ μὴ τὴν αὐτὴν ἀναγκασθῇ λέγειν, ὡς ὑπαρχούσης αὐτῷ συγγνώμης εἰς τότε οὕτω λεγέτω.
因此,为了让他能为自己准备另一个开端,而不必被迫说出同样的话,就让他带着到那时为止已有宽容预备在先的想法来发言吧。
προλέγω γε μήν, ὦ φίλε Κριτία, σοὶ τὴν τοῦ θεάτρου διάνοιαν, ὅτι θαυμαστῶς ὁ πρότερος ηὐδοκίμηκεν ἐν αὐτῷ ποιητής, ὥστε τῆς συγγνώμης δεήσει τινός σοι παμπόλλης, εἰ μέλλεις αὐτὰ δυνατὸς γενέσθαι παραλαβεῖν.
然而,亲爱的克里底亚,我向你预告这剧场的心思:前一位诗人在这里赢得了惊人的赞誉,因此,如果你想要有能力接替他的工作,你将需要极大的宽容。
ΕΡ. ταὐτὸν μήν, ὦ Σώκρατες, κἀμοὶ παραγγέλλεις ὅπερ τῷδε.
赫莫克拉特斯:苏格拉底啊,确实你嘱咐我的事情与嘱咐他的一样。
ἀλλὰ γὰρ ἀθυμοῦντες ἄνδρες οὔπω τρόπαιον ἔστησαν, ὦ Κριτία· προϊέναι τε οὖν ἐπὶ τὸν λόγον ἀνδρείως χρή, καὶ τὸν Παίωνά τε καὶ τὰς μούσας ἐπικαλούμενον τοὺς παλαιοὺς πολίτας ἀγαθοὺς ὄντας ἀναφαίνειν τε καὶ ὑμνεῖν.
但是,克里底亚啊,丧失信心的人还从未树立过胜利纪念碑;因此,我们必须勇敢地推进言辞,并呼吁派翁和缪斯,显明并歌颂那些曾经优秀的古代公民。
ΚΡΙ. ὦ φίλε Ἑρμόκρατες, τῆς ὑστέρας τεταγμένος, ἐπίπροσθεν ἔχων ἄλλον, ἔτι θαρρεῖς.
克里底亚:亲爱的赫莫克拉特斯啊,你被排在后列,前面还有别人挡着,所以你现在还很有勇气。
τοῦτο μὲν οὖν οἷόν ἐστιν, αὐτό σοι τάχα δηλώσει·
然而,这件事究竟如何,事实很快就会向你证明。
παραμυθουμένῳ δʼ οὖν καὶ παραθαρρύνοντί σοι πειστέον, καὶ πρὸς οἷς θεοῖς εἶπες τούς τε ἄλλους κλητέον καὶ δὴ καὶ τὰ μάλιστα Μνημοσύνην.
不过,我还是必须听从你这位安慰和鼓励我的人,除了你提到的神明之外,我们还必须呼唤其他的神,尤其是最要紧的姆涅摩绪涅。
σχεδὸν γὰρ τὰ μέγιστα ἡμῖν τῶν λόγων ἐν ταύτῃ τῇ θεῷ πάντʼ ἐστίν· μνησθέντες γὰρ ἱκανῶς καὶ ἀπαγγείλαντες τά ποτε ῥηθέντα ὑπὸ τῶν ἱερέων καὶ δεῦρο ὑπὸ Σόλωνος κομισθέντα σχεδὸν οἶδʼ ὅτι τῷδε τῷ θεάτρῳ δόξομεν τὰ προσήκοντα μετρίως ἀποτετελεκέναι.
因为我们言辞中最重要的部分几乎全都取决于这位女神;因为如果我们能充分记起并转述曾经由神官所说、并由梭伦带到这里的那些话,我相信我们在这剧场看来,就已经适度地完成了我们应尽的职责。
τοῦτʼ οὖν αὔτʼ ἤδη δραστέον, καὶ μελλητέον οὐδὲν ἔτι.
因此,现在就必须付诸行动,不能再有任何拖延。
πάντων δὴ πρῶτον μνησθῶμεν ὅτι τὸ κεφάλαιον ἦν ἐνακισχίλια ἔτη, ἀφʼ οὗ γεγονὼς ἐμηνύθη πόλεμος τοῖς θʼ ὑπὲρ Ἡρακλείας στήλας ἔξω κατοικοῦσιν καὶ τοῖς ἐντὸς πᾶσιν· ὃν δεῖ νῦν διαπεραίνειν.
首先,让我们记住,最核心的一点是,自那些居住在赫拉克勒斯之柱外的人与所有在内的人之间爆发战争被宣告以来,已经过去了九千年;这场战争我们现在必须讲述完毕。
τῶν μὲν οὖν ἥδε ἡ πόλις ἄρξασα καὶ πάντα τὸν πόλεμον διαπολεμήσασα ἐλέγετο, τῶν δʼ οἱ τῆς Ἀτλαντίδος νήσου βασιλῆς, ἣν δὴ Λιβύης καὶ Ἀσίας μείζω νῆσον οὖσαν ἔφαμεν εἶναί ποτε, νῦν δὲ ὑπὸ σεισμῶν δῦσαν ἄπορον πηλὸν τοῖς ἐνθένδε ἐκπλέουσιν ἐπὶ τὸ πᾶν πέλαγος, ὥστε μηκέτι πορεύεσθαι, κωλυτὴν παρασχεῖν.
据说,其中一方由这个城邦领导并打满了整场战争,而另一方则由亚特兰蒂斯岛的国王们领导。 我们曾说,该岛曾是一个比利比亚和亚洲加起来还要大的岛屿,但现在因地震而沉没,给从这里启航前往开阔海洋的人们造成了无法逾越的泥沙阻碍,以至于无法再航行。
§109ΚΡΙ. τὰ μὲν δὴ πολλὰ ἔθνη βάρβαρα, καὶ ὅσα Ἑλλήνων ἦν γένη τότε, καθʼ ἕκαστα ἡ τοῦ λόγου διέξοδος οἷον ἀνειλλομένη τὸ προστυχὸν ἑκασταχοῦ δηλώσει·
克里底亚:至于许多蛮族部落以及当时的希腊人部族,言辞的展开将如同逐一解开一般,说明在各地所遇到的情况。
τὸ δὲ Ἀθηναίων τε τῶν τότε καὶ τῶν ἐναντίων, οἷς διεπολέμησαν, ἀνάγκη κατʼ ἀρχὰς διελθεῖν πρῶτα, τήν τε δύναμιν ἑκατέρων καὶ τὰς πολιτείας.
但是,关于当时的雅典人以及与他们交战的对手,我们必须在开始时首先详细叙述双方的实力和国制。
αὐτῶν δὲ τούτων τὰ τῇδε ἔμπροσθεν προτιμητέον εἰπεῖν.
而在这些事情当中,我们必须优先叙述此地以前的情况。
θεοὶ γὰρ ἅπασαν γῆν ποτε κατὰ τοὺς τόπους διελάγχανον—οὐ κατʼ ἔριν·
因为神明们曾按地区分配了整个大地——并不是通过争吵;因为神明不知道什么适合他们自己,或者在明知更适合别人的情况下还试图通过争吵为自己夺取,这是不合道理的。
οὐ γὰρ ἂν ὀρθὸν ἔχοι λόγον θεοὺς ἀγνοεῖν τὰ πρέποντα ἑκάστοις αὑτῶν, οὐδʼ αὖ γιγνώσκοντας τὸ μᾶλλον ἄλλοις προσῆκον τοῦτο ἑτέρους αὑτοῖς διʼ ἐρίδων ἐπιχειρεῖν κτᾶσθαι—δίκης δὴ κλήροις τὸ φίλον λαγχάνοντες κατῴκιζον τὰς χώρας, καὶ κατοικίσαντες, οἷον νομῆς ποίμνια, κτήματα καὶ θρέμματα ἑαυτῶν ἡμᾶς ἔτρεφον, πλὴν οὐ σώμασι σώματα βιαζόμενοι, καθάπερ ποιμένες κτήνη πληγῇ νέμοντες, ἀλλʼ ᾗ μάλιστα εὔστροφον ζῷον, ἐκ πρύμνης ἀπευθύνοντες, οἷον οἴακι πειθοῖ ψυχῆς ἐφαπτόμενοι κατὰ τὴν αὐτῶν διάνοιαν, οὕτως ἄγοντες τὸ θνητὸν πᾶν ἐκυβέρνων.
他们通过正义的抽签获得了自己喜爱的土地,并在那里定居。 定居之后,他们抚育我们,就像牧羊人照料羊群一样,把我们作为他们的财产和培育物,只是他们不用肉体强迫肉体,不像牧人拿鞭子抽打牲畜那样,而是如同从船尾驾驶最易驯服的动物一般,顺着他们自己的心意,用说服之舵抓住灵魂,如此引导并支配着整个凡人世界。
ἄλλοι μὲν οὖν κατʼ ἄλλους τόπους κληρουχήσαντες θεῶν ἐκεῖνα ἐκόσμουν, Ἥφαιστος δὲ κοινὴν καὶ Ἀθηνᾶ φύσιν ἔχοντες, ἅμα μὲν ἀδελφὴν ἐκ ταὐτοῦ πατρός, ἅμα δὲ φιλοσοφίᾳ φιλοτεχνίᾳ τε ἐπὶ τὰ αὐτὰ ἐλθόντες, οὕτω μίαν ἄμφω λῆξιν τήνδε τὴν χώραν εἰλήχατον ὡς οἰκείαν καὶ πρόσφορον ἀρετῇ καὶ φρονήσει πεφυκυῖαν, ἄνδρας δὲ ἀγαθοὺς ἐμποιήσαντες αὐτόχθονας ἐπὶ νοῦν ἔθεσαν τὴν τῆς πολιτείας τάξιν·
于是,其他神明在不同的地方获得领地并加以整治,而赫菲斯托斯和雅典娜由于拥有共同的本性——既是同父所生的姐弟,又因热爱智慧和手艺而志同道合——因此共同获得了这一地区作为他们唯一的领地,这里在天性上适合且有利于美德和智慧。 他们培育了优秀的土著居民,并将城邦制度的秩序植入他们的心中。
ὧν τὰ μὲν ὀνόματα σέσωται, τὰ δὲ ἔργα διὰ τὰς τῶν παραλαμβανόντων φθορὰς καὶ τὰ μήκη τῶν χρόνων ἠφανίσθη.
这些人的名字被保存了下来,但由于继承者的消亡和岁月的漫长,他们的功绩已经消失了。
τὸ γὰρ περιλειπόμενον ἀεὶ γένος, ὥσπερ καὶ πρόσθεν ἐρρήθη, κατελείπετο ὄρειον καὶ ἀγράμματον, τῶν ἐν τῇ χώρᾳ δυναστῶν τὰ ὀνόματα ἀκηκοὸς μόνον καὶ βραχέα πρὸς αὐτοῖς τῶν ἔργων.
因为如前所述,每次存活下来的人都是住在山里的文盲,他们只听过该地统治者的名字,而对他们的功绩只知之甚少。
τὰ μὲν οὖν ὀνόματα τοῖς ἐκγόνοις ἐτίθεντο ἀγαπῶντες, τὰς δὲ ἀρετὰς καὶ τοὺς νόμους τῶν ἔμπροσθεν οὐκ εἰδότες, εἰ μὴ σκοτεινὰς περὶ ἑκάστων τινὰς ἀκοάς, ἐν ἀπορίᾳ δὲ τῶν ἀναγκαίων ἐπὶ πολλὰς γενεὰς ὄντες αὐτοὶ καὶ παῖδες, πρὸς οἷς ἠπόρουν τὸν νοῦν ἔχοντες, τούτων πέρι καὶ τοὺς λόγους ποιούμενοι, τῶν ἐν τοῖς πρόσθεν καὶ πάλαι ποτὲ γεγονότων ἠμέλουν.
因此,他们乐意把这些名字传给子孙,但对先辈的美德和法律却一无所知,除非有一些关于各事的模糊传闻。 而且由于许多世代都处于生活必需品的匮乏中,他们自己和孩子都把心思放在匮乏之物上,只谈论这些事,而忽略了过去和很久以前发生的事。

词汇与语法注释

  1. 108bὡς ὑπαρχούσης αὐτῷ συγγνώμης εἰς τότε οὕτω λεγέτω — 带连词 ὡς 的属格绝对结构(ὑπαρχούσης συγγνώμης)。它表示主观的假设或前提(“假设……”、“当作……”),表明苏格拉底建议赫莫克拉特斯在发言时,应当假定届时已经预先获得了宽容。
  2. 109bοὐ γὰρ ἂν ὀρθὸν ἔχοι λόγον θεοὺς ἀγνοεῖν — 主句中带有 ἄν 的潜在希求法(ἔχοι),并接对格不定式结构(θεοὺς ἀγνοεῖν)作为主语(或 ἔχοι λόγον 的补足语)。意为“因为神明不知道……是说不通的(不合道理的)”。
  3. 109cἀλλʼ ᾗ μάλιστα εὔστροφον ζῷον — 关系代词 ὅς 的阴性单数与格 ᾗ 作为副词起作用,表示手段、方式或“以……的方式”。在此处引入了统治的隐喻,表明神明引导人类并非通过像驱赶家畜那样的肉体暴力,而是通过说服(πειθοῖ)这一间接且巧妙的对灵魂的“操舵”。

引用这一段

柏拉图, 克里底亚篇 §108-109. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg032.humanitext-grc2:108-109

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。