Humanitext Reader

柏拉图 · 克里底亚篇 §106-107

蒂迈欧的祈祷与克里底亚的开场白

第 1 段,共 9 段 · 希腊语

内容简介

蒂迈欧结束了关于宇宙创造的阐述,向神献上感恩的祈祷,然后将发言权移交给克里底亚。克里底亚请求听众宽容,并以画家的肖像制作为例,解释说向熟知人类事物的听众谈论凡俗之事比谈论神明更为困难。

§106ΤΙ. ὡς ἅσμενος, ὦ Σώκρατες, οἷον ἐκ μακρᾶς ἀναπεπαυμένος ὁδοῦ, νῦν οὕτως ἐκ τῆς τοῦ λόγου διαπορείας ἀγαπητῶς ἀπήλλαγμαι.
蒂迈欧:苏格拉底啊,我是多么高兴,就像从漫长的旅途中停下来休息一样,现在终于如此庆幸地从言辞的漫长穿行中解脱了出来。
τῷ δὲ πρὶν μὲν πάλαι ποτʼ ἔργῳ, νῦν δὲ λόγοις ἄρτι θεῷ γεγονότι προσεύχομαι, τῶν ῥηθέντων ὅσα μὲν ἐρρήθη μετρίως, σωτηρίαν ἡμῖν αὐτὸν αὐτῶν διδόναι, παρὰ μέλος δὲ εἴ τι περὶ αὐτῶν ἄκοντες εἴπομεν, δίκην τὴν πρέπουσαν ἐπιτιθέναι.
我向那位过去早已在事实上诞生、而刚才在言辞中刚刚诞生的神祈祷:在已说的言辞中,凡是说得得当的,愿他亲自赐予我们这些言辞的保存;而如果我们违背意愿,对它们说了任何失调的话,愿他施以合宜的惩罚。
δίκη δὲ ὀρθὴ τὸν πλημμελοῦντα ἐμμελῆ ποιεῖν·
而正确的惩罚就是使失调者变得协调。
ἵνʼ οὖν τὸ λοιπὸν τοὺς περὶ θεῶν γενέσεως ὀρθῶς λέγωμεν λόγους, φάρμακον ἡμῖν αὐτὸν τελεώτατον καὶ ἄριστον φαρμάκων ἐπιστήμην εὐχόμεθα διδόναι, προσευξάμενοι δὲ παραδίδομεν κατὰ τὰς ὁμολογίας Κριτίᾳ τὸν ἑξῆς λόγον.
因此,为了我们今后能正确地讲述关于神明诞生的言辞,我们祈求他赐予我们最完美的药,也是万药中最妙的药——知识;祈祷完毕,我们按照约定,将接下来的发言交托给克里底亚。
ΚΡΙ. ἀλλʼ, ὦ Τίμαιε, δέχομαι μέν, ᾧ δὲ καὶ σὺ κατʼ ἀρχὰς ἐχρήσω, συγγνώμην αἰτούμενος ὡς περὶ μεγάλων μέλλων λέγειν, ταὐτὸν καὶ νῦν ἐγὼ τοῦτο παραιτοῦμαι, μειζόνως δὲ αὐτοῦ τυχεῖν ἔτι μᾶλλον ἀξιῶ περὶ τῶν μελλόντων ῥηθήσεσθαι.
克里底亚:好,蒂迈欧,我接受。 但是,正如你在开始时所做的那样,以将要谈论重大主题为由请求宽容,我现在也同样请求这同一件事;而且对于接下来的发言,我更要求得到更大程度的宽容。
§107ΚΡΙ. καίτοι σχεδὸν μὲν οἶδα παραίτησιν εὖ μάλα φιλότιμον καὶ τοῦ δέοντος ἀγροικοτέραν μέλλων παραιτεῖσθαι, ῥητέον δὲ ὅμως.
克里底亚:虽说,我深知自己即将请求的宽容是非常自负且不合礼仪的,但还是必须说。
ὡς μὲν γὰρ οὐκ εὖ τὰ παρὰ σοῦ λεχθέντα εἴρηται, τίς ἂν ἐπιχειρήσειεν ἔμφρων λέγειν;
因为,对于你所说的话说得不好这一说法,任何心智健全的人怎会企图去说呢?
ὅτι δὲ τὰ ῥηθησόμενα πλείονος συγγνώμης δεῖται χαλεπώτερα ὄντα, τοῦτο πειρατέον πῃ διδάξαι.
但但我必须设法说明这一点:即由于即将谈论的内容更为困难,因此需要更大程度的宽容。
περὶ θεῶν γάρ, ὦ Τίμαιε, λέγοντά τι πρὸς ἀνθρώπους δοκεῖν ἱκανῶς λέγειν ῥᾷον ἢ περὶ θνητῶν πρὸς ἡμᾶς.
蒂迈欧啊,因为向人类谈论神明并让人觉得说得充分,比起向我们谈论凡人要容易得多。
ἡ γὰρ ἀπειρία καὶ σφόδρα ἄγνοια τῶν ἀκουόντων περὶ ὧν ἂν οὕτως ἔχωσιν πολλὴν εὐπορίαν παρέχεσθον τῷ μέλλοντι λέγειν τι περὶ αὐτῶν· περὶ δὲ δὴ θεῶν ἴσμεν ὡς ἔχομεν.
因为听众对于处于这种状态的事物的缺乏经验和极度愚昧,给那些将要谈论它们的人提供了极大的便利;至于神明,我们知道我们自己处于怎样的状态。
ἵνα δὲ σαφέστερον ὃ λέγω δηλώσω, τῇδέ μοι συνεπίσπεσθε.
为了更清楚地说明我所说的话,请跟我来思考这番道理。
μίμησιν μὲν γὰρ δὴ καὶ ἀπεικασίαν τὰ παρὰ πάντων ἡμῶν ῥηθέντα χρεών που γενέσθαι· τὴν δὲ τῶν γραφέων εἰδωλοποιίαν περὶ τὰ θεῖά τε καὶ τὰ ἀνθρώπινα σώματα γιγνομένην ἴδωμεν ῥᾳστώνης τε πέρι καὶ χαλεπότητος πρὸς τὸ τοῖς ὁρῶσιν δοκεῖν ἀποχρώντως μεμιμῆσθαι, καὶ κατοψόμεθα ὅτι γῆν μὲν καὶ ὄρη καὶ ποταμοὺς καὶ ὕλην οὐρανόν τε σύμπαντα καὶ τὰ περὶ αὐτὸν ὄντα καὶ ἰόντα πρῶτον μὲν ἀγαπῶμεν ἄν τίς τι καὶ βραχὺ πρὸς ὁμοιότητα αὐτῶν ἀπομιμεῖσθαι δυνατὸς ᾖ, πρὸς δὲ τούτοις, ἅτε οὐδὲν εἰδότες ἀκριβὲς περὶ τῶν τοιούτων, οὔτε ἐξετάζομεν οὔτε ἐλέγχομεν τὰ γεγραμμένα, σκιαγραφίᾳ δὲ ἀσαφεῖ καὶ ἀπατηλῷ χρώμεθα περὶ αὐτά· τὰ δὲ ἡμέτερα ὁπόταν τις ἐπιχειρῇ σώματα ἀπεικάζειν, ὀξέως αἰσθανόμενοι τὸ παραλειπόμενον διὰ τὴν ἀεὶ σύνοικον κατανόησιν χαλεποὶ κριταὶ γιγνόμεθα τῷ μὴ πάσας πάντως τὰς ὁμοιότητας ἀποδιδόντι.
因为我们所有人说的话,想必都必须是一种模仿和肖像制作;那么,让我们看看画家在描绘神明和人类身体时的画像制作,就如何让观看者觉得模仿得足够充分而言,其难易程度如何,我们将会看到:首先,对于大地、群山、河流、森林,以及整个天空和围绕它存在并运行的事物,如果有人能模仿得有哪怕一点点相似,我们就会感到满意;此外,由于我们对这类事物没有任何确切的知识,我们既不对这些画作进行严密的审查,也不去挑剔,而是对其使用模糊且具欺骗性的粗笔画;但每当有人企图描摹我们自己的身体时,由于我们对自身朝夕相处的了解,我们会敏锐地察觉到疏漏之处,对未能完全呈现所有相似处的画作者成为严苛的裁判。
ταὐτὸν δὴ καὶ κατὰ τοὺς λόγους ἰδεῖν δεῖ γιγνόμενον, ὅτι τὰ μὲν οὐράνια καὶ θεῖα ἀγαπῶμεν καὶ σμικρῶς εἰκότα λεγόμενα, τὰ δὲ θνητὰ καὶ ἀνθρώπινα ἀκριβῶς ἐξετάζομεν.
我们必须看到,在言辞中也发生着完全相同的事情:对于天上的神圣事物,哪怕说得只有一小点相似,我们也会感到满意;而对于凡尘和人类的事物,我们却会进行严密的审查。
ἐκ δὴ τοῦ παραχρῆμα νῦν λεγόμενα, τὸ πρέπον ἂν μὴ δυνώμεθα πάντως ἀποδιδόναι, συγγιγνώσκειν χρεών· οὐ γὰρ ὡς ῥᾴδια τὰ θνητὰ ἀλλʼ ὡς χαλεπὰ πρὸς δόξαν ὄντα ἀπεικάζειν δεῖ διανοεῖσθαι.
因此,对于现在即兴所说的事情,如果我们无法完全呈现出合宜的内容,应当予以原谅;因为我们应当认识到,描摹凡俗的事物绝非易事,要在人们的意见中做到逼真,实际上是极为困难的。

词汇与语法注释

  1. 106aθεῷ γεγονότι — 两个对比性的副词短语 πρὶν μὲν πάλαι ποτʼ ἔργῳ(过去在事实上)和 νῦν δὲ λόγοις ἄρτι(现在在言辞中)共同修饰分词 γεγονότι(来自 γίγνομαι,意为“诞生的”),指代新诞生的宇宙(神)。前者指宇宙在物理上的创生,后者指在刚才的讨论中用言辞进行的构建。
  2. 107aπαρέχεσθον — 动词 παρέχεσθον 使用了双数形式,因为其主语是由 καί 连接的两个单数名词:ἡ ἀπειρία(缺乏经验)和 σφόδρα ἄγνοια(极度无知)。
  3. 107cπρὸς τὸ τοῖς ὁρῶσιν δοκεῖν — 这是一个由介词 πρὸς 引导的带冠词不定式结构(πρὸς τὸ δοκεῖν),表示关联或目的(“关于显得……”或“为了显得……”)。τοῖς ὁρῶσιν(对观看者而言)是修饰 δοκεῖν 的与格补语,而 μεμιμῆσθαι 则是 δοκεῖν 的补足不定式。
  4. 107eλεγόμενα — 这是一个中性复数分词(宾格或主格),起着绝对结构的作用(宾格绝对或悬空分词),意思是“对于现在即兴所说的事情而言”。

引用这一段

柏拉图, 克里底亚篇 §106-107. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg032.humanitext-grc2:106-107

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。