Humanitext Reader

柏拉图 · 蒂迈欧篇 §77-78

植物作为食物的创造与血管及呼吸之网

第 33 段,共 41 段 · 希腊语

内容简介

为了防止凡躯的消融与衰退,诸神创造了仅拥有第三种被动灵魂的植物作为人类的食物。此外,为了让营养和呼吸顺畅运行,他们开凿了血管,并用空气和火编织了一个精妙的网状呼吸系统。

§77ΤΙ. ἐπειδὴ δὲ πάντʼ ἦν τὰ τοῦ θνητοῦ ζῴου συμπεφυκότα μέρη καὶ μέλη, τὴν δὲ ζωὴν ἐν πυρὶ καὶ πνεύματι συνέβαινεν ἐξ ἀνάγκης ἔχειν αὐτῷ, καὶ διὰ ταῦτα ὑπὸ τούτων τηκόμενον κενούμενόν τʼ ἔφθινεν, βοήθειαν αὐτῷ θεοὶ μηχανῶνται.
提:当这凡性生物的所有部分和肢体都已经生长结合在一起,而它又不可避免地在火与气之中拥有生命,并因此被它们消融和排空而趋于衰退时,诸神便为它想出了救治的方法。
τῆς γὰρ ἀνθρωπίνης συγγενῆ φύσεως φύσιν ἄλλαις ἰδέαις καὶ αἰσθήσεσιν κεραννύντες, ὥσθʼ ἕτερον ζῷον εἶναι, φυτεύουσιν·
他们将一种与人类本性相近的本性,与其他形态和感官混合在一起,从而使其成为另一种生物,并将其种植下来。
ἃ δὴ νῦν ἥμερα δένδρα καὶ φυτὰ καὶ σπέρματα παιδευθέντα ὑπὸ γεωργίας τιθασῶς πρὸς ἡμᾶς ἔσχεν, πρὶν δὲ ἦν μόνα τὰ τῶν ἀγρίων γένη, πρεσβύτερα τῶν ἡμέρων ὄντα.
这就是我们现在经过农业驯化而对我们温顺的家种树木、植物和种子,而在此之前只有野生的种类,它们比家种的更为古老。
πᾶν γὰρ οὖν ὅτιπερ ἂν μετάσχῃ τοῦ ζῆν, ζῷον μὲν ἂν ἐν δίκῃ λέγοιτο ὀρθότατα·
因为凡是分享了生命的东西,都可以最公正、最正确地被称为生物。
μετέχει γε μὴν τοῦτο ὃ νῦν λέγομεν τοῦ τρίτου ψυχῆς εἴδους, ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἱδρῦσθαι λόγος, ᾧ δόξης μὲν λογισμοῦ τε καὶ νοῦ μέτεστιν τὸ μηδέν, αἰσθήσεως δὲ ἡδείας καὶ ἀλγεινῆς μετὰ ἐπιθυμιῶν.
而我们现在所说的这种生物(植物),分享了灵魂的第三种类型,据说它安设在横隔膜与脐部之间,它完全不分享意见、推理和理智,而只分享伴随着欲望的快乐和痛苦的感觉。
πάσχον γὰρ διατελεῖ πάντα, στραφέντι δʼ αὐτῷ ἐν ἑαυτῷ περὶ ἑαυτό, τὴν μὲν ἔξωθεν ἀπωσαμένῳ κίνησιν, τῇ δʼ οἰκείᾳ χρησαμένῳ, τῶν αὑτοῦ τι λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσις.
因为它始终处于被动状态,尽管它在自身内部围绕自身旋转,排拒外来的运动而使用自身的运动,但它的生成并未允许它去观察和推论自身的任何事物。
διὸ δὴ ζῇ μὲν ἔστιν τε οὐχ ἕτερον ζῴου, μόνιμον δὲ καὶ κατερριζωμένον πέπηγεν διὰ τὸ τῆς ὑφʼ ἑαυτοῦ κινήσεως ἐστερῆσθαι.
因此,它确实活着,且与生物无异,但由于被剥夺了自我移动的运动,它是固定且生根不移的。
ταῦτα δὴ τὰ γένη πάντα φυτεύσαντες οἱ κρείττους τοῖς ἥττοσιν ἡμῖν τροφήν, τὸ σῶμα αὐτὸ ἡμῶν διωχέτευσαν τέμνοντες οἷον ἐν κήποις ὀχετούς, ἵνα ὥσπερ ἐκ νάματος ἐπιόντος ἄρδοιτο.
在为我们这些较低等的生物种下了所有这些作为食物的种类之后,那些较高等的建设者们开凿了我们的身体,就像在花园里开沟渠一样,以便它能像从流入的泉水那里一样得到灌溉。
καὶ πρῶτον μὲν ὀχετοὺς κρυφαίους ὑπὸ τὴν σύμφυσιν τοῦ δέρματος καὶ τῆς σαρκὸς δύο φλέβας ἔτεμον νωτιαίας, δίδυμον ὡς τὸ σῶμα ἐτύγχανεν δεξιοῖς τε καὶ ἀριστεροῖς ὄν·
首先,他们在皮肤与肉结合的下方,开凿了两条背部的血管作为隐蔽的渠道,因为身体刚好是由左右两部分构成的双重结构。
ταύτας δὲ καθῆκαν παρὰ τὴν ῥάχιν, καὶ τὸν γόνιμον μεταξὺ λαβόντες μυελόν, ἵνα οὗτός τε ὅτι μάλιστα θάλλοι, καὶ ἐπὶ τἆλλα εὔρους ἐντεῦθεν ἅτε ἐπὶ κάταντες ἡ ἐπίχυσις γιγνομένη παρέχοι τὴν ὑδρείαν ὁμαλήν.
他们将这两条血管沿着脊椎垂下,将具有生育能力的骨髓夹在其中,以便使这骨髓能最茂盛地生长,且使从那里流向其他部分的流溢,如同顺流而下一样,能够提供均匀的灌溉。
μετὰ δὲ ταῦτα σχίσαντες περὶ τὴν κεφαλὴν τὰς φλέβας καὶ διʼ ἀλλήλων ἐναντίας πλέξαντες διεῖσαν, τὰς μὲν ἐκ τῶν δεξιῶν ἐπὶ τἀριστερὰ τοῦ σώματος, τὰς δʼ ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ κλίναντες, ὅπως δεσμὸς ἅμα τῇ κεφαλῇ πρὸς τὸ σῶμα εἴη μετὰ τοῦ δέρματος, ἐπειδὴ νεύροις οὐκ ἦν κύκλῳ κατὰ κορυφὴν περιειλημμένη, καὶ δὴ καὶ τὸ τῶν αἰσθήσεων πάθος ἵνʼ ἀφʼ ἑκατέρων τῶν μερῶν εἰς ἅπαν τὸ σῶμα εἴη διάδηλον.
在这之后,他们将头部的血管分叉,并使其相互反向交错通过,将右侧的血管倾斜向身体左侧,将左侧的倾斜向右侧,以便使头部与皮肤一起构成与身体相连的纽带,因为头顶周围并没有被腱所包围,同时也为了使来自两侧的感官知觉能清晰地传导到整个身体。
§78ΤΙ. τὸ δʼ ἐντεῦθεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ τινὶ τοιῷδε, ὃν κατοψόμεθα ῥᾷον προδιομολογησάμενοι τὸ τοιόνδε, ὅτι πάντα ὅσα ἐξ ἐλαττόνων συνίσταται στέγει τὰ μείζω, τὰ δὲ ἐκ μειζόνων τὰ σμικρότερα οὐ δύναται, πῦρ δὲ πάντων γενῶν σμικρομερέστατον, ὅθεν διʼ ὕδατος καὶ γῆς ἀέρος τε καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρεῖ καὶ στέγειν οὐδὲν αὐτὸ δύναται.
提:自此以后,他们以下列某种方式准备了输水系统,如果我们先对以下这点达成共识,我们就能更容易地看清这一方式:凡是由较小微粒构成的东西,都能容纳较大的东西,而由较大微粒构成的东西则不能容纳较小的东西;而火是所有元素中微粒最小的,因此它能穿过水、土、空气以及由这些构成的一切,没有任何东西能容纳它。
ταὐτὸν δὴ καὶ περὶ τῆς παρʼ ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ ὅταν εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ σμικρομερέστερα ὄντα τῆς αὑτῆς συστάσεως οὐ δύναται.
同样地,我们也必须这样来思考我们的腹部:当食物和饮料落入其中时,它能容纳它们,但对于由比它自身的构成更为微小的微粒组成的息和火,它却无法容纳。
τούτοις οὖν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν, πλέγμα ἐξ ἀέρος καὶ πυρὸς οἷον οἱ κύρτοι συνυφηνάμενος, διπλᾶ κατὰ τὴν εἴσοδον ἐγκύρτια ἔχον, ὧν θάτερον αὖ πάλιν διέπλεξεν δίκρουν· καὶ ἀπὸ τῶν ἐγκυρτίων δὴ διετείνατο οἷον σχοίνους κύκλῳ διὰ παντὸς πρὸς τὰ ἔσχατα τοῦ πλέγματος.
因此,神在从腹部到血管的输水过程中利用了这些,他用空气和火编织了一个像鱼笼一样的网,在其入口处有两个双重的漏斗状入口,其中一个他又编织成双叉的;从这些漏斗状入口,他将类似绳索的东西向外延伸,环绕整个网直至其边缘。
τὰ μὲν οὖν ἔνδον ἐκ πυρὸς συνεστήσατο τοῦ πλοκάνου ἅπαντα, τὰ δʼ ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδῆ, καὶ λαβὼν αὐτὸ περιέστησεν τῷ πλασθέντι ζῴῳ τρόπον τοιόνδε.
网的内部全部由火构成,而漏斗状入口和外罩则呈空气状。 他拿起这个装置,以下列方式将其套在所塑造的生物周围。
τὸ μὲν τῶν ἐγκυρτίων εἰς τὸ στόμα μεθῆκεν· διπλοῦ δὲ ὄντος αὐτοῦ κατὰ μὲν τὰς ἀρτηρίας εἰς τὸν πλεύμονα καθῆκεν θάτερον, τὸ δʼ εἰς τὴν κοιλίαν παρὰ τὰς ἀρτηρίας· τὸ δʼ ἕτερον σχίσας τὸ μέρος ἑκάτερον κατὰ τοὺς ὀχετοὺς τῆς ῥινὸς ἀφῆκεν κοινόν, ὥσθʼ ὅτε μὴ κατὰ στόμα ἴοι θάτερον, ἐκ τούτου πάντα καὶ τὰ ἐκείνου ῥεύματα ἀναπληροῦσθαι.
他将其中一个漏斗状入口放入嘴里;由于它是双重的,他将其中的一部分沿着气管下放到肺部,另一部分则沿着气管下放到腹部;他将另一个漏斗状入口分叉,让这两个部分共同通向鼻子的通道,以便在其中一个不通过嘴部时,另一个能从这里补足其所有的流量。
τὸ δὲ ἄλλο κύτος τοῦ κύρτου περὶ τὸ σῶμα ὅσον κοῖλον ἡμῶν περιέφυσεν, καὶ πᾶν δὴ τοῦτο τοτὲ μὲν εἰς τὰ ἐγκύρτια συρρεῖν μαλακῶς, ἅτε ἀέρα ὄντα, ἐποίησεν, τοτὲ δὲ ἀναρρεῖν μὲν τὰ ἐγκύρτια, τὸ δὲ πλέγμα, ὡς ὄντος τοῦ σώματος μανοῦ, δύεσθαι εἴσω διʼ αὐτοῦ καὶ πάλιν ἔξω, τὰς δὲ ἐντὸς τοῦ πυρὸς ἀκτῖνας διαδεδεμένας ἀκολουθεῖν ἐφʼ ἑκάτερα ἰόντος τοῦ ἀέρος, καὶ τοῦτο, ἕωσπερ ἂν τὸ θνητὸν συνεστήκῃ ζῷον, μὴ διαπαύεσθαι γιγνόμενον·
他把鱼笼的另一个外罩长在我们的整个身体空腔周围,并使这整个外罩由于是空气,有时能缓缓流入漏斗状入口,有时又让漏斗状入口反流,而网由于身体是多孔稀疏的,能通过身体渗入内部并再次透出外部,同时内部被束缚的火的光线,也随着空气在两边的移动而追随其后。 并且,只要这凡性生物还存在,这就不会停止发生。
τούτῳ δὲ δὴ τῷ γένει τὸν τὰς ἐπωνυμίας θέμενον ἀναπνοὴν καὶ ἐκπνοὴν λέγομεν θέσθαι τοὔνομα.
对于这一过程,我们说,那命名者给它起了吸气和呼气的名字。
πᾶν δὲ δὴ τό τʼ ἔργον καὶ τὸ πάθος τοῦθʼ ἡμῶν τῷ σώματι γέγονεν ἀρδομένῳ καὶ ἀναψυχομένῳ τρέφεσθαι καὶ ζῆν·
而我们的身体由于得到灌溉和冷却,从而获得营养并得以存活,这整个作用和被动过程便因此产生了。

词汇与语法注释

  1. 77cτῶν αὑτοῦ τι λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσις — 此句中主语为 `ἡ γένεσις`(天性),主动词为 `οὐ παραδέδωκεν`(未允许)。与格分词 `κατιδόντι` 与前面指代植物主体的与格关系一致,充当不定式 `λογίσασθαι`(推论)的逻辑主语。整句结构为:“它的天性并未允许它(通过)观察来推论自身的任何事物”。
  2. 77dδίδυμον ὡς τὸ σῶμα ἐτύγχανεν δεξιοῖς τε καὶ ἀριστεροῖς ὄν — 中性单数形容词 `δίδυμον`(成双的/双重的)在此处作为同格成分或状语,用以修饰前面的“两条背部血管” (`δύο φλέβας νωτιαίας`)。它与后面的 `ὡς` 从句(“正如身体恰好是由右侧和左侧构成”)呼应,表明这两条血管是被制成成双成对的,以契合身体左右对称的结构。
  3. 78aὅτι πάντα ὅσα ἐξ ἐλαττόνων συνίσταται στέγει τὰ μείζω — 此句阐述了一个物理学原理。动词 `στέγω` 在此处的含义是“包容、容纳、使不漏出”。它与随后的“而由较大部分构成的事物则不能容纳较小的”形成对比,从而作为前提,解释了为什么作为最微细元素的火能够穿透一切物质而不被容纳。

引用这一段

柏拉图, 蒂迈欧篇 §77-78. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:77-78

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。