Humanitext Reader

柏拉图 · 蒂迈欧篇 §80-81

圆环置换运动与生长衰老及死亡过程

第 35 段,共 41 段 · 希腊语

内容简介

提迈欧阐明,通常被归因于“吸引力”的各种物理现象(如吸盘、吞咽、抛物、以及音调的和谐)实际上是由无空无和相互推挤(圆环置换)引起的。他进一步解释了体内血液分配养分、生长、衰老以及灵魂在死亡时温和解脱的过程,是如何由体内构成三角形的结合与老化机制所主导的。

§80ΤΙ. καὶ δὴ καὶ τὰ τῶν περὶ τὰς ἰατρικὰς σικύας παθημάτων αἴτια καὶ τὰ τῆς καταπόσεως τά τε τῶν ῥιπτουμένων, ὅσα ἀφεθέντα μετέωρα καὶ ὅσα ἐπὶ γῆς φέρεται, ταύτῃ διωκτέον, καὶ ὅσοι φθόγγοι ταχεῖς τε καὶ βραδεῖς ὀξεῖς τε καὶ βαρεῖς φαίνονται, τοτὲ μὲν ἀνάρμοστοι φερόμενοι διʼ ἀνομοιότητα τῆς ἐν ἡμῖν ὑπʼ αὐτῶν κινήσεως, τοτὲ δὲ σύμφωνοι διʼ ὁμοιότητα.
提:此外,关于医学用吸血罐的现象的原因,以及吞咽、抛出物(无论是释放悬空还是在地面上移动的),也都必须以这种方式来探讨。 还有所有显得快与慢、高与低的音调,有时由于它们在我们内部产生的运动不相似而无序运行,有时由于相似而协调一致。
τὰς γὰρ τῶν προτέρων καὶ θαττόνων οἱ βραδύτεροι κινήσεις ἀποπαυομένας ἤδη τε εἰς ὅμοιον ἐληλυθυίας, αἷς ὕστερον αὐτοὶ προσφερόμενοι κινοῦσιν ἐκείνας, καταλαμβάνουσιν, καταλαμβάνοντες δὲ οὐκ ἄλλην ἐπεμβάλλοντες ἀνετάραξαν κίνησιν, ἀλλʼ ἀρχὴν βραδυτέρας φορᾶς κατὰ τὴν τῆς θάττονος, ἀποληγούσης δέ, ὁμοιότητα προσάψαντες, μίαν ἐξ ὀξείας καὶ βαρείας συνεκεράσαντο πάθην·
因为较慢的运动赶上了先前较快的运动,后者此时已经停止并达到了与前者相似的状态,较慢的运动在后面赶上时移动了它们;在赶上它们时,并没有引入另一种运动来扰乱它们,而是根据正在结束的较快运动的相似性,接上较慢运动的开始,将高音和低音融合成一个单一的体验。
ὅθεν ἡδονὴν μὲν τοῖς ἄφροσιν, εὐφροσύνην δὲ τοῖς ἔμφροσιν διὰ τὴν τῆς θείας ἁρμονίας μίμησιν ἐν θνηταῖς γενομένην φοραῖς παρέσχον.
因此,由于在凡俗的运行中产生的对神圣和谐的模仿,它们给愚者带来快乐,给智者带来愉悦。
καὶ δὴ καὶ τὰ τῶν ὑδάτων πάντα ῥεύματα, ἔτι δὲ τὰ τῶν κεραυνῶν πτώματα καὶ τὰ θαυμαζόμενα ἠλέκτρων περὶ τῆς ἕλξεως καὶ τῶν Ἡρακλείων λίθων, πάντων τούτων ὁλκὴ μὲν οὐκ ἔστιν οὐδενί ποτε, τὸ δὲ κενὸν εἶναι μηδὲν περιωθεῖν τε αὑτὰ ταῦτα εἰς ἄλληλα, τό τε διακρινόμενα καὶ συγκρινόμενα πρὸς τὴν αὑτῶν διαμειβόμενα ἕδραν ἕκαστα ἰέναι πάντα, τούτοις τοῖς παθήμασιν πρὸς ἄλληλα συμπλεχθεῖσιν τεθαυματουργημένα τῷ κατὰ τρόπον ζητοῦντι φανήσεται.
此外,水的所有流动,还有雷电的降落,以及关于琥珀和赫拉克勒斯石吸引力的奇妙现象——在所有这些现象中,任何东西都绝对没有所谓的吸引力,而是因为没有空无,这些东西本身互相推挤,并且所有东西在分离和结合时,都各自走向它们自己的位置,这些现象相互交织,对以正确方式探索的人来说,就会显得像神迹一样。
καὶ δὴ καὶ τὸ τῆς ἀναπνοῆς, ὅθεν ὁ λόγος ὥρμησεν, κατὰ ταῦτα καὶ διὰ τούτων γέγονεν, ὥσπερ ἐν τοῖς πρόσθεν εἴρηται, τέμνοντος μὲν τὰ σιτία τοῦ πυρός, αἰωρουμένου δὲ ἐντὸς τῷ πνεύματι συνεπομένου, τὰς φλέβας τε ἐκ τῆς κοιλίας τῇ συναιωρήσει πληροῦντος τῷ τὰ τετμημένα αὐτόθεν ἐπαντλεῖν· καὶ διὰ ταῦτα δὴ καθʼ ὅλον τὸ σῶμα πᾶσιν τοῖς ζῴοις τὰ τῆς τροφῆς νάματα οὕτως ἐπίρρυτα γέγονεν.
而呼吸的过程,作为讨论的出发点,也是按照这些并且通过这些产生的,正如前面所说,当火切碎食物,并在内部随着气息摇摆,通过这种共同的摇摆,从腹部抽取被切碎的食物来填满血管;确实,因为这些原因,在所有的生物中,营养的泉流就这样流遍全身。
νεότμητα δὲ καὶ ἀπὸ συγγενῶν ὄντα, τὰ μὲν καρπῶν, τὰ δὲ χλόης, ἃ θεὸς ἐπʼ αὐτὸ τοῦθʼ ἡμῖν ἐφύτευσεν, εἶναι τροφήν, παντοδαπὰ μὲν χρώματα ἴσχει διὰ τὴν σύμμειξιν, ἡ δʼ ἐρυθρὰ πλείστη περὶ αὐτὰ χρόα διαθεῖ, τῆς τοῦ πυρὸς τομῆς τε καὶ ἐξομόρξεως ἐν ὑγρῷ δεδημιουργημένη φύσις.
这些新切碎的、来自同族物质的食物——有些来自果实,有些来自草木,这些是神为了这个目的特意为我们种植的食物——由于混合而呈现出各种颜色,但其中最红的颜色流淌最多,这是火在湿润中切削并擦拭后创造出的性质。
§81ΤΙ. ὅθεν τοῦ κατὰ τὸ σῶμα ῥέοντος τὸ χρῶμα ἔσχεν οἵαν ὄψιν διεληλύθαμεν ὃ καλοῦμεν αἷμα, νομὴν σαρκῶν καὶ σύμπαντος τοῦ σώματος, ὅθεν ὑδρευόμενα ἕκαστα πληροῖ τὴν τοῦ κενουμένου βάσιν·
提:身体中流动的液体由此获得了它的颜色,呈现出我们所描述的样貌,我们称之为血液,它是肉体和全身的养料,各部分从中汲水,填满空虚的底层。
ὁ δὲ τρόπος τῆς πληρώσεως ἀποχωρήσεώς τε γίγνεται καθάπερ ἐν τῷ παντὶ παντὸς ἡ φορὰ γέγονεν, ἣν τὸ συγγενὲς πᾶν φέρεται πρὸς ἑαυτό.
而填充和排泄的方式,就像宇宙中一切事物的运动一样,即所有同族的东西都向着自身运动。
τὰ μὲν γὰρ δὴ περιεστῶτα ἐκτὸς ἡμᾶς τήκει τε ἀεὶ καὶ διανέμει πρὸς ἕκαστον εἶδος τὸ ὁμόφυλον ἀποπέμποντα, τὰ δὲ ἔναιμα αὖ, κερματισθέντα ἐντὸς παρʼ ἡμῖν καὶ περιειλημμένα ὥσπερ ὑπʼ οὐρανοῦ συνεστῶτος ἑκάστου τοῦ ζῴου, τὴν τοῦ παντὸς ἀναγκάζεται μιμεῖσθαι φοράν· πρὸς τὸ συγγενὲς οὖν φερόμενον ἕκαστον τῶν ἐντὸς μερισθέντων τὸ κενωθὲν τότε πάλιν ἀνεπλήρωσεν.
因为在外部包围我们的事物总是融化我们并将其消散,送往各自同族的类别,而另一方面,血液成分在我们内部被切碎,并像被每个生物稳固的 “天穹”所包裹一样,被迫模仿宇宙的运动;在内部被分割的每一部分,朝着其同族的东西运动,便再次填满了当时空虚的地方。
ὅταν μὲν δὴ πλέον τοῦ ἐπιρρέοντος ἀπίῃ, φθίνει πᾶν, ὅταν δὲ ἔλαττον, αὐξάνεται.
当流失的多于流入的时,整个生物就会衰退;而当流失的少于流入的时,它就会生长。
νέα μὲν οὖν σύστασις τοῦ παντὸς ζῴου, καινὰ τὰ τρίγωνα οἷον ἐκ δρυόχων ἔτι ἔχουσα τῶν γενῶν, ἰσχυρὰν μὲν τὴν σύγκλεισιν αὐτῶν πρὸς ἄλληλα κέκτηται, συμπέπηγεν δὲ ὁ πᾶς ὄγκος αὐτῆς ἁπαλός, ἅτʼ ἐκ μυελοῦ μὲν νεωστὶ γεγονυίας, τεθραμμένης δὲ ἐν γάλακτι·
整个生物的新构造,其各种三角形还像刚从船台上下来的木料一样新,它们彼此之间的锁闭非常牢固,但其整个体积却很柔软,因为它最近才从骨髓中产生并用乳汁滋养。
τὰ δὴ περιλαμβανόμενα ἐν αὐτῇ τρίγωνα ἔξωθεν ἐπεισελθόντα, ἐξ ὧν ἂν ᾖ τά τε σιτία καὶ ποτά, τῶν ἑαυτῆς τριγώνων παλαιότερα ὄντα καὶ ἀσθενέστερα καινοῖς ἐπικρατεῖ τέμνουσα, καὶ μέγα ἀπεργάζεται τὸ ζῷον τρέφουσα ἐκ πολλῶν ὁμοίων.
因此,当外部进入并被包裹在其中的三角形(也就是食物和饮料的组成部分)比它自己的三角形更古老、更软弱时,它用新三角形切碎并征服它们,通过许多相似的部分进行滋养,使生物长大。
ὅταν δʼ ἡ ῥίζα τῶν τριγώνων χαλᾷ διὰ τὸ πολλοὺς ἀγῶνας ἐν πολλῷ χρόνῳ πρὸς πολλὰ ἠγωνίσθαι, τὰ μὲν τῆς τροφῆς εἰσιόντα οὐκέτι δύναται τέμνειν εἰς ὁμοιότητα ἑαυτοῖς, αὐτὰ δὲ ὑπὸ τῶν ἔξωθεν ἐπεισιόντων εὐπετῶς διαιρεῖται· φθίνει δὴ πᾶν ζῷον ἐν τούτῳ κρατούμενον, γῆράς τε ὀνομάζεται τὸ πάθος.
但是,当三角形的根部由于在长时间内与许多事物进行了许多斗争而松弛时,它们便不再能够将进入的食物切碎成与自己相似的形式,反而容易被从外部进入的食物所分割;整个生物在此状态下被征服而衰退,这种状态被称为衰老。
τέλος δέ, ἐπειδὰν τῶν περὶ τὸν μυελὸν τριγώνων οἱ συναρμοσθέντες μηκέτι ἀντέχωσιν δεσμοὶ τῷ πόνῳ διιστάμενοι, μεθιᾶσιν τοὺς τῆς ψυχῆς αὖ δεσμούς, ἡ δὲ λυθεῖσα κατὰ φύσιν μεθʼ ἡδονῆς ἐξέπτατο·
最后,当骨髓周围连接起来的三角形纽带由于劳累而无法再坚持、彼此分离时,它们又释放了灵魂的纽带,而被释放的灵魂便按照本性快乐地飞走了。
πᾶν γὰρ τὸ μὲν παρὰ φύσιν ἀλγεινόν, τὸ δʼ ᾗ πέφυκεν γιγνόμενον ἡδύ.
因为一切违背本性的事都是痛苦的,而按照本性发生的事则是愉快的。
καὶ θάνατος δὴ κατὰ ταὐτὰ ὁ μὲν κατὰ νόσους καὶ ὑπὸ τραυμάτων γιγνόμενος ἀλγεινὸς καὶ βίαιος, ὁ δὲ μετὰ γήρως ἰὼν ἐπὶ τέλος κατὰ φύσιν ἀπονώτατος τῶν θανάτων καὶ μᾶλλον μεθʼ ἡδονῆς γιγνόμενος ἢ λύπης.
死也是如此,因疾病和受伤而产生的死是痛苦且暴力的,而随着衰老走向终点的死,按照本性是所有死亡中最无痛苦的,并且是伴随着快乐而非痛苦发生的。

词汇与语法注释

  1. 80aτοτὲ μὲν ἀνάρμοστοι φερόμενοι διʼ ἀνομοιότητα... τοτὲ δὲ σύμφωνοι διʼ ὁμοιότητα — 形容词 `ἀνάρμοστοι`(不协调的)和 `σύμφωνοι`(协调的)是主格复数,与前文的主语 `ὅσοι φθόγγοι`(所有音调)一致。该结构解释了声音的性质取决于它们在我们内部引起的运动是不相似(`ἀνομοιότητα`)还是相似(`ὁμοιότητα`),分词 `φερόμενοι` 描述了声音的传播方式。
  2. 80cτό τε διακρινόμενα καὶ συγκρινόμενα πρὸς τὴν αὑτῶν διαμειβόμενα ἕδραν ἕκαστα ἰέναι πάντα — 这是带对格的不定式结构(accusative-and-infinitive)的一部分,其中 `ἰέναι`(走向)充当不定式,其逻辑主语是中性复数 `ἕκαστα πάντα`(所有个别事物)。分词 `διακρινόμενα καὶ συγκρινόμενα`(在分离与结合中)和 `διαμειβόμενα` 修饰该主语,解释了在没有吸引力的情况下的物理运动。
  3. 81bτὰ δὲ ἔναιμα αὖ... τὴν τοῦ παντὸς ἀναγκάζεται μιμεῖσθαι φοράν — 这展示了古希腊语中“中性复数主语(`τὰ ἔναιμα`,血液成分)接单数动词(`ἀναγκάζεται`,被迫)”的语法规则。在语法上,它将血液的集体成分视为一个统一的、协同运作的单一系统。

引用这一段

柏拉图, 蒂迈欧篇 §80-81. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:80-81

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。