§73ΤΙ. τὴν ἐσομένην ἐν ἡμῖν ποτῶν καὶ ἐδεστῶν ἀκολασίαν ᾔδεσαν οἱ συντιθέντες ἡμῶν τὸ γένος, καὶ ὅτι τοῦ μετρίου καὶ ἀναγκαίου διὰ μαργότητα πολλῷ χρησοίμεθα πλέονι·
提:我们的造物主们知道,我们将来在饮食上会产生无节制,并且由于贪食,我们所消耗的将远远超过适度且必需的量。
ἵνʼ οὖν μὴ φθορὰ διὰ νόσους ὀξεῖα γίγνοιτο καὶ ἀτελὲς τὸ γένος εὐθὺς τὸ θνητὸν τελευτῷ, ταῦτα προορώμενοι τῇ τοῦ περιγενησομένου πώματος ἐδέσματός τε ἕξει τὴν ὀνομαζομένην κάτω κοιλίαν ὑποδοχὴν ἔθεσαν, εἵλιξάν τε πέριξ τὴν τῶν ἐντέρων γένεσιν, ὅπως μὴ ταχὺ διεκπερῶσα ἡ τροφὴ ταχὺ πάλιν τροφῆς ἑτέρας δεῖσθαι τὸ σῶμα ἀναγκάζοι, καὶ παρέχουσα ἀπληστίαν, διὰ γαστριμαργίαν ἀφιλόσοφον καὶ ἄμουσον πᾶν ἀποτελοῖ τὸ γένος, ἀνυπήκοον τοῦ θειοτάτου τῶν παρʼ ἡμῖν.
因此,为了不让疾病导致迅速的毁灭,也不让这必死的种族立刻迎来未竟的终局,他们预见到这些,便将那被称为“下腹”的空腔安置为容纳多余饮食物的容器,并将其周围缠绕上肠子的结构,以便食物不至于过快通过,从而迫使身体又很快需要其他食物,产生贪得无厌的欲望,并由于不敬哲学、不通文雅的贪食,使得整个种族完全不听从我们之中最神圣的部分。
τὸ δὲ ὀστῶν καὶ σαρκῶν καὶ τῆς τοιαύτης φύσεως πέρι πάσης ὧδε ἔσχεν.
至于骨、肉以及所有此类本性,其情况如下。
τούτοις σύμπασιν ἀρχὴ μὲν ἡ τοῦ μυελοῦ γένεσις·
这一切的起点乃是骨髓的生成。
οἱ γὰρ τοῦ βίου δεσμοί, τῆς ψυχῆς τῷ σώματι συνδουμένης, ἐν τούτῳ διαδούμενοι κατερρίζουν τὸ θνητὸν γένος·
因为生命的羁绊——灵魂与身体结合在一起——就系在其中,使这必死的种族扎根。
αὐτὸς δὲ ὁ μυελὸς γέγονεν ἐξ ἄλλων.
而骨髓本身则是从其他事物中生成的。
τῶν γὰρ τριγώνων ὅσα πρῶτα ἀστραβῆ καὶ λεῖα ὄντα πῦρ τε καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν διʼ ἀκριβείας μάλιστα ἦν παρασχεῖν δυνατά, ταῦτα ὁ θεὸς ἀπὸ τῶν ἑαυτῶν ἕκαστα γενῶν χωρὶς ἀποκρίνων, μειγνὺς δὲ ἀλλήλοις σύμμετρα, πανσπερμίαν παντὶ θνητῷ γένει μηχανώμενος, τὸν μυελὸν ἐξ αὐτῶν ἀπηργάσατο, καὶ μετὰ ταῦτα δὴ φυτεύων ἐν αὐτῷ κατέδει τὰ τῶν ψυχῶν γένη, σχημάτων τε ὅσα ἔμελλεν αὖ σχήσειν οἷά τε καθʼ ἕκαστα εἴδη, τὸν μυελὸν αὐτὸν τοσαῦτα καὶ τοιαῦτα διῃρεῖτο σχήματα εὐθὺς ἐν τῇ διανομῇ τῇ κατʼ ἀρχάς.
因为在三角形中,凡是最初那些没有歪曲且光滑、最能精确提供火、水、空气和地的三角形,神将它们从各自的类别中分别挑选出来,并按比例互相混合,为所有的必死种族设计了一种万能的种床,用它们制成了骨髓。 在这之后,他将各种灵魂的类别种植并约束在其中。 至于灵魂在各个类别中将来还要具有的各种形状,他立即在最初的分配中,将骨髓本身分割成同样多且相同的形状。
καὶ τὴν μὲν τὸ θεῖον σπέρμα οἷον ἄρουραν μέλλουσαν ἕξειν ἐν αὑτῇ περιφερῆ πανταχῇ πλάσας ἐπωνόμασεν τοῦ μυελοῦ ταύτην τὴν μοῖραν ἐγκέφαλον, ὡς ἀποτελεσθέντος ἑκάστου ζῴου τὸ περὶ τοῦτʼ ἀγγεῖον κεφαλὴν γενησόμενον·
而对于那将要容纳神圣种子的部分,他将其形塑为各处都呈圆形的领域,并将骨髓的这一部分命名为“脑”,因为在每个动物完成时,包围它的容器将成为“头”。
ὃ δʼ αὖ τὸ λοιπὸν καὶ θνητὸν τῆς ψυχῆς ἔμελλε καθέξειν, ἅμα στρογγύλα καὶ προμήκη διῃρεῖτο σχήματα, μυελὸν δὲ πάντα ἐπεφήμισεν, καὶ καθάπερ ἐξ ἀγκυρῶν βαλλόμενος ἐκ τούτων πάσης ψυχῆς δεσμοὺς περὶ τοῦτο σύμπαν ἤδη τὸ σῶμα ἡμῶν ἀπηργάζετο, στέγασμα μὲν αὐτῷ πρῶτον συμπηγνὺς περὶ ὅλον ὀστέινον.
另一方面,对于那将要容纳灵魂其余必死部分的部分,他将其分割为圆形和细长的形状,并将它们全部命名为“髓”。 他以此为锚,从这些地方出发,已经为我们整个身体制成了所有灵魂的羁绊,并首先在它周围搭建了一个骨质的防御罩。
τὸ δὲ ὀστοῦν συνίστησιν ὧδε.
骨头的构成如下。
γῆν διαττήσας καθαρὰν καὶ λείαν ἐφύρασε καὶ ἔδευσεν μυελῷ, καὶ μετὰ τοῦτο εἰς πῦρ αὐτὸ ἐντίθησιν, μετʼ ἐκεῖνο δὲ εἰς ὕδωρ βάπτει, πάλιν δὲ εἰς πῦρ, αὖθίς τε εἰς ὕδωρ·
神筛出干净而光滑的泥土,用骨髓将其揉和并浸润,在此之后将其置于火中,随后又浸入水中,再次置于火中,又一次浸入水中。
μεταφέρων δʼ οὕτω πολλάκις εἰς ἑκάτερον ὑπʼ ἀμφοῖν ἄτηκτον ἀπηργάσατο.
通过如此多次在两者之间交替,他使其在两者的作用下变得不可熔化。
§74ΤΙ. καταχρώμενος δὴ τούτῳ περὶ μὲν τὸν ἐγκέφαλον αὐτοῦ σφαῖραν περιετόρνευσεν ὀστεΐνην, ταύτῃ δὲ στενὴν διέξοδον κατελείπετο·
提:他充分利用这种物质,首先在脑的周围旋转雕琢出一个骨质的球体,并在其中留下一条狭窄的通道。
καὶ περὶ τὸν διαυχένιον ἅμα καὶ νωτιαῖον μυελὸν ἐξ αὐτοῦ σφονδύλους πλάσας ὑπέτεινεν οἷον στρόφιγγας, ἀρξάμενος ἀπὸ τῆς κεφαλῆς, διὰ παντὸς τοῦ κύτους.
接着,在颈部和脊髓的周围,他用骨髓形塑出脊椎骨,好似转轴一般,自头部开始,延伸到整个躯干。
καὶ τὸ πᾶν δὴ σπέρμα διασῴζων οὕτως λιθοειδεῖ περιβόλῳ συνέφραξεν, ἐμποιῶν ἄρθρα, τῇ θατέρου προσχρώμενος ἐν αὐτοῖς ὡς μέσῃ ἐνισταμένῃ δυνάμει, κινήσεως καὶ κάμψεως ἕνεκα.
为了如此保护所有的种子,他用一个石质的围墙将其封闭,并在其中制造了关节,在关节中利用他者的力量作为中介力量,以便运动和弯曲。
τὴν δʼ αὖ τῆς ὀστεΐνης φύσεως ἕξιν ἡγησάμενος τοῦ δέοντος κραυροτέραν εἶναι καὶ ἀκαμπτοτέραν, διάπυρόν τʼ αὖ γιγνομένην καὶ πάλιν ψυχομένην σφακελίσασαν ταχὺ διαφθερεῖν τὸ σπέρμα ἐντὸς αὑτῆς, διὰ ταῦτα οὕτω τὸ τῶν νεύρων καὶ τὸ τῆς σαρκὸς γένος ἐμηχανᾶτο, ἵνα τῷ μὲν πάντα τὰ μέλη συνδήσας ἐπιτεινομένῳ καὶ ἀνιεμένῳ περὶ τοὺς στρόφιγγας καμπτόμενον τὸ σῶμα καὶ ἐκτεινόμενον παρέχοι, τὴν δὲ σάρκα προβολὴν μὲν καυμάτων, πρόβλημα δὲ χειμώνων, ἔτι δὲ πτωμάτων οἷον τὰ πιλητὰ ἔσεσθαι κτήματα, σώμασιν μαλακῶς καὶ πρᾴως ὑπείκουσαν, θερμὴν δὲ νοτίδα ἐντὸς ἑαυτῆς ἔχουσαν θέρους μὲν ἀνιδίουσαν καὶ νοτιζομένην ἔξωθεν ψῦχος κατὰ πᾶν τὸ σῶμα παρέξειν οἰκεῖον, διὰ χειμῶνος δὲ πάλιν αὖ τούτῳ τῷ πυρὶ τὸν προσφερόμενον ἔξωθεν καὶ περιιστάμενον πάγον ἀμυνεῖσθαι μετρίως.
另一方面,他认为骨质本性的状态比所需的更为脆弱且不易弯曲,而且如果它变得过热或再次冷却,就会坏死并迅速摧毁其内部的种子。 因此,他便设计了腱和肉的类别。 这是为了用腱将所有的肢体结合在一起,在腱的拉紧和放松下,使身体围绕转轴弯曲和伸展;而肉则作为防暑的屏障和御寒的防护,此外还能防备跌倒,就像是毛毡制成的衣物,柔软而温和地顺应身体,并且其内部含有温热的湿气,在夏天排汗并在外侧润泽,从而为整个身体提供相宜的凉爽,而在冬天,相反,它用这种火适度地抵御从外部逼近并包围身体的冰霜。
ταῦτα ἡμῶν διανοηθεὶς ὁ κηροπλάστης, ὕδατι μὲν καὶ πυρὶ καὶ γῇ συμμείξας καὶ συναρμόσας, ἐξ ὀξέος καὶ ἁλμυροῦ συνθεὶς ζύμωμα ὑπομείξας αὐτοῖς, σάρκα ἔγχυμον καὶ μαλακὴν συνέστησεν·
我们的造物者想到了这些,将水、火、土混合并调谐,用酸和咸组成的酵母加入它们之中,构成了多汁且柔软的肉。
τὴν δὲ τῶν νεύρων φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμφοῖν μέσην δυνάμει συνεκεράσατο, ξανθῷ χρώματι προσχρώμενος.
而他将腱的本性由骨和无酵肉的混合物调制而成,形成了一种介于两者之间、具有中介力量的单一物质,并加入了黄色的色彩。
ὅθεν συντονωτέραν μὲν καὶ γλισχροτέραν σαρκῶν, μαλακωτέραν δὲ ὀστῶν ὑγροτέραν τε ἐκτήσατο δύναμιν νεῦρα·
因此,腱获得了比肉更紧绷、更黏稠,但比骨头更柔软、更湿润的力量。
οἷς συμπεριλαβὼν ὁ θεὸς ὀστᾶ καὶ μυελόν, δήσας πρὸς ἄλληλα νεύροις, μετὰ ταῦτα σαρξὶν πάντα αὐτὰ κατεσκίασεν ἄνωθεν.
神用这些包围了骨头和骨髓,用腱将它们互相系紧,随后用肉从上方将它们全部遮盖。
ὅσα μὲν οὖν ἐμψυχότατα τῶν ὀστῶν ἦν, ὀλιγίσταις συνέφραττε σαρξίν, ἃ δʼ ἀψυχότατα ἐντός, πλείσταις καὶ πυκνοτάταις, καὶ δὴ κατὰ τὰς συμβολὰς τῶν ὀστῶν, ὅπῃ μήτινα ἀνάγκην ὁ λόγος ἀπέφαινεν δεῖν αὐτὰς εἶναι, βραχεῖαν σάρκα ἔφυσεν, ἵνα μήτε ἐμποδὼν ταῖς καμπαῖσιν οὖσαι δύσφορα τὰ σώματα ἀπεργάζοιντο, ἅτε δυσκίνητα γιγνόμενα, μήτʼ αὖ πολλαὶ καὶ πυκναὶ σφόδρα τε ἐν ἀλλήλαις ἐμπεπιλημέναι, διὰ στερεότητα ἀναισθησίαν ἐμποιοῦσαι, δυσμνημονευτότερα καὶ κωφότερα τὰ περὶ τὴν διάνοιαν ποιοῖεν.
因此,凡是骨头中最具灵魂活力的部分,他只用极少的肉予以封闭;而内部最无灵魂活力的部分,则用最多且最密实的肉覆盖。 而在骨头的结合处,凡是理智表明不需要肉的地方,他只生出少量的肉,以便肉不至于阻碍弯曲而使身体变得笨拙、难以活动,也不至于因为肉多且极度紧密地挤压在一起,因坚硬而导致感觉迟钝,使得智力活动变得难以记忆且麻木。