Humanitext Reader

柏拉图 · 蒂迈欧篇 §71-72

肝脏的神托作用与脾脏的净化功能

第 30 段,共 41 段 · 希腊语

内容简介

提迈欧解释说,为了让缺乏理性的欲望灵魂能够接触真理,神在其居所中安置了肝脏,使其在梦中获得神托,并探讨了作为神托解释者的预言者的角色,以及脾脏净化肝脏的功能。

§71ΤΙ. ἵνʼ οὖν ἀεὶ νεμόμενον πρὸς φάτνῃ καὶ ὅτι πορρωτάτω τοῦ βουλευομένου κατοικοῦν, θόρυβον καὶ βοὴν ὡς ἐλαχίστην παρέχον, τὸ κράτιστον καθʼ ἡσυχίαν περὶ τοῦ πᾶσι κοινῇ καὶ ἰδίᾳ συμφέροντος ἐῷ βουλεύεσθαι, διὰ ταῦτα ἐνταῦθʼ ἔδοσαν αὐτῷ τὴν τάξιν.
提:因此,为了使这一部分总是能够在饲料槽旁喂养,并且尽可能远离进行思考的部分,从而产生尽可能少的嘈杂和叫喊,并允许最优秀的部分在安静中就所有人共同和个人的利益进行深思熟虑,正是因为这些原因,他们将其安置在这个地方。
εἰδότες δὲ αὐτὸ ὡς λόγου μὲν οὔτε συνήσειν ἔμελλεν, εἴ τέ πῃ καὶ μεταλαμβάνοι τινὸς αὐτῶν αἰσθήσεως, οὐκ ἔμφυτον αὐτῷ τὸ μέλειν τινῶν ἔσοιτο λόγων, ὑπὸ δὲ εἰδώλων καὶ φαντασμάτων νυκτός τε καὶ μεθʼ ἡμέραν μάλιστα ψυχαγωγήσοιτο, τούτῳ δὴ θεὸς ἐπιβουλεύσας αὐτῷ τὴν ἥπατος ἰδέαν συνέστησε καὶ ἔθηκεν εἰς τὴν ἐκείνου κατοίκησιν, πυκνὸν καὶ λεῖον καὶ λαμπρὸν καὶ γλυκὺ καὶ πικρότητα ἔχον μηχανησάμενος, ἵνα ἐν αὐτῷ τῶν διανοημάτων ἡ ἐκ τοῦ νοῦ φερομένη δύναμις, οἷον ἐν κατόπτρῳ δεχομένῳ τύπους καὶ κατιδεῖν εἴδωλα παρέχοντι, φοβοῖ μὲν αὐτό, ὁπότε μέρει τῆς πικρότητος χρωμένη συγγενεῖ, χαλεπὴ προσενεχθεῖσα ἀπειλῇ, κατὰ πᾶν ὑπομειγνῦσα ὀξέως τὸ ἧπαρ, χολώδη χρώματα ἐμφαίνοι, συνάγουσά τε πᾶν ῥυσὸν καὶ τραχὺ ποιοῖ, λοβὸν δὲ καὶ δοχὰς πύλας τε τὸ μὲν ἐξ ὀρθοῦ κατακάμπτουσα καὶ συσπῶσα, τὰ δὲ ἐμφράττουσα συγκλείουσά τε, λύπας καὶ ἄσας παρέχοι, καὶ ὅτʼ αὖ τἀναντία φαντάσματα ἀποζωγραφοῖ πρᾳότητός τις ἐκ διανοίας ἐπίπνοια, τῆς μὲν πικρότητος ἡσυχίαν παρέχουσα τῷ μήτε κινεῖν μήτε προσάπτεσθαι τῆς ἐναντίας ἑαυτῇ φύσεως ἐθέλειν, γλυκύτητι δὲ τῇ κατʼ ἐκεῖνο συμφύτῳ πρὸς αὐτὸ χρωμένη καὶ πάντα ὀρθὰ καὶ λεῖα αὐτοῦ καὶ ἐλεύθερα ἀπευθύνουσα, ἵλεών τε καὶ εὐήμερον ποιοῖ τὴν περὶ τὸ ἧπαρ ψυχῆς μοῖραν κατῳκισμένην, ἔν τε τῇ νυκτὶ διαγωγὴν ἔχουσαν μετρίαν, μαντείᾳ χρωμένην καθʼ ὕπνον, ἐπειδὴ λόγου καὶ φρονήσεως οὐ μετεῖχε.
他们知道它既无法理解理性,而且即使它能以某种方式分享一些感觉,它天生也不具有关切任何理性的本能,相反在夜间和白天它都会被影像和幻影最强烈地蛊惑,为了针对这一点,神便设计了肝脏的形态,并将其置于那个部分的居所中,使之緻密、光滑、明亮、甘甜,并且带有苦味。 这是为了使来自心灵的、由理性传递的思想力量,在肝脏中——就像镜子接受印记并呈现可供观看的影像一样——在它使用其天然苦味的一部分、带着威胁严厉地接近、迅速渗透到整个肝脏并显现出胆汁的颜色、使其收缩并变得皱缩和粗糙时,能够威吓它,并且使肝叶、受器和门,一部分从挺直的状态弯曲和收缩,另一部分被堵塞和关闭,从而带来痛苦和不适;而另一方面,当来自思考的某种柔和气息描绘出相反的幻影时,通过不愿移动也不愿触碰与自身相反的本性,从而为苦味提供平静,并利用其天然具有的甘甜,使其所有部分都变直、光滑且自由,从而使安置在肝脏周围的这部分灵魂变得温和而晴朗,并在夜间获得适度的消遣,即在睡眠中使用神托,因为它并不分享理性和智慧。
μεμνημένοι γὰρ τῆς τοῦ πατρὸς ἐπιστολῆς οἱ συστήσαντες ἡμᾶς, ὅτε τὸ θνητὸν ἐπέστελλεν γένος ὡς ἄριστον εἰς δύναμιν ποιεῖν, οὕτω δὴ κατορθοῦντες καὶ τὸ φαῦλον ἡμῶν, ἵνα ἀληθείας πῃ προσάπτοιτο, κατέστησαν ἐν τούτῳ τὸ μαντεῖον.
因为构建我们的造物主们记住了父亲的嘱托,当时父亲命令他们尽可能将必死的种族创造得最好,因此他们便纠正我们粗俗的部分,以便它能以某种方式触及真理,并在其中设立了神托。
ἱκανὸν δὲ σημεῖον ὡς μαντικὴν ἀφροσύνῃ θεὸς ἀνθρωπίνῃ δέδωκεν· οὐδεὶς γὰρ ἔννους ἐφάπτεται μαντικῆς ἐνθέου καὶ ἀληθοῦς, ἀλλʼ ἢ καθʼ ὕπνον τὴν τῆς φρονήσεως πεδηθεὶς δύναμιν ἢ διὰ νόσον, ἢ διά τινα ἐνθουσιασμὸν παραλλάξας.
这是一个充分的证明,说明神将神托赋予了人类的愚蠢:因为没有一个心智健全的人会触及神圣而真实的神托,而只有当智慧的力量在睡眠中被束缚,或者因为疾病,或者通过某种狂热而失去理性时才会如此。
§72ΤΙ. ἀλλὰ συννοῆσαι μὲν ἔμφρονος τά τε ῥηθέντα ἀναμνησθέντα ὄναρ ἢ ὕπαρ ὑπὸ τῆς μαντικῆς τε καὶ ἐνθουσιαστικῆς φύσεως, καὶ ὅσα ἂν φαντάσματα ὀφθῇ, πάντα λογισμῷ διελέσθαι ὅπῃ τι σημαίνει καὶ ὅτῳ μέλλοντος ἢ παρελθόντος ἢ παρόντος κακοῦ ἢ ἀγαθοῦ·
提:然而,由神托和狂热的本性在梦中或醒时所说或所记起的事,以及所见的任何幻影,去理解它们,并用理智来分析它们在何处暗示了什么,以及对谁而言意味着未来的、过去的还是现在的祸与福,这是一位明智之人的工作。
τοῦ δὲ μανέντος ἔτι τε ἐν τούτῳ μένοντος οὐκ ἔργον τὰ φανέντα καὶ φωνηθέντα ὑφʼ ἑαυτοῦ κρίνειν, ἀλλʼ εὖ καὶ πάλαι λέγεται τὸ πράττειν καὶ γνῶναι τά τε αὑτοῦ καὶ ἑαυτὸν σώφρονι μόνῳ προσήκειν.
但是,对于一个狂乱且仍处于这种状态中的人来说,去判断由自己显现和说出的事情并不是他的工作,相反,古人说得好:“做自己的事并认识自己,仅属于克己审慎之人。
ὅθεν δὴ καὶ τὸ τῶν προφητῶν γένος ἐπὶ ταῖς ἐνθέοις μαντείαις κριτὰς ἐπικαθιστάναι νόμος·
”因此,在神圣的神托之上任命“预言者”一类的人作为裁判,已成为一种法律。
οὓς μάντεις αὐτοὺς ὀνομάζουσίν τινες, τὸ πᾶν ἠγνοηκότες ὅτι τῆς διʼ αἰνιγμῶν οὗτοι φήμης καὶ φαντάσεως ὑποκριταί, καὶ οὔτι μάντεις, προφῆται δὲ μαντευομένων δικαιότατα ὀνομάζοιντʼ ἄν.
有些人称这些预言者本身为“神托者”,这完全是因为不知道他们只是那些通过谜语而表达的传闻和幻影的解释者,而绝非神托者,因而他们最公正地应被称为被宣告神托者的“预言者”。
ἡ μὲν οὖν φύσις ἥπατος διὰ ταῦτα τοιαύτη τε καὶ ἐν τόπῳ ᾧ λέγομεν πέφυκε, χάριν μαντικῆς·
因此,肝脏的本性就是为了神托的缘故而呈现出这样的状态,并且生在我们在前面所说的位置。
καὶ ἔτι μὲν δὴ ζῶντος ἑκάστου τὸ τοιοῦτον σημεῖα ἐναργέστερα ἔχει, στερηθὲν δὲ τοῦ ζῆν γέγονε τυφλὸν καὶ τὰ μαντεῖα ἀμυδρότερα ἔσχεν τοῦ τι σαφὲς σημαίνειν.
而且在每个人还活着的时候,这种器官具有更清晰的迹象,但一旦失去生命,它就会变得盲目,神托也变得过于模糊,无法表明任何明确的事。
ἡ δʼ αὖ τοῦ γείτονος αὐτῷ σύστασις καὶ ἕδρα σπλάγχνου γέγονεν ἐξ ἀριστερᾶς χάριν ἐκείνου, τοῦ παρέχειν αὐτὸ λαμπρὸν ἀεὶ καὶ καθαρόν, οἷον κατόπτρῳ παρεσκευασμένον καὶ ἕτοιμον ἀεὶ παρακείμενον ἐκμαγεῖον.
另一方面,它的邻近器官的构成和位置被置于左侧,是为了肝脏的缘故,使肝脏始终保持明亮和清洁,就像是准备好并总是放在镜子旁边的抹布。
διὸ δὴ καὶ ὅταν τινὲς ἀκαθαρσίαι γίγνωνται διὰ νόσους σώματος περὶ τὸ ἧπαρ, πάντα ἡ σπληνὸς καθαίρουσα αὐτὰ δέχεται μανότης, ἅτε κοίλου καὶ ἀναίμου ὑφανθέντος·
因此,当身体因疾病而导致肝脏周围产生一些不洁之物时,脾脏的疏松多孔性在净化它们时会全部予以接受,因为脾脏被织成空腔且无血之物。
ὅθεν πληρούμενος τῶν ἀποκαθαιρομένων μέγας καὶ ὕπουλος αὐξάνεται, καὶ πάλιν, ὅταν καθαρθῇ τὸ σῶμα, ταπεινούμενος εἰς ταὐτὸν συνίζει.
因此,当它装满净化出来的污物时,就会变得肥大并伴有隐痛而增大;相反,当身体被净化后,它就会缩小并收缩回原状。
τὰ μὲν οὖν περὶ ψυχῆς, ὅσον θνητὸν ἔχει καὶ ὅσον θεῖον, καὶ ὅπῃ καὶ μεθʼ ὧν καὶ διʼ ἃ χωρὶς ᾠκίσθη, τὸ μὲν ἀληθὲς ὡς εἴρηται, θεοῦ συμφήσαντος τότʼ ἂν οὕτως μόνως διισχυριζοίμεθα· τό γε μὴν εἰκὸς ἡμῖν εἰρῆσθαι, καὶ νῦν καὶ ἔτι μᾶλλον ἀνασκοποῦσι διακινδυνευτέον τὸ φάναι καὶ πεφάσθω.
关于灵魂,其必死的部分有多少,神圣的部分有多少,以及它们在何处、与什么在一起、又为了什么而被分开安置,若神同意,我们那时才能肯定地断言这是真理;然而,说我们所说的是“可能性”,无论是现在还是在将来更进一步的检验中,我们都必须冒着风险去说,且让它被如此说。
τὸ δʼ ἑξῆς δὴ τούτοισιν κατὰ ταὐτὰ μεταδιωκτέον·
接下来与这些相连的事情,必须以同样的方式予以追求。
ἦν δὲ τὸ τοῦ σώματος ἐπίλοιπον ᾗ γέγονεν.
这也就是身体的其余部分是如何生成的。
ἐκ δὴ λογισμοῦ τοιοῦδε συνίστασθαι μάλιστʼ ἂν αὐτὸ πάντων πρέποι.
根据如下的推理,从所有情况来看,让它如此构成将是最合适的。

词汇与语法注释

  1. 71bἥπατος ἰδέαν — “肝脏的形态”或仅指“肝脏”。此处的 ἰδέα 指的是身体器官的“形状、外观或性质”,而非柏拉图哲学形而上学意义上的“理念/形相”。
  2. 71bἵνα ... φοβοῖ — 由连词 ἵνα 引导的目的从句。由于主句动词(συνέστησε καὶ ἔθηκεν)为过去(历史)时态,因此目的从句中的动词采用祈愿语气(φοβοῖ, ἐμφαίνοι, ποιοῖ 等)而非虚拟语气(历史时态后的祈愿语气转换)。
  3. 71eἀφροσύνῃ — 与格,意为“理性的缺乏”或“愚蠢”。表示神将神托的能力赋予了“人类无理性的状态”(或无理性的人),作为接受者或伴随状况的与格。这与后文“凡神智健全(ἔννους)之人皆不触及神托”相呼应。
  4. 72aτοῦ δὲ μανέντος... οὐκ ἔργον — 属格 τοῦ μανέντος 是表示“本分”或“职责”的所属属格(或性质属格)。它充当非人称表达 οὐκ ἔργον [ἐστι](“不是……的工作/职责”)的逻辑主语。

引用这一段

柏拉图, 蒂迈欧篇 §71-72. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:71-72

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。