§67ΤΙ. δηλοῦνται δὲ ὁπόταν τινὸς ἀντιφραχθέντος περὶ τὴν ἀναπνοὴν ἄγῃ τις βίᾳ τὸ πνεῦμα εἰς αὑτόν·
提:而当某人在呼吸通道被堵塞时,用力将气息吸入自身时,这一点就显明了。
τότε γὰρ ὀσμὴ μὲν οὐδεμία συνδιηθεῖται, τὸ δὲ πνεῦμα τῶν ὀσμῶν ἐρημωθὲν αὐτὸ μόνον ἕπεται.
因为那时没有任何气味被共同滤过,只有被剥夺了气味的气息本身随之而来。
δύʼ οὖν ταῦτα ἀνώνυμα τὰ τούτων ποικίλματα γέγονεν, οὐκ ἐκ πολλῶν οὐδὲ ἁπλῶν εἰδῶν ὄντα, ἀλλὰ διχῇ τό θʼ ἡδὺ καὶ τὸ λυπηρὸν αὐτόθι μόνω διαφανῆ λέγεσθον, τὸ μὲν τραχῦνόν τε καὶ βιαζόμενον τὸ κύτος ἅπαν, ὅσον ἡμῶν μεταξὺ κορυφῆς τοῦ τε ὀμφαλοῦ κεῖται, τὸ δὲ ταὐτὸν τοῦτο καταπραῧνον καὶ πάλιν ᾗ πέφυκεν ἀγαπητῶς ἀποδιδόν.
因此,这些气味的繁复表现成为了无名之物,因为它们不是由许多种或单一的形相构成的,而是仅仅在此处有甘甜和痛苦这两者被清晰地辨别并称呼,一者粗糙并强暴地对待我们头顶和肚脐之间的整个容器,另一者则缓和这同一容器,并再次将其欣然恢复到自然本性所赋予的状态。
τρίτον δὲ αἰσθητικὸν ἐν ἡμῖν μέρος ἐπισκοποῦσιν τὸ περὶ τὴν ἀκοήν, διʼ ἃς αἰτίας τὰ περὶ αὐτὸ συμβαίνει παθήματα, λεκτέον.
第三,关于我们之中的感觉部分,即关于听觉,我们必须进行考察并说明其受苦产生的原因。
ὅλως μὲν οὖν φωνὴν θῶμεν τὴν διʼ ὤτων ὑπʼ ἀέρος ἐγκεφάλου τε καὶ αἵματος μέχρι ψυχῆς πληγὴν διαδιδομένην, τὴν δὲ ὑπʼ αὐτῆς κίνησιν, ἀπὸ τῆς κεφαλῆς μὲν ἀρχομένην, τελευτῶσαν δὲ περὶ τὴν τοῦ ἥπατος ἕδραν, ἀκοήν·
总之,我们且假定,“声”是空气通过双耳,将大脑和血液的冲击传递到灵魂的运动;而由其引起的、从头部开始并在肝脏的座落处结束的运动则是“听觉”。
ὅση δʼ αὐτῆς ταχεῖα, ὀξεῖαν, ὅση δὲ βραδυτέρα, βαρυτέραν· τὴν δὲ ὁμοίαν ὁμαλήν τε καὶ λείαν, τὴν δὲ ἐναντίαν τραχεῖαν· μεγάλην δὲ τὴν πολλήν, ὅση δὲ ἐναντία, σμικράν.
其中快捷的被称为“高音”,较慢的被称为“低音”;均匀且平滑的被称为“滑音”,其相反的被称为“粗音”;强烈的被称为“大音”,相反的被称为“小音”。
τὰ δὲ περὶ συμφωνίας αὐτῶν ἐν τοῖς ὕστερον λεχθησομένοις ἀνάγκη ῥηθῆναι.
关于它们之间的和谐,在后面将要谈到的内容中必须予以说明。
τέταρτον δὴ λοιπὸν ἔτι γένος ἡμῖν αἰσθητικόν, ὃ διελέσθαι δεῖ συχνὰ ἐν ἑαυτῷ ποικίλματα κεκτημένον, ἃ σύμπαντα μὲν χρόας ἐκαλέσαμεν, φλόγα τῶν σωμάτων ἑκάστων ἀπορρέουσαν, ὄψει σύμμετρα μόρια ἔχουσαν πρὸς αἴσθησιν·
接下来,还剩下第四种感觉的类别供我们区分,它在自身中拥有许多繁复的表现,我们统称为“颜色”,这是从各个身体中流出的火焰,其微粒与视觉相称以产生感觉。
ὄψεως δʼ ἐν τοῖς πρόσθεν αὐτὸ περὶ τῶν αἰτίων τῆς γενέσεως ἐρρήθη.
关于视觉本身的产生原因,在前面已经谈过了。
τῇδʼ οὖν τῶν χρωμάτων πέρι μάλιστα εἰκὸς πρέποι τʼ ἂν ἐπιεικεῖ λόγῳ διεξελθεῖν·
因此,在这里,用一种合理且恰当的理论来详细论述颜色是特别合适的。
τὰ φερόμενα ἀπὸ τῶν ἄλλων μόρια ἐμπίπτοντά τε εἰς τὴν ὄψιν τὰ μὲν ἐλάττω, τὰ δὲ μείζω, τὰ δʼ ἴσα τοῖς αὐτῆς τῆς ὄψεως μέρεσιν εἶναι·
那些从其他物体运送来并落入视觉的微粒,有些比视觉自身的对应部分小,有些大,有些则相等。
τὰ μὲν οὖν ἴσα ἀναίσθητα, ἃ δὴ καὶ διαφανῆ λέγομεν, τὰ δὲ μείζω καὶ ἐλάττω, τὰ μὲν συγκρίνοντα, τὰ δὲ διακρίνοντα αὐτήν, τοῖς περὶ τὴν σάρκα θερμοῖς καὶ ψυχροῖς καὶ τοῖς περὶ τὴν γλῶτταν στρυφνοῖς, καὶ ὅσα θερμαντικὰ ὄντα δριμέα ἐκαλέσαμεν, ἀδελφὰ εἶναι, τά τε λευκὰ καὶ τὰ μέλανα, ἐκείνων παθήματα γεγονότα ἐν ἄλλῳ γένει τὰ αὐτά, φανταζόμενα δὲ ἄλλα διὰ ταύτας τὰς αἰτίας.
相等的微粒是不产生感觉的,也就是我们所说的“透明”;而较大和较小的微粒,一者收缩视觉,一者扩散视觉,它们与身体上的冷和热,以及舌头上的涩,还有我们称为“辣”的具有温热作用的各种感觉是同类的,即“白”和“黑”;它们是在另一个感觉类别中产生的相同的受苦,但由于这些原因而呈现出不同的面貌。
§68ΤΙ. οὕτως οὖν αὐτὰ προσρητέον·
提:因此,必须这样称呼它们:视觉的扩散者为“白”,其相反者为“黑”。
τὸ μὲν διακριτικὸν τῆς ὄψεως λευκόν, τὸ δʼ ἐναντίον αὐτοῦ μέλαν, τὴν δὲ ὀξυτέραν φορὰν καὶ γένους πυρὸς ἑτέρου προσπίπτουσαν καὶ διακρίνουσαν τὴν ὄψιν μέχρι τῶν ὀμμάτων, αὐτάς τε τῶν ὀφθαλμῶν τὰς διεξόδους βίᾳ διωθοῦσαν καὶ τήκουσαν, πῦρ μὲν ἁθρόον καὶ ὕδωρ, ὃ δάκρυον καλοῦμεν, ἐκεῖθεν ἐκχέουσαν, αὐτὴν δὲ οὖσαν πῦρ ἐξ ἐναντίας ἀπαντῶσαν, καὶ τοῦ μὲν ἐκπηδῶντος πυρὸς οἷον ἀπʼ ἀστραπῆς, τοῦ δʼ εἰσιόντος καὶ περὶ τὸ νοτερὸν κατασβεννυμένου, παντοδαπῶν ἐν τῇ κυκήσει ταύτῃ γιγνομένων χρωμάτων, μαρμαρυγὰς μὲν τὸ πάθος προσείπομεν, τὸ δὲ τοῦτο ἀπεργαζόμενον λαμπρόν τε καὶ στίλβον ἐπωνομάσαμεν.
而另一种火之类别的更快捷的流动冲撞并扩散视觉直至眼睛,强行推开双眼的通道并使之溶化,从那里倾泻出一团火与水(我们称之为“泪”),而它自身作为迎面相遇的火,一者如闪电般跳跃而出,一者侵入并在湿润中被熄灭,在这种搅拌中产生了各种各样的颜色,我们将这种受苦称为“闪烁”,并把制造出它的东西命名为“光亮”和“闪耀”。
τὸ δὲ τούτων αὖ μεταξὺ πυρὸς γένος, πρὸς μὲν τὸ τῶν ὀμμάτων ὑγρὸν ἀφικνούμενον καὶ κεραννύμενον αὐτῷ, στίλβον δὲ οὔ· τῇ δὲ διὰ τῆς νοτίδος αὐγῇ τοῦ πυρὸς μειγνυμένου χρῶμα ἔναιμον παρασχομένῃ, τοὔνομα ἐρυθρὸν λέγομεν.
反之,在这些之间的一种火之类别,达到眼睛的湿润部分并与之混合,但并不闪耀;由于火的光芒通过湿润部分混合,呈现出血液般的颜色,我们称之为“赤(红)”。
λαμπρόν τε ἐρυθρῷ λευκῷ τε μειγνύμενον ξανθὸν γέγονεν· τὸ δὲ ὅσον μέτρον ὅσοις, οὐδʼ εἴ τις εἰδείη, νοῦν ἔχει τὸ λέγειν, ὧν μήτε τινὰ ἀνάγκην μήτε τὸν εἰκότα λόγον καὶ μετρίως ἄν τις εἰπεῖν εἴη δυνατός.
光亮与赤和白混合便生成“黄”;但是其混合的比例,即便有人知道,说出来也没有意义,因为对于这些,没有人能够说出任何必然的根据,甚至连一个适度的合理说明也无法给出。
ἐρυθρὸν δὲ δὴ μέλανι λευκῷ τε κραθὲν ἁλουργόν· ὄρφνινον δέ, ὅταν τούτοις μεμειγμένοις καυθεῖσίν τε μᾶλλον συγκραθῇ μέλαν.
而赤与黑及白调和后成为“紫”;当这些混合物被进一步烧灼并调和入黑色时,便成为“暗褐”。
πυρρὸν δὲ ξανθοῦ τε καὶ φαιοῦ κράσει γίγνεται, φαιὸν δὲ λευκοῦ τε καὶ μέλανος, τὸ δὲ ὠχρὸν λευκοῦ ξανθῷ μειγνυμένου.
“赤褐”是由黄色和灰色混合而成的,而“灰色”由白和黑混合而成,“琥珀色”由白与黄混合而成。
λαμπρῷ δὲ λευκὸν συνελθὸν καὶ εἰς μέλαν κατακορὲς ἐμπεσὸν κυανοῦν χρῶμα ἀποτελεῖται, κυανοῦ δὲ λευκῷ κεραννυμένου γλαυκόν, πυρροῦ δὲ μέλανι πράσιον.
光亮与白结合并落入浓重的黑色中,便完成了“青(绀)”色;青与白调和产生“浅青”,赤褐与黑混合则产生“草绿”。
τὰ δὲ ἄλλα ἀπὸ τούτων σχεδὸν δῆλα αἷς ἂν ἀφομοιούμενα μείξεσιν διασῴζοι τὸν εἰκότα μῦθον.
其他颜色通过这些混合就大致可以明了,在这些混合中只要模拟它们就能维持合理的传说。
εἰ δέ τις τούτων ἔργῳ σκοπούμενος βάσανον λαμβάνοι, τὸ τῆς ἀνθρωπίνης καὶ θείας φύσεως ἠγνοηκὼς ἂν εἴη διάφορον, ὅτι θεὸς μὲν τὰ πολλὰ εἰς ἓν συγκεραννύναι καὶ πάλιν ἐξ ἑνὸς εἰς πολλὰ διαλύειν ἱκανῶς ἐπιστάμενος ἅμα καὶ δυνατός, ἀνθρώπων δὲ οὐδεὶς οὐδέτερα τούτων ἱκανὸς οὔτε ἔστι νῦν οὔτε εἰς αὖθίς ποτε ἔσται.
但是,如果有人试图通过实际操作来检验这些,他就是忽略了人类和神圣天性的区别:因为神确实有足够的知识和力量将许多东西混合成一体,反过来又能将一体分解为许多,但人类中没有任何人现在能够,或在将来能够做到这两者中的任何一者。
ταῦτα δὴ πάντα τότε ταύτῃ πεφυκότα ἐξ ἀνάγκης ὁ τοῦ καλλίστου τε καὶ ἀρίστου δημιουργὸς ἐν τοῖς γιγνομένοις παρελάμβανεν, ἡνίκα τὸν αὐτάρκη τε καὶ τὸν τελεώτατον θεὸν ἐγέννα, χρώμενος μὲν ταῖς περὶ ταῦτα αἰτίαις ὑπηρετούσαις, τὸ δὲ εὖ τεκταινόμενος ἐν πᾶσιν τοῖς γιγνομένοις αὐτός.
在那个时候,这些出于必然以这种方式天然存在的一切,最美和最善的造物主在生成自足且最完美的神(宇宙)时,将它们接纳到生成的事物之中,虽然将这些原因作为辅助工具来使用,但他自己却在所有生成的事物中构建了“善”。