Humanitext Reader

柏拉图 · 蒂迈欧篇 §63-64

上下的相对性与快感和痛苦的感觉机制

第 26 段,共 41 段 · 希腊语

内容简介

叙述者基于元素向同类运动的规律,解释了宇宙中“上”和“下”是相对的概念,并接着探讨了快乐与痛苦以及感觉传递的机制。

§63ΤΙ. εἰ γάρ τι καὶ στερεὸν εἴη κατὰ μέσον τοῦ παντὸς ἰσοπαλές, εἰς οὐδὲν ἄν ποτε τῶν ἐσχάτων ἐνεχθείη διὰ τὴν πάντῃ ὁμοιότητα αὐτῶν· ἀλλʼ εἰ καὶ περὶ αὐτὸ πορεύοιτό τις ἐν κύκλῳ, πολλάκις ἂν στὰς ἀντίπους ταὐτὸν αὐτοῦ κάτω καὶ ἄνω προσείποι.
提迈欧:因为如果甚至在宇宙正中心有什么均衡的固体,由于极边缘部分在各方面完全相似,它绝对不会被运向其中任何一个极边缘;不仅如此,即便有人绕着它圆周运动,他也常常会站在对跖地上,将该固体的同一个位置称为自己的“下”和“上”。
τὸ μὲν γὰρ ὅλον, καθάπερ εἴρηται νυνδή, σφαιροειδὲς ὄν, τόπον τινὰ κάτω, τὸν δὲ ἄνω λέγειν ἔχειν οὐκ ἔμφρονος· ὅθεν δὲ ὠνομάσθη ταῦτα καὶ ἐν οἷς ὄντα εἰθίσμεθα διʼ ἐκεῖνα καὶ τὸν οὐρανὸν ὅλον οὕτω διαιρούμενοι λέγειν, ταῦτα διομολογητέον ὑποθεμένοις τάδε ἡμῖν.
因为,正如刚才所说,整个天穹既是球形的,说它拥有某个被称为“下”的处所和另一个被称为“上”的处所,不是明智之人的看法;但这些名字是从何处得名,又是在哪些事物处于什么状态中时,我们习惯了因它们而将整个天穹也这样分割来谈论,我们必须在自己作出了如下假定的基础上来达成共识。
εἴ τις ἐν τῷ τοῦ παντὸς τόπῳ καθʼ ὃν ἡ τοῦ πυρὸς εἴληχε μάλιστα φύσις, οὗ καὶ πλεῖστον ἂν ἠθροισμένον εἴη πρὸς ὃ φέρεται, ἐπεμβὰς ἐπʼ ἐκεῖνο καὶ δύναμιν εἰς τοῦτο ἔχων, μέρη τοῦ πυρὸς ἀφαιρῶν ἱσταίη τιθεὶς εἰς πλάστιγγας, αἴρων τὸν ζυγὸν καὶ τὸ πῦρ ἕλκων εἰς ἀνόμοιον ἀέρα βιαζόμενος δῆλον ὡς τοὔλαττόν που τοῦ μείζονος ῥᾷον βιᾶται·
如果有人在宇宙中属于火的自然本性最常分得的那个处所(也就是那被带向那里的最大量的火所积聚的地方),他踏足其上并拥有做这事的能力,将火的部分移走并放在天秤的盘子里,提起秤杆,用强力将火拖入不相似的空气中,显而易见,他强制较少的部分比强制较多的部分更轻易。
ῥώμῃ γὰρ μιᾷ δυοῖν ἅμα μετεωριζομένοιν τὸ μὲν ἔλαττον μᾶλλον, τὸ δὲ πλέον ἧττον ἀνάγκη που κατατεινόμενον συνέπεσθαι τῇ βίᾳ, καὶ τὸ μὲν πολὺ βαρὺ καὶ κάτω φερόμενον κληθῆναι, τὸ δὲ σμικρὸν ἐλαφρὸν καὶ ἄνω.
因为当两者被单一的力同时提起时,较少的部分必然更多地顺从这强力,而较多的部分则较少地顺从,因为由于受到往下拉扯,而较大的一团会被称为“重”并朝“下”运动,而较小的一团则被称为“轻”并朝“上”运动。
ταὐτὸν δὴ τοῦτο δεῖ φωρᾶσαι δρῶντας ἡμᾶς περὶ τόνδε τὸν τόπον.
这就是我们在这个处所周围活动时必须发现我们自己所做的事情。
ἐπὶ γὰρ γῆς βεβῶτες γεώδη γένη διιστάμενοι, καὶ γῆν ἐνίοτε αὐτήν, ἕλκομεν εἰς ἀνόμοιον ἀέρα βίᾳ καὶ παρὰ φύσιν, ἀμφότερα τοῦ συγγενοῦς ἀντεχόμενα, τὸ δὲ σμικρότερον ῥᾷον τοῦ μείζονος βιαζομένοις εἰς τὸ ἀνόμοιον πρότερον συνέπεται· κοῦφον οὖν αὐτὸ προσειρήκαμεν, καὶ τὸν τόπον εἰς ὃν βιαζόμεθα, ἄνω, τὸ δʼ ἐναντίον τούτοις πάθος βαρὺ καὶ κάτω.
因为,我们站在大地上,将地之种类的物体,有时甚至将地本身分离开来,用强力且违背自然地拖入不相似的空气中,而两者都执着于其同族,但当我们用强力将它们拖入不相似物时,较小的那个比那个较大的更轻易地先顺从这强力;因此我们称较小的那个为“轻”,称我们用强力拖向的处所为“上”,而与这些相反的受苦则被称为“重”和“下”。
ταῦτʼ οὖν δὴ διαφόρως ἔχειν αὐτὰ πρὸς αὑτὰ ἀνάγκη διὰ τὸ τὰ πλήθη τῶν γενῶν τόπον ἐναντίον ἄλλα ἄλλοις κατέχειν—τὸ γὰρ ἐν ἑτέρῳ κοῦφον ὂν τόπῳ τῷ κατὰ τὸν ἐναντίον τόπον ἐλαφρῷ καὶ τῷ βαρεῖ τὸ βαρὺ τῷ τε κάτω τὸ κάτω καὶ τὸ ἄνω τῷ ἄνω πάντʼ ἐναντία καὶ πλάγια καὶ πάντως διάφορα πρὸς ἄλληλα ἀνευρεθήσεται γιγνόμενα καὶ ὄντα—τόδε γε μὴν ἕν τι διανοητέον περὶ πάντων αὐτῶν, ὡς ἡ μὲν πρὸς τὸ συγγενὲς ὁδὸς ἑκάστοις οὖσα βαρὺ μὲν τὸ φερόμενον ποιεῖ, τὸν δὲ τόπον εἰς ὃν τὸ τοιοῦτον φέρεται, κάτω, τὰ δὲ τούτοις ἔχοντα ὡς ἑτέρως θάτερα.
因此,这些事物自身之间必然具有不同的关系,因为各类物体的多数占有着彼此对立的处所——因为在一个处所中被称为“轻”的东西,相对于在对立处所中的轻和重,以及“重”相对于重,“下”相对于下,“上”相对于上,都将被发现成为并且确实是完全对立、倾斜且在一切方面彼此不同的——但无论如何,关于所有这些事物,我们至少必须明白这一个道理:即每种物体走向其同族同类物体的路径,使得被带去的东西被称为“重”,而该物体被带去的处所被称为“下”,至于那些以相反方式具有这些关系的物体则成为相反的东西。
περὶ δὴ τούτων αὖ τῶν παθημάτων ταῦτα αἴτια εἰρήσθω.
关于这些受苦,就让这些原因被说出来吧。
§64ΤΙ. λείου δʼ αὖ καὶ τραχέος παθήματος αἰτίαν πᾶς που κατιδὼν καὶ ἑτέρῳ δυνατὸς ἂν εἴη λέγειν·
提迈欧:反之,关于滑和粗的受苦的原因,我想任何人看清之后,都能够向别人说明。
σκληρότης γὰρ ἀνωμαλότητι μειχθεῖσα, τὸ δʼ ὁμαλότης πυκνότητι παρέχεται.
因为,粗是由硬和不均匀相混而产生,而滑则是由均匀和致密而提供。
μέγιστον δὲ καὶ λοιπὸν τῶν κοινῶν περὶ ὅλον τὸ σῶμα παθημάτων τὸ τῶν ἡδέων καὶ τῶν ἀλγεινῶν αἴτιον ἐν οἷς διεληλύθαμεν, καὶ ὅσα διὰ τῶν τοῦ σώματος μορίων αἰσθήσεις κεκτημένα καὶ λύπας ἐν αὑτοῖς ἡδονάς θʼ ἅμα ἑπομένας ἔχει.
而在体全体的所有共同受苦中,最大且剩下的一项,就是我们所经历的那些中导致快和苦的原因,以及所有通过身体各个部分而获得感觉、并在自身之中同时拥有痛苦和伴随而来的快乐的那些原因。
ὧδʼ οὖν κατὰ παντὸς αἰσθητοῦ καὶ ἀναισθήτου παθήματος τὰς αἰτίας λαμβάνωμεν, ἀναμιμνῃσκόμενοι τὸ τῆς εὐκινήτου τε καὶ δυσκινήτου φύσεως ὅτι διειλόμεθα ἐν τοῖς πρόσθεν·
因此,让我们对于每种能感觉和无感觉的受苦,以如下方式获得原因,回忆起在前面我们曾区分了易动和难动的自然。
ταύτῃ γὰρ δὴ μεταδιωκτέον πάντα ὅσα ἐπινοοῦμεν ἑλεῖν.
因为在这条道路上,我们必须追捕所有我们企图捕获的事物。
τὸ μὲν γὰρ κατὰ φύσιν εὐκίνητον, ὅταν καὶ βραχὺ πάθος εἰς αὐτὸ ἐμπίπτῃ, διαδίδωσιν κύκλῳ μόρια ἕτερα ἑτέροις ταὐτὸν ἀπεργαζόμενα, μέχριπερ ἂν ἐπὶ τὸ φρόνιμον ἐλθόντα ἐξαγγείλῃ τοῦ ποιήσαντος τὴν δύναμιν·
因为在自然上易动的东西,一旦即使是微小的受苦落在其上,就会将其在圆周内传递,使得其他部分对其他部分产生相同的作用,直到其来到思虑(知觉与思考)的器官,并报告做出这一受苦者力量。
τὸ δʼ ἐναντίον ἑδραῖον ὂν κατʼ οὐδένα τε κύκλον ἰὸν πάσχει μόνον, ἄλλο δὲ οὐ κινεῖ τῶν πλησίον, ὥστε οὐ διαδιδόντων μορίων μορίοις ἄλλων ἄλλοις τὸ πρῶτον πάθος ἐν αὐτοῖς ἀκίνητον εἰς τὸ πᾶν ζῷον γενόμενον ἀναίσθητον παρέσχεν τὸ παθόν.
但是相反,由于它是稳定的,且不以任何圆周运动,它只是自身经历受苦,却不移动邻近的部分。 因此,由于部分不向其他部分传递最初的受苦,而该受苦在它们内部处于不动状态,从而相对于整个生物体而言成了无感觉的,并使受苦的部分变得无感觉。
ταῦτα δὲ περί τε ὀστᾶ καὶ τὰς τρίχας ἐστὶν καὶ ὅσʼ ἄλλα γήϊνα τὸ πλεῖστον ἔχομεν ἐν ἡμῖν μόρια·
这些事情发生在骨头和毛发,以及我们内部所拥有的其他大部分属于地之质料的部分。
τὰ δὲ ἔμπροσθεν περὶ τὰ τῆς ὄψεως καὶ ἀκοῆς μάλιστα, διὰ τὸ πυρὸς ἀέρος τε ἐν αὐτοῖς δύναμιν ἐνεῖναι μεγίστην.
而前者的那些,则最主要是关于视觉和听觉的事物,因为火和空气的最大力量存在于它们之中。
τὸ δὴ τῆς ἡδονῆς καὶ λύπης ὧδε δεῖ διανοεῖσθαι· τὸ μὲν παρὰ φύσιν καὶ βίαιον γιγνόμενον ἁθρόον παρʼ ἡμῖν πάθος ἀλγεινόν, τὸ δʼ εἰς φύσιν ἀπιὸν πάλιν ἁθρόον ἡδύ, τὸ δὲ ἡρέμα καὶ κατὰ σμικρὸν ἀναίσθητον, τὸ δʼ ἐναντίον τούτοις ἐναντίως.
关于快乐和痛苦,必须作如下理解:违背自然且用强力在我们的体中突发产生的受苦是痛苦的,而再次回归到自然状态中的突发过程则是快乐的;而缓慢且微小地发生的则是无感觉的,与此相反的事物则以相反的方式进行。
τὸ δὲ μετʼ εὐπετείας γιγνόμενον ἅπαν αἰσθητὸν μὲν ὅτι μάλιστα, λύπης δὲ καὶ ἡδονῆς οὐ μετέχον, οἷον τὰ περὶ τὴν ὄψιν αὐτὴν παθήματα, ἣ δὴ σῶμα ἐν τοῖς πρόσθεν ἐρρήθη καθʼ ἡμέραν συμφυὲς ἡμῶν γίγνεσθαι.
但是,凡伴随着容易而发生的事情,虽然最容易被感觉到,却不分得痛苦和快乐,例如关于视觉本身的受苦,视觉在前面确实被说成是白天里与我们共生的身体。
ταύτῃ γὰρ τομαὶ μὲν καὶ καύσεις καὶ ὅσα ἄλλα πάσχει λύπας οὐκ ἐμποιοῦσιν, οὐδὲ ἡδονὰς πάλιν ἐπὶ ταὐτὸν ἀπιούσης εἶδος, μέγισται δὲ αἰσθήσεις καὶ σαφέσταται καθʼ ὅτι τʼ ἂν πάθῃ καὶ ὅσων ἂν αὐτή πῃ προσβαλοῦσα ἐφάπτηται·
因为在视觉中,切断和灼烧以及其他所经历的一切都不产生痛苦,当它再次回到原先的形相中时也不产生快乐,但是根据它所经历的以及它在某种程度上碰撞并接触到的所有事物,它都产生最大且最清晰的感觉。
βία γὰρ τὸ πάμπαν οὐκ ἔνι τῇ διακρίσει τε αὐτῆς καὶ συγκρίσει.
因为在视觉的分离和结合中,完全没有任何强力存在。

词汇与语法注释

  1. 63aαὐτῶν — 此指示代名词指代前文的属格复数 τῶν ἐσχάτων(极边缘部分)。用以表达球形宇宙的各个外围部分相对于中心而言完全同质和对称。
  2. 63aἐν οἷς ὄντα — 分词 ὄντα 在此作状语,描述主语的状态,整体意为“当它们处于何种状态而存在时”。
  3. 63cδυοῖν ἅμα μετεωριζομένοιν — 这是一个属格独立分词结构,为后文形成对比的两个主语 τὸ μὲν ἔλαττον(较小者)与 τὸ δὲ πλέον(较大者)提供背景情境。
  4. 64cἀκίνητον εἰς τὸ πᾶν ζῷον γενόμενον — 分词 γενόμενον 修饰最初的受苦(τὸ πρῶτον πάθος),解释由于其保持不动、无法传递给整个生物体,因而导致无感觉的结果。

引用这一段

柏拉图, 蒂迈欧篇 §63-64. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:63-64

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。