§60ΤΙ. τὰ δὲ δὴ πλεῖστα ὑδάτων εἴδη μεμειγμένα ἀλλήλοις—σύμπαν μὲν τὸ γένος, διὰ τῶν ἐκ γῆς φυτῶν ἠθημένα, χυμοὶ λεγόμενοι—διὰ δὲ τὰς μείξεις ἀνομοιότητα ἕκαστοι σχόντες τὰ μὲν ἄλλα πολλὰ ἀνώνυμα γένη παρέσχοντο, τέτταρα δὲ ὅσα ἔμπυρα εἴδη, διαφανῆ μάλιστα γενόμενα, εἴληφεν ὀνόματα αὐτῶν, τὸ μὲν τῆς ψυχῆς μετὰ τοῦ σώματος θερμαντικὸν οἶνος, τὸ δὲ λεῖον καὶ διακριτικὸν ὄψεως διὰ ταῦτά τε ἰδεῖν λαμπρὸν καὶ στίλβον λιπαρόν τε φανταζόμενον ἐλαιηρὸν εἶδος, πίττα καὶ κίκι καὶ ἔλαιον αὐτὸ ὅσα τʼ ἄλλα τῆς αὐτῆς δυνάμεως·
提迈欧:然而,彼此混合的极多类的水的形相——其作为整体的类别,是通过地上的植物过滤而来的,被称为“汁液”——由于其混合而使各自具有不同的性质,它们一方面提供了许多其他无名的类别,但四种含有火的形相,因其变得特别透明,便得到了各自的名字。
ὅσον δὲ διαχυτικὸν μέχρι φύσεως τῶν περὶ τὸ στόμα συνόδων, ταύτῃ τῇ δυνάμει γλυκύτητα παρεχόμενον, μέλι τὸ κατὰ πάντων μάλιστα πρόσρημα ἔσχεν, τὸ δὲ τῆς σαρκὸς διαλυτικὸν τῷ κάειν, ἀφρῶδες γένος, ἐκ πάντων ἀφορισθὲν τῶν χυμῶν, ὀπὸς ἐπωνομάσθη.
其中,与身体一同温暖灵魂的是“葡萄酒”;而那光滑且能分散视力、因此看起来明亮闪烁且呈油脂状显现的液态形相,则是“沥青”、“蓖麻油”和“油”本身,以及其他具有相同效能的一切物质;而那消散达到口部周围收缩之天性的物质,以这种效能提供甜味,最普遍地得到了“蜂蜜”这一称呼;而那通过燃烧分解血肉的、从一切汁液中分离出来的泡沫状类别,则被命名为“无花果汁”。
γῆς δὲ εἴδη, τὸ μὲν ἠθημένον διὰ ὕδατος τοιῷδε τρόπῳ γίγνεται σῶμα λίθινον.
另一方面,关于地的形相,那通过水过滤的,以如下方式成为“石质的身体”。
τὸ συμμιγὲς ὕδωρ ὅταν ἐν τῇ συμμείξει κοπῇ, μετέβαλεν εἰς ἀέρος ἰδέαν· γενόμενος δὲ ἀὴρ εἰς τὸν ἑαυτοῦ τόπον ἀναθεῖ.
混合的水在混合物中被粉碎时,便转化为空气的形相;而生成的空气则升往其自身的处所。
κενὸν δʼ ὑπερεῖχεν αὐτῶν οὐδέν· τὸν οὖν πλησίον ἔωσεν ἀέρα.
但是它们之间没有留存任何空隙,因此它便推动了邻近的空气。
ὁ δὲ ἅτε ὢν βαρύς, ὠσθεὶς καὶ περιχυθεὶς τῷ τῆς γῆς ὄγκῳ, σφόδρα ἔθλιψεν συνέωσέν τε αὐτὸν εἰς τὰς ἕδρας ὅθεν ἀνῄει ὁ νέος ἀήρ·
由于邻近的空气是沉重的,它受到推动并包围在地的块体周围,猛烈地挤压它,并将其推入新空气升起的座位中。
συνωσθεῖσα δὲ ὑπὸ ἀέρος ἀλύτως ὕδατι γῆ συνίσταται πέτρα, καλλίων μὲν ἡ τῶν ἴσων καὶ ὁμαλῶν διαφανὴς μερῶν, αἰσχίων δὲ ἡ ἐναντία.
地被空气不可分离地与水压紧在一起,便合成了“岩石”,其中由均等且均匀的部分构成、且透明的较美,相反的则较丑。
τὸ δὲ ὑπὸ πυρὸς τάχους τὸ νοτερὸν πᾶν ἐξαρπασθὲν καὶ κραυρότερον ἐκείνου συστάν, ᾧ γένει κέραμον ἐπωνομάκαμεν, τοῦτο γέγονεν·
而那因火的快速使其湿气全部被夺走、并合成得比前者更松脆的一类,就是我们命名为“陶器”的这一类。
ἔστιν δὲ ὅτε νοτίδος ὑπολειφθείσης χυτὴ γῆ γενομένη διὰ πυρὸς ὅταν ψυχθῇ, γίγνεται τὸ μέλαν χρῶμα ἔχον λίθος.
有时,在残留有少许湿气的情况下,可融的地通过火的作用,在冷却时,便成为具有黑色的“石头”。
τὼ δʼ αὖ κατὰ ταὐτὰ μὲν ταῦτα ἐκ συμμείξεως ὕδατος ἀπομονουμένω πολλοῦ, λεπτοτέρων δὲ ἐκ γῆς μερῶν ἁλμυρώ τε ὄντε, ἡμιπαγῆ γενομένω καὶ λυτὼ πάλιν ὑφʼ ὕδατος, τὸ μὲν ἐλαίου καὶ γῆς καθαρτικὸν γένος λίτρον, τὸ δʼ εὐάρμοστον ἐν ταῖς κοινωνίαις ταῖς περὶ τὴν τοῦ στόματος αἴσθησιν ἁλῶν κατὰ λόγον θεοφιλὲς σῶμα ἐγένετο.
此外,同样地,从大量水的混合物中孤立出来的、由地的较细微部分构成、且带有咸味的两个形相,它们变得半凝固,并可再次被水融化。 其中一类是油和地的清洁剂,即“苏打”;另一类则是在关于口部感觉的交往中极其协调的,依照理性成为了受神喜爱的身体,即“盐”。
τὰ δὲ κοινὰ ἐξ ἀμφοῖν ὕδατι μὲν οὐ λυτά, πυρὶ δέ, διὰ τὸ τοιόνδε οὕτω συμπήγνυται.
至于由两者合成的共同体,不能被水融化却能被火融化,因如下原因而如此凝固。
γῆς ὄγκους πῦρ μὲν ἀήρ τε οὐ τήκει· τῆς γὰρ συστάσεως τῶν διακένων αὐτῆς σμικρομερέστερα πεφυκότα, διὰ πολλῆς εὐρυχωρίας ἰόντα, οὐ βιαζόμενα, ἄλυτον αὐτὴν ἐάσαντα ἄτηκτον παρέσχεν·
火和空气不能融化地的块体,因为它们在天性上比地之空隙的构造更为细微,通过宽阔的通道走过,不施加暴力,使其保持不分解,因而使其不能融化。
τὰ δὲ ὕδατος ἐπειδὴ μείζω πέφυκεν μέρη, βίαιον ποιούμενα τὴν διέξοδον, λύοντα αὐτὴν τήκει.
但是,由于水的部分天生较大,它们强行通过,从而分解并融化了它。