Humanitext Reader

柏拉图 · 蒂迈欧篇 §56-57

正多面体与四元素的分配及相互转化

第 22 段,共 41 段 · 希腊语

内容简介

提迈欧将四种基本立体分配给火、空气、水和地,并阐明了基于几何性质的相互转化机制。他进一步说明了由于构成三角形尺寸的不同而产生的元素变种,并探讨了基于不均匀性的运动与静止原理。

§56ΤΙ. διὸ γῇ μὲν τοῦτο ἀπονέμοντες τὸν εἰκότα λόγον διασῴζομεν, ὕδατι δʼ αὖ τῶν λοιπῶν τὸ δυσκινητότατον εἶδος, τὸ δʼ εὐκινητότατον πυρί, τὸ δὲ μέσον ἀέρι·
因此,通过将这种形状分配给地,我们便保存了合理的言论。 同时,我们将剩余形状中最不易移动的一种分配给水,最易移动的分配给火,中等分配给空气。
καὶ τὸ μὲν σμικρότατον σῶμα πυρί, τὸ δʼ αὖ μέγιστον ὕδατι, τὸ δὲ μέσον ἀέρι·
又将最小的身体分配给火,最大的分配给水,中等的分配给空气。
καὶ τὸ μὲν ὀξύτατον αὖ πυρί, τὸ δὲ δεύτερον ἀέρι, τὸ δὲ τρίτον ὕδατι.
进而,将最锐利的分配给火,第二锐利的分配给空气,第三分配给水。
ταῦτʼ οὖν δὴ πάντα, τὸ μὲν ἔχον ὀλιγίστας βάσεις εὐκινητότατον ἀνάγκη πεφυκέναι, τμητικώτατόν τε καὶ ὀξύτατον ὂν πάντῃ πάντων, ἔτι τε ἐλαφρότατον, ἐξ ὀλιγίστων συνεστὸς τῶν αὐτῶν μερῶν·
现在,关于这一切,拥有最少底面者在天性上必然最易移动,因为在一切方面它都是最易切割且最锐利的,而且也是最轻的,因为它是从最少的相同部分构建而成的。
τὸ δὲ δεύτερον δευτέρως τὰ αὐτὰ ταῦτʼ ἔχειν, τρίτως δὲ τὸ τρίτον.
第二种物体以第二等的程度拥有这些相同的性质,第三种物体则以第三等的程度。
ἔστω δὴ κατὰ τὸν ὀρθὸν λόγον καὶ κατὰ τὸν εἰκότα τὸ μὲν τῆς πυραμίδος στερεὸν γεγονὸς εἶδος πυρὸς στοιχεῖον καὶ σπέρμα· τὸ δὲ δεύτερον κατὰ γένεσιν εἴπωμεν ἀέρος, τὸ δὲ τρίτον ὕδατος.
那么,按照正确的理性与可能性,就让那生成为四面体的立体形状作为火的元素与种子吧;而生成顺序上的第二种,我们且说是空气的,第三种则是水的。
πάντα οὖν δὴ ταῦτα δεῖ διανοεῖσθαι σμικρὰ οὕτως, ὡς καθʼ ἓν ἕκαστον μὲν τοῦ γένους ἑκάστου διὰ σμικρότητα οὐδὲν ὁρώμενον ὑφʼ ἡμῶν, συναθροισθέντων δὲ πολλῶν τοὺς ὄγκους αὐτῶν ὁρᾶσθαι·
现在,必须将这一切都设想为极小,以至于每一个类别的单一一个个体,因其微小而完全不为我们所见,只有当许多个体聚集在一起时,它们的体积才能显现。
καὶ δὴ καὶ τὸ τῶν ἀναλογιῶν περί τε τὰ πλήθη καὶ τὰς κινήσεις καὶ τὰς ἄλλας δυνάμεις πανταχῇ τὸν θεόν, ὅπῃπερ ἡ τῆς ἀνάγκης ἑκοῦσα πεισθεῖσά τε φύσις ὑπεῖκεν, ταύτῃ πάντῃ διʼ ἀκριβείας ἀποτελεσθεισῶν ὑπʼ αὐτοῦ συνηρμόσθαι ταῦτα ἀνὰ λόγον.
而且,关于它们的数量、运动以及其他力量的比例关系,在必然的本性自愿被说服并妥协的范围内,神在各处都极其精确地完成了这一切,并按比例使其和谐一致。
ἐκ δὴ πάντων ὧνπερ τὰ γένη προειρήκαμεν ὧδʼ ἂν κατὰ τὸ εἰκὸς μάλιστʼ ἂν ἔχοι.
根据我们预先说明的这些类别,情况最有可能如下。
γῆ μὲν συντυγχάνουσα πυρὶ διαλυθεῖσά τε ὑπὸ τῆς ὀξύτητος αὐτοῦ φέροιτʼ ἄν, εἴτʼ ἐν αὐτῷ πυρὶ λυθεῖσα εἴτʼ ἐν ἀέρος εἴτʼ ἐν ὕδατος ὄγκῳ τύχοι, μέχριπερ ἂν αὐτῆς πῃ συντυχόντα τὰ μέρη, πάλιν συναρμοσθέντα αὐτὰ αὑτοῖς, γῆ γένοιτο—οὐ γὰρ εἰς ἄλλο γε εἶδος ἔλθοι ποτʼ ἄν—ὕδωρ δὲ ὑπὸ πυρὸς μερισθέν, εἴτε καὶ ὑπʼ ἀέρος, ἐγχωρεῖ γίγνεσθαι συστάντα ἓν μὲν πυρὸς σῶμα, δύο δὲ ἀέρος·
地在与火相遇并被其锐利所分解时,会四处漂流,无论是在火自身之中,还是在空气或水的体积之中被分解,直到其部分在某处相遇,再次相互组合成为地——因为地绝不会转化成其他的形状。 而水被火或被空气分割时,可以通过重新组合,生成一个火的身体和两个空气的身体。
τὰ δὲ ἀέρος τμήματα ἐξ ἑνὸς μέρους διαλυθέντος δύʼ ἂν γενοίσθην σώματα πυρός.
而一小部分空气被分解时的碎片,则可能生成两个火的身体。
καὶ πάλιν, ὅταν ἀέρι πῦρ ὕδασίν τε ἤ τινι γῇ περιλαμβανόμενον ἐν πολλοῖς ὀλίγον, κινούμενον ἐν φερομένοις, μαχόμενον καὶ νικηθὲν καταθραυσθῇ, δύο πυρὸς σώματα εἰς ἓν συνίστασθον εἶδος ἀέρος·
反之,当少量的火被许多其他物质(如空气、水或某种地)包围,在运动的物质中移动,通过战斗并因战败而被粉碎时,两个火的身体便结合成一个空气的形状。
καὶ κρατηθέντος ἀέρος κερματισθέντος τε ἐκ δυοῖν ὅλοιν καὶ ἡμίσεος ὕδατος εἶδος ἓν ὅλον ἔσται συμπαγές.
而当空气被征服并被粉碎时,由两个半的整体将合成一个完整的水的立体。
§57ΤΙ. ὧδε γὰρ δὴ λογισώμεθα αὐτὰ πάλιν, ὡς ὅταν ἐν πυρὶ λαμβανόμενον τῶν ἄλλων ὑπʼ αὐτοῦ τι γένος τῇ τῶν γωνιῶν καὶ κατὰ τὰς πλευρὰς ὀξύτητι τέμνηται, συστὰν μὲν εἰς τὴν ἐκείνου φύσιν πέπαυται τεμνόμενον—τὸ γὰρ ὅμοιον καὶ ταὐτὸν αὑτῷ γένος ἕκαστον οὔτε τινὰ μεταβολὴν ἐμποιῆσαι δυνατὸν οὔτε τι παθεῖν ὑπὸ τοῦ κατὰ ταὐτὰ ὁμοίως τε ἔχοντος—ἕως δʼ ἂν εἰς ἄλλο τι γιγνόμενον ἧττον ὂν κρείττονι μάχηται, λυόμενον οὐ παύεται.
提:因为让我们再次作如下推论:当其他类别中的某一个被火包围,被其角与边的锐利所切割时,一旦它重新组合成火的天性,便停止被切割——因为任何自身相似且同一的类别,都无法对处于相同且相似状态的事物引起任何变化,也无法从其接受任何影响——但只要它在向其他事物转化的过程中,作为较弱者与较强者战斗,它便不会停止被分解。
τά τε αὖ σμικρότερα ὅταν ἐν τοῖς μείζοσιν πολλοῖς περιλαμβανόμενα ὀλίγα διαθραυόμενα κατασβεννύηται, συνίστασθαι μὲν ἐθέλοντα εἰς τὴν τοῦ κρατοῦντος ἰδέαν πέπαυται κατασβεννύμενα γίγνεταί τε ἐκ πυρὸς ἀήρ, ἐξ ἀέρος ὕδωρ·
反之,当较小的身体,在许多较大的身体包围中,少数被粉碎并熄灭时,如果它们愿意结合成支配者的形相,便停止被熄灭,而由火生成空气,由空气生成水。
ἐὰν δʼ εἰς ταὐτὰ ἴῃ καὶ τῶν ἄλλων τι συνιὸν γενῶν μάχηται, λυόμενα οὐ παύεται, πρὶν ἢ παντάπασιν ὠθούμενα καὶ διαλυθέντα ἐκφύγῃ πρὸς τὸ συγγενές, ἢ νικηθέντα, ἓν ἐκ πολλῶν ὅμοιον τῷ κρατήσαντι γενόμενον, αὐτοῦ σύνοικον μείνῃ.
但是,如果它们走向相同的地方,并与遇到的其他类别的物质战斗,那么除非它们被完全排挤并分解、逃向同族,或者被征服后,由多合一变成与支配者相似的一个并留在那里作为同居者,否则它们不会停止被分解。
καὶ δὴ καὶ κατὰ ταῦτα τὰ παθήματα διαμείβεται τὰς χώρας ἅπαντα·
而实际上,伴随着这些受动变化,所有的事物都在变换位置。
διέστηκεν μὲν γὰρ τοῦ γένους ἑκάστου τὰ πλήθη κατὰ τόπον ἴδιον διὰ τὴν τῆς δεχομένης κίνησιν, τὰ δὲ ἀνομοιούμενα ἑκάστοτε ἑαυτοῖς, ἄλλοις δὲ ὁμοιούμενα, φέρεται διὰ τὸν σεισμὸν πρὸς τὸν ἐκείνων οἷς ἂν ὁμοιωθῇ τόπον.
因为各类的群体都因接受器的运动而被分离开,处于各自特有的地方;而那些在各个时刻变得与自身相异、而与他者相似的物质,则由于震动而被运往与它们变得相似的那些物质的地方。
ὅσα μὲν οὖν ἄκρατα καὶ πρῶτα σώματα διὰ τοιούτων αἰτιῶν γέγονεν·
纯粹且初源的身体就是由于这些原因而生成的。
τὸ δʼ ἐν τοῖς εἴδεσιν αὐτῶν ἕτερα ἐμπεφυκέναι γένη τὴν ἑκατέρου τῶν στοιχείων αἰτιατέον σύστασιν, μὴ μόνον ἓν ἑκατέραν μέγεθος ἔχον τὸ τρίγωνον φυτεῦσαι κατʼ ἀρχάς, ἀλλʼ ἐλάττω τε καὶ μείζω, τὸν ἀριθμὸν δὲ ἔχοντα τοσοῦτον ὅσαπερ ἂν ᾖ τἀν τοῖς εἴδεσι γένη.
而关于它们的形状中还内在着其他类别(变种)的问题,则必须归因于两种元素(三角形)的构建方式,因为最初植入的三角形,不仅每种只具有单一的尺寸,而是既有较小的也有较大的,其数量与各形状中存在的变种数量相同。
διὸ δὴ συμμειγνύμενα αὐτά τε πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα τὴν ποικιλίαν ἐστὶν ἄπειρα·
因此,当它们自身以及相互混合时,其多样性是无限的。
ἧς δὴ δεῖ θεωροὺς γίγνεσθαι τοὺς μέλλοντας περὶ φύσεως εἰκότι λόγῳ χρήσεσθαι.
凡是打算用合理的言论探讨自然的人,都必须成为这种多样性的观察者。
κινήσεως οὖν στάσεώς τε πέρι, τίνα τρόπον καὶ μεθʼ ὧντινων γίγνεσθον, εἰ μή τις διομολογήσεται, πόλλʼ ἂν εἴη ἐμποδὼν τῷ κατόπισθεν λογισμῷ.
关于运动和静止,它们以何种方式以及在何种事物的伴随下产生,如果人们不能达成共识,那么接下来的推论就将面临许多阻碍。
τὰ μὲν οὖν ἤδη περὶ αὐτῶν εἴρηται, πρὸς δʼ ἐκείνοις ἔτι τάδε, ἐν μὲν ὁμαλότητι μηδέποτε ἐθέλειν κίνησιν ἐνεῖναι.
关于它们的情况,有些已经谈到,但除此以外,还必须补充这一点:在均匀之中绝不会有运动存在。
τὸ γὰρ κινησόμενον ἄνευ τοῦ κινήσοντος ἢ τὸ κινῆσον ἄνευ τοῦ κινησομένου χαλεπόν, μᾶλλον δὲ ἀδύνατον, εἶναι·
因为要让被动者没有主动者而运动,或者让主动者没有被动者而起作用,是困难的,或者说是不可能的。
κίνησις δὲ οὐκ ἔστιν τούτων ἀπόντων, ταῦτα δὲ ὁμαλὰ εἶναί ποτε ἀδύνατον.
而当这些缺失时就没有运动,且这些事物绝不可能保持均匀。

词汇与语法注释

  1. 56bταῦτʼ οὖν δὴ πάντα — 句首的悬垂宾格(关系宾格),用于预先提示其后 `τὸ μὲν ἔχον...` 以下整个句子的主题。
  2. 56cσυνηρμόσθαι — 完成时中被动不定式。前句中 `δεῖ`(必须)的支配力量延伸至此不定式从句,或者该不定式在整体叙述中起到“必须认为已调和”的独立不定式作用。
  3. 57cτὸ δʼ ἐν τοῖς εἴδεσιν αὐτῶν ἕτερα ἐμπεφυκέναι γένη — 带有宾格主语 `ἕτερα γένη` 的冠词不定式短语,作为整个句子的主语。它与句末的形容动词 `αἰτιατέον`(应归因于……)直接带宾格目的语 `τὴν ... σύστασιν` 的结构相呼应。

引用这一段

柏拉图, 蒂迈欧篇 §56-57. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:56-57

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。