- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:56-57
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
ティマイオスは四つの基本立体を火、空気、水、地に割り当て、幾何学的性質に基づく相互変換の機構を説明する。さらに、構成三角形のサイズの違いから元素の変種が生じること、および不均一性を前提とする運動と静止の原理を論じる。
ΤΙ. διὸ γῇ μὲν τοῦτο ἀπονέμοντες τὸν εἰκότα λόγον διασῴζομεν, ὕδατι δʼ αὖ τῶν λοιπῶν τὸ δυσκινητότατον εἶδος, τὸ δʼ εὐκινητότατον πυρί, τὸ δὲ μέσον ἀέρι· καὶ τὸ μὲν σμικρότατον σῶμα πυρί, τὸ δʼ αὖ μέγιστον ὕδατι, τὸ δὲ μέσον ἀέρι· καὶ τὸ μὲν ὀξύτατον αὖ πυρί, τὸ δὲ δεύτερον ἀέρι, τὸ δὲ τρίτον ὕδατι. ταῦτʼ οὖν δὴ πάντα,1 τὸ μὲν ἔχον ὀλιγίστας βάσεις εὐκινητότατον ἀνάγκη πεφυκέναι, τμητικώτατόν τε καὶ ὀξύτατον ὂν πάντῃ πάντων, ἔτι τε ἐλαφρότατον, ἐξ ὀλιγίστων συνεστὸς τῶν αὐτῶν μερῶν· τὸ δὲ δεύτερον δευτέρως τὰ αὐτὰ ταῦτʼ ἔχειν, τρίτως δὲ τὸ τρίτον. ἔστω δὴ κατὰ τὸν ὀρθὸν λόγον καὶ κατὰ τὸν εἰκότα τὸ μὲν τῆς πυραμίδος στερεὸν γεγονὸς εἶδος πυρὸς στοιχεῖον καὶ σπέρμα· τὸ δὲ δεύτερον κατὰ γένεσιν εἴπωμεν ἀέρος, τὸ δὲ τρίτον ὕδατος. πάντα οὖν δὴ ταῦτα δεῖ διανοεῖσθαι σμικρὰ οὕτως, ὡς καθʼ ἓν ἕκαστον μὲν τοῦ γένους ἑκάστου διὰ σμικρότητα οὐδὲν ὁρώμενον ὑφʼ ἡμῶν, συναθροισθέντων δὲ πολλῶν τοὺς ὄγκους αὐτῶν ὁρᾶσθαι· καὶ δὴ καὶ τὸ τῶν ἀναλογιῶν περί τε τὰ πλήθη καὶ τὰς κινήσεις καὶ τὰς ἄλλας δυνάμεις πανταχῇ τὸν θεόν, ὅπῃπερ ἡ τῆς ἀνάγκης ἑκοῦσα πεισθεῖσά τε φύσις ὑπεῖκεν, ταύτῃ πάντῃ διʼ ἀκριβείας ἀποτελεσθεισῶν ὑπʼ αὐτοῦ συνηρμόσθαι2 ταῦτα ἀνὰ λόγον. ἐκ δὴ πάντων ὧνπερ τὰ γένη προειρήκαμεν ὧδʼ ἂν κατὰ τὸ εἰκὸς μάλιστʼ ἂν ἔχοι. γῆ μὲν συντυγχάνουσα πυρὶ διαλυθεῖσά τε ὑπὸ τῆς ὀξύτητος αὐτοῦ φέροιτʼ ἄν, εἴτʼ ἐν αὐτῷ πυρὶ λυθεῖσα εἴτʼ ἐν ἀέρος εἴτʼ ἐν ὕδατος ὄγκῳ τύχοι, μέχριπερ ἂν αὐτῆς πῃ συντυχόντα τὰ μέρη, πάλιν συναρμοσθέντα αὐτὰ αὑτοῖς, γῆ γένοιτο—οὐ γὰρ εἰς ἄλλο γε εἶδος ἔλθοι ποτʼ ἄν—ὕδωρ δὲ ὑπὸ πυρὸς μερισθέν, εἴτε καὶ ὑπʼ ἀέρος, ἐγχωρεῖ γίγνεσθαι συστάντα ἓν μὲν πυρὸς σῶμα, δύο δὲ ἀέρος· τὰ δὲ ἀέρος τμήματα ἐξ ἑνὸς μέρους διαλυθέντος δύʼ ἂν γενοίσθην σώματα πυρός. καὶ πάλιν, ὅταν ἀέρι πῦρ ὕδασίν τε ἤ τινι γῇ περιλαμβανόμενον ἐν πολλοῖς ὀλίγον, κινούμενον ἐν φερομένοις, μαχόμενον καὶ νικηθὲν καταθραυσθῇ, δύο πυρὸς σώματα εἰς ἓν συνίστασθον εἶδος ἀέρος· καὶ κρατηθέντος ἀέρος κερματισθέντος τε ἐκ δυοῖν ὅλοιν καὶ ἡμίσεος ὕδατος εἶδος ἓν ὅλον ἔσται συμπαγές.
それゆえ、地に対してこの(立方体の)形を割り当てることによって、我々は確からしい説を保存することになる。また他方、残りのうちで最も動きにくい形を水に、最も動きやすいものを火に、中間のものを空気に割り当てる。また、最も小さい身体を火に、最も大きいものを水に、中間のものを空気に。そしてさらに、最も鋭いものを火に、第二のものを空気に、第三のものを水に。さて、これらすべてについて、最も少数の底面を持つものが本性上最も動きやすいことは必然であり、それはあらゆる点で最も切断しやすく最も鋭いものであり、さらには最も同じ部分から最小の数で構成されているために最も軽い。そして、第二のものは第二の度合いで、第三のものは第三の度合いで、これらの同じ性質を持つ。さて、正しい理と確からしさに従って、四面体の立体として生成した形を、火の元素および種子としよう。そして、生成の順序において第二のものを空気の、第三のものを水の元素と言うことにしよう。さて、これらすべては、個々の類の個々のものが、その小ささゆえに我々には全く見えず、多くが集まったときに初めてそれらの体積が見えるほどに、極めて小さいものとして理解されねばならない。そして実に、それらの数量や運動、その他の力についての比率に関しても、必然の本性が自発的に説得されて従った限りにおいて、神がこれらをあらゆる点で極めて正確に完成させ、比率に従って調和させられたのだと。我々がその類をあらかじめ語ったこれらすべてからして、次のように確からしく成立しているであろう。地は、火に出会ってその鋭さによって分解されたとき、それが火そのものの中であれ、空気の体積の中であれ、水の中であれ、漂うことであろう。その部分がどこかで互いに出会い、再び互いに組み合わされて地となるまでは。――というのも、地が他の形へと移行することは決してないからである。――これに対して、水は火、あるいは空気によって分割されたとき、組み合わされることによって、火の一つの身体と空気の二つの身体が生成することが可能である。また、空気の一つの部分が分解された断片からは、火の二つの身体が生成しうる。そして再び、少量の火が、空気や水、あるいは何らかの地の中に囲まれ、動くものたちの間で動かされ、戦って敗れて打ち砕かれたとき、火の二つの身体が合わさって空気の一つの形となる。また、空気が圧倒されて粉々にされたときには、二つ半の全体から、水の一つの完全な立体が合成されるであろう。
ΤΙ. ὧδε γὰρ δὴ λογισώμεθα αὐτὰ πάλιν, ὡς ὅταν ἐν πυρὶ λαμβανόμενον τῶν ἄλλων ὑπʼ αὐτοῦ τι γένος τῇ τῶν γωνιῶν καὶ κατὰ τὰς πλευρὰς ὀξύτητι τέμνηται, συστὰν μὲν εἰς τὴν ἐκείνου φύσιν πέπαυται τεμνόμενον—τὸ γὰρ ὅμοιον καὶ ταὐτὸν αὑτῷ γένος ἕκαστον οὔτε τινὰ μεταβολὴν ἐμποιῆσαι δυνατὸν οὔτε τι παθεῖν ὑπὸ τοῦ κατὰ ταὐτὰ ὁμοίως τε ἔχοντος—ἕως δʼ ἂν εἰς ἄλλο τι γιγνόμενον ἧττον ὂν κρείττονι μάχηται, λυόμενον οὐ παύεται. τά τε αὖ σμικρότερα ὅταν ἐν τοῖς μείζοσιν πολλοῖς περιλαμβανόμενα ὀλίγα διαθραυόμενα κατασβεννύηται, συνίστασθαι μὲν ἐθέλοντα εἰς τὴν τοῦ κρατοῦντος ἰδέαν πέπαυται κατασβεννύμενα γίγνεταί τε ἐκ πυρὸς ἀήρ, ἐξ ἀέρος ὕδωρ· ἐὰν δʼ εἰς ταὐτὰ ἴῃ καὶ τῶν ἄλλων τι συνιὸν γενῶν μάχηται, λυόμενα οὐ παύεται, πρὶν ἢ παντάπασιν ὠθούμενα καὶ διαλυθέντα ἐκφύγῃ πρὸς τὸ συγγενές, ἢ νικηθέντα, ἓν ἐκ πολλῶν ὅμοιον τῷ κρατήσαντι γενόμενον, αὐτοῦ σύνοικον μείνῃ. καὶ δὴ καὶ κατὰ ταῦτα τὰ παθήματα διαμείβεται τὰς χώρας ἅπαντα· διέστηκεν μὲν γὰρ τοῦ γένους ἑκάστου τὰ πλήθη κατὰ τόπον ἴδιον διὰ τὴν τῆς δεχομένης κίνησιν, τὰ δὲ ἀνομοιούμενα ἑκάστοτε ἑαυτοῖς, ἄλλοις δὲ ὁμοιούμενα, φέρεται διὰ τὸν σεισμὸν πρὸς τὸν ἐκείνων οἷς ἂν ὁμοιωθῇ τόπον. ὅσα μὲν οὖν ἄκρατα καὶ πρῶτα σώματα διὰ τοιούτων αἰτιῶν γέγονεν· τὸ δʼ ἐν τοῖς εἴδεσιν αὐτῶν ἕτερα ἐμπεφυκέναι γένη3 τὴν ἑκατέρου τῶν στοιχείων αἰτιατέον σύστασιν, μὴ μόνον ἓν ἑκατέραν μέγεθος ἔχον τὸ τρίγωνον φυτεῦσαι κατʼ ἀρχάς, ἀλλʼ ἐλάττω τε καὶ μείζω, τὸν ἀριθμὸν δὲ ἔχοντα τοσοῦτον ὅσαπερ ἂν ᾖ τἀν τοῖς εἴδεσι γένη. διὸ δὴ συμμειγνύμενα αὐτά τε πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα τὴν ποικιλίαν ἐστὶν ἄπειρα· ἧς δὴ δεῖ θεωροὺς γίγνεσθαι τοὺς μέλλοντας περὶ φύσεως εἰκότι λόγῳ χρήσεσθαι. κινήσεως οὖν στάσεώς τε πέρι, τίνα τρόπον καὶ μεθʼ ὧντινων γίγνεσθον, εἰ μή τις διομολογήσεται, πόλλʼ ἂν εἴη ἐμποδὼν τῷ κατόπισθεν λογισμῷ. τὰ μὲν οὖν ἤδη περὶ αὐτῶν εἴρηται, πρὸς δʼ ἐκείνοις ἔτι τάδε, ἐν μὲν ὁμαλότητι μηδέποτε ἐθέλειν κίνησιν ἐνεῖναι. τὸ γὰρ κινησόμενον ἄνευ τοῦ κινήσοντος ἢ τὸ κινῆσον ἄνευ τοῦ κινησομένου χαλεπόν, μᾶλλον δὲ ἀδύνατον, εἶναι· κίνησις δὲ οὐκ ἔστιν τούτων ἀπόντων, ταῦτα δὲ ὁμαλὰ εἶναί ποτε ἀδύνατον.
ティマイオス:実際、我々はこれらを再び次のように推論しよう。すなわち、他の類のものの一つが火に捉えられ、その角や辺の鋭さによって切り刻まれるとき、それがその(火の)本性へと再構成されたなら、切り刻まれることはやむ。――なぜなら、それ自身と相似かつ同一である類は、同じ状態で同様にあるものに対して、いかなる変化も引き起こすことはできず、それから何らの影響を受けることもないからである。――しかし、それが他のものへと変化しつつある間、より弱いものとしてより強いものと戦っている限り、分解されることがやむことはない。また他方、より小さなものが、多くのより大きなものに囲まれて少数が砕かれて消し止められるとき、支配的なものの形相へと結合することを受け入れるなら、消し止められることはやみ、火から空気、空気から水が生成する。しかし、もしそれらが同じ場所へと向かい、やってくる他の類のものと衝突して戦うなら、完全に押し出されて分解され、同族のものへと逃れるか、あるいは敗北して、多くから支配的なものと相似な一つとなってその同居人としてとどまるまでは、分解されることがやむことはない。そして実に、これらの受動的変化に従って、すべてのものはその場所を移り変える。というのも、各々の類の群れは、受け容器の運動によって固有の場所へと引き離されており、その都度、自分自身とは異質になり、他のものと同質になるものは、震動によって、同質になったものの場所へと運ばれるからである。混じり気のない初源の身体は、このような原因によって生成した。しかし、それらの形の中にさらに別の類(変種)が内在していることについては、二つの元素(三角形)の構成に原因を帰さねばならない。すなわち、最初に植え付けられた三角形が、それぞれ単一の大きさだけを持つのではなく、より小さなものやより大きなものをも持ち、その数は形の中に存在する類の数と同じだけあるからである。それゆえ、これらがそれ自体で、また互いに混じり合うことによって、その多様性は無限である。自然について確からしい説を用いようとする者は、この多様性を観察せねばならない。さて、運動と静止について、それらがいかなる方法で、いかなるものに伴って生じるのかを合意しておかなければ、その後の推論に多くの障害が生じるであろう。これらについてはすでに語られたが、それらに加えてさらに次のことを言っておかねばならない。すなわち、均一さの中には、運動は決して存在し得ないということである。なぜなら、動かされるものが動かすものなしに、あるいは動かすものが動かされるものなしにあることは困難、いやむしろ不可能だからである。そして、これら(動かすものと動かされるもの)が欠けているときには運動は存在せず、またこれらが均一であることは決してあり得ないのである。
- 56aταῦτʼ οὖν δὴ πάντα
「これらすべてに関して」という文頭の提示的対格(懸垂対格)であり、直後の τὸ μὲν ἔχον... 以下の文全体の主題をあらかじめ提示している。
- 56cσυνηρμόσθαι
完了中受動態不定詞。前文の δεῖ(〜せねばならない)の支配力がこの不定詞節にも及んでいるか、あるいは全体の叙述において「調和させられたと[考えるべきである]」という確信を導く独立不定詞のように機能している。
- 57cτὸ δʼ ἐν τοῖς εἴδεσιν αὐτῶν ἕτερα ἐμπεφυκέναι γένη
対格の主語 ἕτερα γένη を伴う冠詞付き不定詞句であり、文全体の主語(主格)として機能している。これは文末の形容詞的形容動詞 αἰτιατέον(〜を原因とすべきである)が対格の τὴν ... σύστασιν を直接目的語として取る構造と対応している。
