§48ΤΙ. μεμειγμένη γὰρ οὖν ἡ τοῦδε τοῦ κόσμου γένεσις ἐξ ἀνάγκης τε καὶ νοῦ συστάσεως ἐγεννήθη· νοῦ δὲ ἀνάγκης ἄρχοντος τῷ πείθειν αὐτὴν τῶν γιγνομένων τὰ πλεῖστα ἐπὶ τὸ βέλτιστον ἄγειν, ταύτῃ κατὰ ταῦτά τε διʼ ἀνάγκης ἡττωμένης ὑπὸ πειθοῦς ἔμφρονος οὕτω κατʼ ἀρχὰς συνίστατο τόδε τὸ πᾶν.
因为这个世界的生成,乃是结合了必要与知性,混合而成的;而知性通过说服必要将大多数生成之物引导至最善,从而统治着必要,在这种方式和这些条件下,由于必要被明智的说服所屈服,这个万物起初便是这样被构建起来的。
εἴ τις οὖν ᾗ γέγονεν κατὰ ταῦτα ὄντως ἐρεῖ, μεικτέον καὶ τὸ τῆς πλανωμένης εἶδος αἰτίας, ᾗ φέρειν πέφυκεν· ὧδε οὖν πάλιν ἀναχωρητέον, καὶ λαβοῦσιν αὐτῶν τούτων προσήκουσαν ἑτέραν ἀρχὴν αὖθις αὖ, καθάπερ περὶ τῶν τότε νῦν οὕτω περὶ τούτων πάλιν ἀρκτέον ἀπʼ ἀρχῆς.
因此,如果有人要根据这些来真实地说明它是如何生成的,就必须也混入那漂泊不定的原因的形态,即依其本性产生作用的方式;因此,我们必须再次回到这里,为这些事物本身重新获取一个合适的另一个起点,就像我们之前对待那些事物一样,现在我们也必须重新从头开始讨论这些事物。
τὴν δὴ πρὸ τῆς οὐρανοῦ γενέσεως πυρὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς φύσιν θεατέον αὐτὴν καὶ τὰ πρὸ τούτου πάθη· νῦν γὰρ οὐδείς πω γένεσιν αὐτῶν μεμήνυκεν, ἀλλʼ ὡς εἰδόσιν πῦρ ὅτι ποτέ ἐστιν καὶ ἕκαστον αὐτῶν λέγομεν ἀρχὰς αὐτὰ τιθέμενοι στοιχεῖα τοῦ παντός, προσῆκον αὐτοῖς οὐδʼ ἂν ὡς ἐν συλλαβῆς εἴδεσιν μόνον εἰκότως ὑπὸ τοῦ καὶ βραχὺ φρονοῦντος ἀπεικασθῆναι.
也就是说,我们必须观察在天体生成之前的火、水、空气和土的本性本身,以及在此之前的受动状态;因为至今还没有人揭示它们的生成,我们说话时却好像人们知道火以及它们各自究竟是什么一样,将它们设为万物的始原和元素,然而对于哪怕只有一点点智慧的人来说,它们甚至不配被合理地比作音节的要素。
νῦν δὲ οὖν τό γε παρʼ ἡμῶν ὧδε ἐχέτω·
但无论如何,目前我们这边的立场且先作如下设定:关于万物的始原或诸多始原,或者关于这些事物的任何看法,现在都不予讨论。
τὴν μὲν περὶ ἁπάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπῃ δοκεῖ τούτων πέρι τὸ νῦν οὐ ῥητέον, διʼ ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα, μήτʼ οὖν ὑμεῖς οἴεσθε δεῖν ἐμὲ λέγειν, οὔτʼ αὐτὸς αὖ πείθειν ἐμαυτὸν εἴην ἂν δυνατὸς ὡς ὀρθῶς ἐγχειροῖμʼ ἂν τοσοῦτον ἐπιβαλλόμενος ἔργον· τὸ δὲ κατʼ ἀρχὰς ῥηθὲν διαφυλάττων, τὴν τῶν εἰκότων λόγων δύναμιν, πειράσομαι μηδενὸς ἧττον εἰκότα, μᾶλλον δέ, καὶ ἔμπροσθεν ἀπʼ ἀρχῆς περὶ ἑκάστων καὶ συμπάντων λέγειν.
这不为别的原因,只因为按照目前的论述方式来阐明我们的看法是困难的。 因此,你们既不要认为我应当说出来,我自己也无法说服自己,相信若着手进行如此重大的任务会是正确的;但我们将坚守在开头所说的话,即合乎情理的学说的效力,努力讲述不亚于任何人、甚至比以前更合乎情理的解释,从头开始讨论个别事物和全体事物。
θεὸν δὴ καὶ νῦν ἐπʼ ἀρχῇ τῶν λεγομένων σωτῆρα ἐξ ἀτόπου καὶ ἀήθους διηγήσεως πρὸς τὸ τῶν εἰκότων δόγμα διασῴζειν ἡμᾶς ἐπικαλεσάμενοι πάλιν ἀρχώμεθα λέγειν.
因此,现在我们在这番话的开头,再次祈求神作为救主,将我们从荒谬而不寻常的论述中拯救出来,带入合乎情理的学说之中,让我们重新开始论述。
ἡ δʼ οὖν αὖθις ἀρχὴ περὶ τοῦ παντὸς ἔστω μειζόνως τῆς πρόσθεν διῃρημένη· τότε μὲν γὰρ δύο εἴδη διειλόμεθα, νῦν δὲ τρίτον ἄλλο γένος ἡμῖν δηλωτέον.
无论如何,关于万物的这次重新开始,应当比先前进行更细致的划分;因为那时我们划分了两种形态,而现在我们必须阐明第三种不同的类别。
§49ΤΙ. τὰ μὲν γὰρ δύο ἱκανὰ ἦν ἐπὶ τοῖς ἔμπροσθεν λεχθεῖσιν, ἓν μὲν ὡς παραδείγματος εἶδος ὑποτεθέν, νοητὸν καὶ ἀεὶ κατὰ ταὐτὰ ὄν, μίμημα δὲ παραδείγματος δεύτερον, γένεσιν ἔχον καὶ ὁρατόν.
因为在之前的论述中,两种形态已经足够:一种被假定为范型的形态,是理智所能把握且始终处于同一状态的;第二种是范型的摹本,具有生成且是可见的。
τρίτον δὲ τότε μὲν οὐ διειλόμεθα, νομίσαντες τὰ δύο ἕξειν ἱκανῶς· νῦν δὲ ὁ λόγος ἔοικεν εἰσαναγκάζειν χαλεπὸν καὶ ἀμυδρὸν εἶδος ἐπιχειρεῖν λόγοις ἐμφανίσαι.
但第三种我们在那时并未加以划分,以为这两种就足够了;而现在,论述似乎在强迫我们去尝试用言辞来阐明一种困难而模糊的形态。
τίνʼ οὖν ἔχον δύναμιν καὶ φύσιν αὐτὸ ὑποληπτέον;
那么,我们应当认定它具有怎样的能力和本性呢?
τοιάνδε μάλιστα· πάσης εἶναι γενέσεως ὑποδοχὴν αὐτὴν οἷον τιθήνην.
最主要的是这样:它是所有生成的接受者,犹如乳母一般。
εἴρηται μὲν οὖν τἀληθές, δεῖ δὲ ἐναργέστερον εἰπεῖν περὶ αὐτοῦ, χαλεπὸν δὲ ἄλλως τε καὶ διότι προαπορηθῆναι περὶ πυρὸς καὶ τῶν μετὰ πυρὸς ἀναγκαῖον τούτου χάριν· τούτων γὰρ εἰπεῖν ἕκαστον ὁποῖον ὄντως ὕδωρ χρὴ λέγειν μᾶλλον ἢ πῦρ, καὶ ὁποῖον ὁτιοῦν μᾶλλον ἢ καὶ ἅπαντα καθʼ ἕκαστόν τε, οὕτως ὥστε τινὶ πιστῷ καὶ βεβαίῳ χρήσασθαι λόγῳ, χαλεπόν.
这其实已经说出了真理,但我们必须更清晰地说明它,这很困难,尤其是因为为了这个目的,必须首先对火以及与火并存的事物提出质疑;因为在这些事物中,很难指明其中哪一个应当真正被称为水而不是火,或者哪一个应该被称为任何其他东西,而不是它们全部及每一个,从而使得我们能够使用某种可靠且确定不移的言论。
πῶς οὖν δὴ τοῦτʼ αὐτὸ καὶ πῇ καὶ τί περὶ αὐτῶν εἰκότως διαπορηθέντες ἂν λέγοιμεν;
那么,我们究竟应当如何、从何处、并对它们的什么问题提出合理的质疑,并加以论述呢?
πρῶτον μέν, ὃ δὴ νῦν ὕδωρ ὠνομάκαμεν, πηγνύμενον ὡς δοκοῦμεν λίθους καὶ γῆν γιγνόμενον ὁρῶμεν, τηκόμενον δὲ καὶ διακρινόμενον αὖ ταὐτὸν τοῦτο πνεῦμα καὶ ἀέρα, συγκαυθέντα δὲ ἀέρα πῦρ, ἀνάπαλιν δὲ συγκριθὲν καὶ κατασβεσθὲν εἰς ἰδέαν τε ἀπιὸν αὖθις ἀέρος πῦρ, καὶ πάλιν ἀέρα συνιόντα καὶ πυκνούμενον νέφος καὶ ὁμίχλην, ἐκ δὲ τούτων ἔτι μᾶλλον συμπιλουμένων ῥέον ὕδωρ, ἐξ ὕδατος δὲ γῆν καὶ λίθους αὖθις, κύκλον τε οὕτω διαδιδόντα εἰς ἄλληλα, ὡς φαίνεται, τὴν γένεσιν.
首先,我们现在称之为水的东西,当它凝结时,据我们所见,我们看到它变成了石头和土;而当这同一物融化并分解时,它又变成了风和空气,空气被燃尽时则变成了火;相反地,火在凝聚并熄灭后,又回到了空气的形式,而空气再次聚集并浓缩,就变成了云和雾,从这些事物中,若再进一步压缩,便成为流动的水,而从水中又再次产生土和石头,如此这般,正如显现的那样,它们相互传递着循环的生成。
οὕτω δὴ τούτων οὐδέποτε τῶν αὐτῶν ἑκάστων φανταζομένων, ποῖον αὐτῶν ὡς ὂν ὁτιοῦν τοῦτο καὶ οὐκ ἄλλο παγίως διισχυριζόμενος οὐκ αἰσχυνεῖταί τις ἑαυτόν;
既然这些东西中的每一个都从未以相同的面貌呈现,那么有人若坚称其中任何一个是“这个”而非其他,又怎能不感到羞愧呢?
οὐκ ἔστιν, ἀλλʼ ἀσφαλέστατα μακρῷ περὶ τούτων τιθεμένους ὧδε λέγειν· ἀεὶ ὃ καθορῶμεν ἄλλοτε ἄλλῃ γιγνόμενον, ὡς πῦρ, μὴ τοῦτο ἀλλὰ τὸ τοιοῦτον ἑκάστοτε προσαγορεύειν πῦρ, μηδὲ ὕδωρ τοῦτο ἀλλὰ τὸ τοιοῦτον ἀεί, μηδὲ ἄλλο ποτὲ μηδὲν ὥς τινα ἔχον βεβαιότητα, ὅσα δεικνύντες τῷ ῥήματι τῷ τόδε καὶ τοῦτο προσχρώμενοι δηλοῦν ἡγούμεθά τι· φεύγει γὰρ οὐχ ὑπομένον τὴν τοῦ τόδε καὶ τοῦτο καὶ τὴν τῷδε καὶ πᾶσαν ὅση μόνιμα ὡς ὄντα αὐτὰ ἐνδείκνυται φάσις.
绝无此人;相反,对这些事物进行如下规定并加以陈述,显然是远为安全得多的方式:对于我们总是看到在不同时候以不同方式生成的东西,例如火,不要称其为“这个”,而是把每次“具有如此特性的东西”称为火;也不要把水称为“这个”,而是始终称为“具有如此特性的东西”,并且对于任何其他东西,只要我们在指点它们时使用“这” 和“那”这样的词语并以为表达了某种确定的东西,都决不认为它们具有任何稳定性;因为它们无法忍受并停留于“这个”、“那个”或“给这个”等称呼,也无法忍受任何将它们指示为具有永久存在性的言辞,而是立刻逃逸。
ἀλλὰ ταῦτα μὲν ἕκαστα μὴ λέγειν, τὸ δὲ τοιοῦτον ἀεὶ περιφερόμενον ὅμοιον ἑκάστου πέρι καὶ συμπάντων οὕτω καλεῖν, καὶ δὴ καὶ πῦρ τὸ διὰ παντὸς τοιοῦτον, καὶ ἅπαν ὅσονπερ ἂν ἔχῃ γένεσιν·
因此,我们不应该把这些个别事物称为“这个”,而是对它们中的每一个和全部,都将那始终以相似方式循环流转的“具有如此特性的东西”称为它们;所以,我们要把贯穿始终具有如此特性的东西称为火,并以此类推于一切具有生成的事物。