§46ΤΙ. καταλειφθεισῶν δέ τινων κινήσεων μειζόνων, οἷαι καὶ ἐν οἵοις ἂν τόποις λείπωνται, τοιαῦτα καὶ τοσαῦτα παρέσχοντο ἀφομοιωθέντα ἐντὸς ἔξω τε ἐγερθεῖσιν ἀπομνημονευόμενα φαντάσματα.
然而,如果留下了一些较大的运动,那么根据它们属于何种性质以及在何处留下,它们便会在内部呈现出如此这般与事物相似的映像,这些映像在人们醒来并面对外部世界时被记忆起来。
τὸ δὲ περὶ τὴν τῶν κατόπτρων εἰδωλοποιίαν καὶ πάντα ὅσα ἐμφανῆ καὶ λεῖα, κατιδεῖν οὐδὲν ἔτι χαλεπόν.
至于镜中成像的原理,以及所有其他可视且平滑的事物,要理解它们已不再有任何困难。
ἐκ γὰρ τῆς ἐντὸς ἐκτός τε τοῦ πυρὸς ἑκατέρου κοινωνίας ἀλλήλοις, ἑνός τε αὖ περὶ τὴν λειότητα ἑκάστοτε γενομένου καὶ πολλαχῇ μεταρρυθμισθέντος, πάντα τὰ τοιαῦτα ἐξ ἀνάγκης ἐμφαίνεται, τοῦ περὶ τὸ πρόσωπον πυρὸς τῷ περὶ τὴν ὄψιν πυρὶ περὶ τὸ λεῖον καὶ λαμπρὸν συμπαγοῦς γιγνομένου.
因为由于内外两种火的相互交融,加之那平滑的表面在每一次都有单一的火在其周围形成并发生多方重塑,所有这些现象都必然会显现出来,这是因为脸部周围的火在平滑且明亮的表面上,与视觉之流的火凝聚为一体。
δεξιὰ δὲ φαντάζεται τὰ ἀριστερά, ὅτι τοῖς ἐναντίοις μέρεσιν τῆς ὄψεως περὶ τἀναντία μέρη γίγνεται ἐπαφὴ παρὰ τὸ καθεστὸς ἔθος τῆς προσβολῆς· δεξιὰ δὲ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἀριστερὰ τοὐναντίον, ὅταν μεταπέσῃ συμπηγνύμενον ᾧ συμπήγνυται φῶς, τοῦτο δέ, ὅταν ἡ τῶν κατόπτρων λειότης, ἔνθεν καὶ ἔνθεν ὕψη λαβοῦσα, τὸ δεξιὸν εἰς τὸ ἀριστερὸν μέρος ἀπώσῃ τῆς ὄψεως καὶ θάτερον ἐπὶ θάτερον.
而左边呈现为右边,是因为视觉的相反部分在相反部分的周围发生了接触,这与常规的碰撞惯行相反;但相反地,右边呈现为右边,左边呈现为左边,是在那凝聚的光线相对于与之凝聚的光线发生易位时,这种情况发生于镜面的平滑部分在两端具有高度,从而将视觉的右侧部分推向左侧,将另一侧部分推向另一侧。
κατὰ δὲ τὸ μῆκος στραφὲν τοῦ προσώπου ταὐτὸν τοῦτο ὕπτιον ἐποίησεν πᾶν φαίνεσθαι, τὸ κάτω πρὸς τὸ ἄνω τῆς αὐγῆς τό τʼ ἄνω πρὸς τὸ κάτω πάλιν ἀπῶσαν.
若将镜面沿着脸部的长度方向旋转,这同样的过程会使一切显得上下颠倒,将光线的下部推向上部,而将上部再次推向下部。
ταῦτʼ οὖν πάντα ἔστιν τῶν συναιτίων οἷς θεὸς ὑπηρετοῦσιν χρῆται τὴν τοῦ ἀρίστου κατὰ τὸ δυνατὸν ἰδέαν ἀποτελῶν· δοξάζεται δὲ ὑπὸ τῶν πλείστων οὐ συναίτια ἀλλὰ αἴτια εἶναι τῶν πάντων, ψύχοντα καὶ θερμαίνοντα πηγνύντα τε καὶ διαχέοντα καὶ ὅσα τοιαῦτα ἀπεργαζόμενα.
因此,所有这些都属于辅助原因,神在尽可能实现那最善之形式的过程中,将它们用作仆役;但大多数人认为它们不是辅助原因,而是万物的主原因,是通过冷却和加热、凝固和消散以及产生所有此类作用来实现的。
λόγον δὲ οὐδένα οὐδὲ νοῦν εἰς οὐδὲν δυνατὰ ἔχειν ἐστίν.
然而,它们对于任何目的都无法拥有任何理性或知性。
τῶν γὰρ ὄντων ᾧ νοῦν μόνῳ κτᾶσθαι προσήκει, λεκτέον ψυχήν—τοῦτο δὲ ἀόρατον, πῦρ δὲ καὶ ὕδωρ καὶ γῆ καὶ ἀὴρ σώματα πάντα ὁρατὰ γέγονεν—τὸν δὲ νοῦ καὶ ἐπιστήμης ἐραστὴν ἀνάγκη τὰς τῆς ἔμφρονος φύσεως αἰτίας πρώτας μεταδιώκειν, ὅσαι δὲ ὑπʼ ἄλλων μὲν κινουμένων, ἕτερα δὲ κατὰ ἀνάγκης κινούντων γίγνονται, δευτέρας.
因为在存在的事物中,我们必须说唯有灵魂才配获得知性——而灵魂是不可见的,但火、水、土和空气都已成为可见的身体——因此,知性与知识的爱好者必须首先追求那属于明智本性的原因,其次才追求那些因被他物推动而产生、并必然推动其他事物的原因。
ποιητέον δὴ κατὰ ταῦτα καὶ ἡμῖν· λεκτέα μὲν ἀμφότερα τὰ τῶν αἰτιῶν γένη, χωρὶς δὲ ὅσαι μετὰ νοῦ καλῶν καὶ ἀγαθῶν δημιουργοὶ καὶ ὅσαι μονωθεῖσαι φρονήσεως τὸ τυχὸν ἄτακτον ἑκάστοτε ἐξεργάζονται.
这确实也是我们所必须做的;我们必须讨论这两类原因,但要将那些与知性一起作为美善之物的创造者的原因,和那些失去智慧而每次都产生偶然、无秩序效果的原因区分开来。
§47ΤΙ. τὰ μὲν οὖν τῶν ὀμμάτων συμμεταίτια πρὸς τὸ σχεῖν τὴν δύναμιν ἣν νῦν εἴληχεν εἰρήσθω· τὸ δὲ μέγιστον αὐτῶν εἰς ὠφελίαν ἔργον, διʼ ὃ θεὸς αὔθʼ ἡμῖν δεδώρηται, μετὰ τοῦτο ῥητέον.
现在,关于眼睛获得其如今所分配到的能力的辅助原因就谈到这里;而它们对我们最有益的工作,即神将它们赠予我们的目的,在接下来必须予以讨论。
ὄψις δὴ κατὰ τὸν ἐμὸν λόγον αἰτία τῆς μεγίστης ὠφελίας γέγονεν ἡμῖν, ὅτι τῶν νῦν λόγων περὶ τοῦ παντὸς λεγομένων οὐδεὶς ἄν ποτε ἐρρήθη μήτε ἄστρα μήτε ἥλιον μήτε οὐρανὸν ἰδόντων.
依我之见,视觉对我们而言已成为最大益处的原因,因为如果既没有看到群星,也没有看到太阳,更没有看到天空,那么现在所说的关于宇宙的讨论,就没有任何一个能够被说出。
νῦν δʼ ἡμέρα τε καὶ νὺξ ὀφθεῖσαι μῆνές τε καὶ ἐνιαυτῶν περίοδοι καὶ ἰσημερίαι καὶ τροπαὶ μεμηχάνηνται μὲν ἀριθμόν, χρόνου δὲ ἔννοιαν περί τε τῆς τοῦ παντὸς φύσεως ζήτησιν ἔδοσαν· ἐξ ὧν ἐπορισάμεθα φιλοσοφίας γένος, οὗ μεῖζον ἀγαθὸν οὔτʼ ἦλθεν οὔτε ἥξει ποτὲ τῷ θνητῷ γένει δωρηθὲν ἐκ θεῶν.
但如今,被我们看见的白昼和黑夜、月份以及年度的循环、春分秋分和冬至夏至,不仅创造了数字,还赐予了我们时间的概念以及对宇宙本性的追求;正因如此,我们获得了哲学这一领域,从神明赐予死之人类的礼物中,过去没有、将来也不会有比这更大的善。
λέγω δὴ τοῦτο ὀμμάτων μέγιστον ἀγαθόν·
我确实称这是眼睛的最大福泽;至于其他较小的益处,我们又何必去歌颂呢?
τἆλλα δὲ ὅσα ἐλάττω τί ἂν ὑμνοῖμεν, ὧν ὁ μὴ φιλόσοφος τυφλωθεὶς ὀδυρόμενος ἂν θρηνοῖ μάτην;
那些非哲学之人若双目失明,只会徒劳地哀悼和哭泣。
ἀλλὰ τούτου λεγέσθω παρʼ ἡμῶν αὕτη ἐπὶ ταῦτα αἰτία, θεὸν ἡμῖν ἀνευρεῖν δωρήσασθαί τε ὄψιν, ἵνα τὰς ἐν οὐρανῷ τοῦ νοῦ κατιδόντες περιόδους χρησαίμεθα ἐπὶ τὰς περιφορὰς τὰς τῆς παρʼ ἡμῖν διανοήσεως, συγγενεῖς ἐκείναις οὔσας, ἀταράκτοις τεταραγμένας, ἐκμαθόντες δὲ καὶ λογισμῶν κατὰ φύσιν ὀρθότητος μετασχόντες, μιμούμενοι τὰς τοῦ θεοῦ πάντως ἀπλανεῖς οὔσας, τὰς ἐν ἡμῖν πεπλανημένας καταστησαίμεθα.
但让我们将神对于这些目的的视力赐予原因表述如下:神为我们发现并赠予了视觉,以便我们通过观察天空中知性的循环,能够将其用于我们自身思想的旋转,我们思想的旋转与那些天空中循环是相近的,尽管我们的是混乱的,而天空中是无混乱的;并且,当我们彻底学习它们并分享了符合自然之计算的正确性,通过模仿那绝对无误差的神之循环,我们就能使我们内部那漂泊不定的循环安定下来。
φωνῆς τε δὴ καὶ ἀκοῆς πέρι πάλιν ὁ αὐτὸς λόγος, ἐπὶ ταὐτὰ τῶν αὐτῶν ἕνεκα παρὰ θεῶν δεδωρῆσθαι.
关于声音和听觉,其道理也是完全一样的,它们是为了相同的目的、由于相同的原因而由神明所赠予。
λόγος τε γὰρ ἐπʼ αὐτὰ ταῦτα τέτακται, τὴν μεγίστην συμβαλλόμενος εἰς αὐτὰ μοῖραν, ὅσον τʼ αὖ μουσικῆς φωνῇ χρήσιμον πρὸς ἀκοὴν ἕνεκα ἁρμονίας ἐστὶ δοθέν.
因为语言正是为了这些目的而被安置的,它在其中做出了最大的贡献,同样,在音乐中对听觉有用的声音部分,也是为了调和而赐予的。
ἡ δὲ ἁρμονία, συγγενεῖς ἔχουσα φορὰς ταῖς ἐν ἡμῖν τῆς ψυχῆς περιόδοις, τῷ μετὰ νοῦ προσχρωμένῳ Μούσαις οὐκ ἐφʼ ἡδονὴν ἄλογον καθάπερ νῦν εἶναι δοκεῖ χρήσιμος, ἀλλʼ ἐπὶ τὴν γεγονυῖαν ἐν ἡμῖν ἀνάρμοστον ψυχῆς περίοδον εἰς κατακόσμησιν καὶ συμφωνίαν ἑαυτῇ σύμμαχος ὑπὸ Μουσῶν δέδοται· καὶ ῥυθμὸς αὖ διὰ τὴν ἄμετρον ἐν ἡμῖν καὶ χαρίτων ἐπιδεᾶ γιγνομένην ἐν τοῖς πλείστοις ἕξιν ἐπίκουρος ἐπὶ ταὐτὰ ὑπὸ τῶν αὐτῶν ἐδόθη.
而调和由于其运动与我们内部灵魂的循环相近,被缪斯赐予了那些带着知性去亲近缪斯的人,并不是为了如今人们所认为的无理性的享乐,而是作为一种盟友,用来整顿我们内部产生的不和谐的灵魂循环,使其恢复秩序并达到自我和谐;而节奏也是因为我们大多数人身上容易产生的无节制且缺乏优雅的状态,由相同的赐予者为了相同的目的而赐予的辅助。
τὰ μὲν οὖν παρεληλυθότα τῶν εἰρημένων πλὴν βραχέων ἐπιδέδεικται τὰ διὰ νοῦ δεδημιουργημένα· δεῖ δὲ καὶ τὰ διʼ ἀνάγκης γιγνόμενα τῷ λόγῳ παραθέσθαι.
至此,除了极少的部分之外,过去所说的关于通过知性所创造出的事物,均已展示完毕;但我们也必须在讨论中并置展示那些通过必然而产生的事物。