§50ΤΙ. ἐν ᾧ δὲ ἐγγιγνόμενα ἀεὶ ἕκαστα αὐτῶν φαντάζεται καὶ πάλιν ἐκεῖθεν ἀπόλλυται, μόνον ἐκεῖνο αὖ προσαγορεύειν τῷ τε τοῦτο καὶ τῷ τόδε προσχρωμένους ὀνόματι, τὸ δὲ ὁποιονοῦν τι, θερμὸν ἢ λευκὸν ἢ καὶ ὁτιοῦν τῶν ἐναντίων, καὶ πάνθʼ ὅσα ἐκ τούτων, μηδὲν ἐκεῖνο αὖ τούτων καλεῖν.
然而,在其中每一个元素不断生成、显现并再次从那里消灭的 “那个东西”,相反,唯独它才应该配合“这”与“那”的名称来称呼;至于具有任何性质的东西,如热的、白的或任何相反的属性,以及由这些所组成的一切,则绝不能把它们中的任何一个称为“那个东西”。
ἔτι δὲ σαφέστερον αὐτοῦ πέρι προθυμητέον αὖθις εἰπεῖν.
关于它,我们必须努力再次说得更清楚一些。
εἰ γὰρ πάντα τις σχήματα πλάσας ἐκ χρυσοῦ μηδὲν μεταπλάττων παύοιτο ἕκαστα εἰς ἅπαντα, δεικνύντος δή τινος αὐτῶν ἓν καὶ ἐρομένου τί ποτʼ ἐστί, μακρῷ πρὸς ἀλήθειαν ἀσφαλέστατον εἰπεῖν ὅτι χρυσός, τὸ δὲ τρίγωνον ὅσα τε ἄλλα σχήματα ἐνεγίγνετο, μηδέποτε λέγειν ταῦτα ὡς ὄντα, ἅ γε μεταξὺ τιθεμένου μεταπίπτει, ἀλλʼ ἐὰν ἄρα καὶ τὸ τοιοῦτον μετʼ ἀσφαλείας ἐθέλῃ δέχεσθαί τινος, ἀγαπᾶν.
例如,如果有人用黄金塑造成各种形状,并且不断地把它们每一个重新改造成所有的形状,此时若有人指着其中一个问道: “这究竟是什么? ”那么,对于真理而言,回答“这是黄金”显然是远为最安全的;而对于三角形以及在其中生成的其他所有形状,则决不能把它们说成是存在的东西,因为在人们给它们定名的时候,它们就已经在发生改变了;相反,如果有人愿意以安全的方式接受这样的称呼,那就应该感到满足。
ὁ αὐτὸς δὴ λόγος καὶ περὶ τῆς τὰ πάντα δεχομένης σώματα φύσεως.
同样的道理也适用于接纳所有身体的那种本性。
ταὐτὸν αὐτὴν ἀεὶ προσρητέον· ἐκ γὰρ τῆς ἑαυτῆς τὸ παράπαν οὐκ ἐξίσταται δυνάμεως—δέχεταί τε γὰρ ἀεὶ τὰ πάντα, καὶ μορφὴν οὐδεμίαν ποτὲ οὐδενὶ τῶν εἰσιόντων ὁμοίαν εἴληφεν οὐδαμῇ οὐδαμῶς·
她必须始终被称为同一物,因为她完全没有偏离自身的力量——因为她始终接纳万物,并且决不以任何方式采用任何与进入其中的事物相似的形状。
ἐκμαγεῖον γὰρ φύσει παντὶ κεῖται, κινούμενόν τε καὶ διασχηματιζόμενον ὑπὸ τῶν εἰσιόντων, φαίνεται δὲ διʼ ἐκεῖνα ἄλλοτε ἀλλοῖον—τὰ δὲ εἰσιόντα καὶ ἐξιόντα τῶν ὄντων ἀεὶ μιμήματα, τυπωθέντα ἀπʼ αὐτῶν τρόπον τινὰ δύσφραστον καὶ θαυμαστόν, ὃν εἰς αὖθις μέτιμεν.
因为她天然地是作为一切事物的印模而存在的,受到进入其中的事物的运动与塑形,并由于它们而在不同的时候显现出不同的样子。 而那些进入和离开的东西,是始终存在之物的摹本,是以某种难以言表且令人惊叹的方式从它们那里压印而来的,关于这一点我们以后再讨论。
ἐν δʼ οὖν τῷ παρόντι χρὴ γένη διανοηθῆναι τριττά, τὸ μὲν γιγνόμενον, τὸ δʼ ἐν ᾧ γίγνεται, τὸ δʼ ὅθεν ἀφομοιούμενον φύεται τὸ γιγνόμενον.
无论如何,在目前的情况下,我们必须设想三种类别:其一,是生成之物;其二,是生成发生于其中的那个东西;其三,是生成之物依其被摹仿而产生的那个源泉。
καὶ δὴ καὶ προσεικάσαι πρέπει τὸ μὲν δεχόμενον μητρί, τὸ δʼ ὅθεν πατρί, τὴν δὲ μεταξὺ τούτων φύσιν ἐκγόνῳ, νοῆσαί τε ὡς οὐκ ἂν ἄλλως, ἐκτυπώματος ἔσεσθαι μέλλοντος ἰδεῖν ποικίλου πάσας ποικιλίας, τοῦτʼ αὐτὸ ἐν ᾧ ἐκτυπούμενον ἐνίσταται γένοιτʼ ἂν παρεσκευασμένον εὖ, πλὴν ἄμορφον ὂν ἐκείνων ἁπασῶν τῶν ἰδεῶν ὅσας μέλλοι δέχεσθαί ποθεν.
而且,我们应该把接纳者比作母亲,把源泉比作父亲,把处于它们之间的本性比作子嗣;还要认识到,如果要有一个展现出所有多样性的多姿多彩的压印物,那么那个进行压印于其中的“那个东西本身”,如果不是对于所有那些它将从某处接纳的形状而言是无形的,就无法做好充分的准备。
ὅμοιον γὰρ ὂν τῶν ἐπεισιόντων τινὶ τὰ τῆς ἐναντίας τά τε τῆς τὸ παράπαν ἄλλης φύσεως ὁπότʼ ἔλθοι δεχόμενον κακῶς ἂν ἀφομοιοῖ, τὴν αὑτοῦ παρεμφαῖνον ὄψιν.
因为如果它与任何进入其中的事物相似,那么当相反的、或者完全不同本性的事物到来时,它在接纳时就会模拟得很差,把自我的外貌显现于其间。
διὸ καὶ πάντων ἐκτὸς εἰδῶν εἶναι χρεὼν τὸ τὰ πάντα ἐκδεξόμενον ἐν αὑτῷ γένη, καθάπερ περὶ τὰ ἀλείμματα ὁπόσα εὐώδη τέχνῃ μηχανῶνται πρῶτον τοῦτʼ αὐτὸ ὑπάρχον, ποιοῦσιν ὅτι μάλιστα ἀώδη τὰ δεξόμενα ὑγρὰ τὰς ὀσμάς· ὅσοι τε ἔν τισιν τῶν μαλακῶν σχήματα ἀπομάττειν ἐπιχειροῦσι, τὸ παράπαν σχῆμα οὐδὲν ἔνδηλον ὑπάρχειν ἐῶσι, προομαλύναντες δὲ ὅτι λειότατον ἀπεργάζονται.
因此,要在自身中接纳所有类别的那个东西,必须超然于一切形状之外。 这正像人们通过技艺制造各种香膏时,首先做好这一准备:使那些将要接纳香气的液体尽可能地保持无味;同样,那些企图在某种软质材料中压印形状的人,也绝不让任何明显的形状预先存在,而是预先将其抹平,使之尽可能光滑。