§39ΤΙ. ἐπειδὴ δὲ οὖν εἰς τὴν ἑαυτῷ πρέπουσαν ἕκαστον ἀφίκετο φορὰν τῶν ὅσα ἔδει συναπεργάζεσθαι χρόνον, δεσμοῖς τε ἐμψύχοις σώματα δεθέντα ζῷα ἐγεννήθη τό τε προσταχθὲν ἔμαθεν, κατὰ δὴ τὴν θατέρου φορὰν πλαγίαν οὖσαν, διὰ τῆς ταὐτοῦ φορᾶς ἰούσης τε καὶ κρατουμένης, τὸ μὲν μείζονα αὐτῶν, τὸ δʼ ἐλάττω κύκλον ἰόν, θᾶττον μὲν τὰ τὸν ἐλάττω, τὰ δὲ τὸν μείζω βραδύτερον περιῄειν.
提迈欧:当那些为协同创造时间所必需的各个星体都到达了各自适合的轨道,并且它们的身体被生命的纽带束缚而成为活物、学会了被赋予的任务时,它们便依照“异”之倾斜轨道(该轨道穿过并被“同”之轨道所主导)运行,其中一些走较大的圆,另一些走较小的圆,走较小圆的运行较快,走较大圆的运行较慢。
τῇ δὴ ταὐτοῦ φορᾷ τὰ τάχιστα περιιόντα ὑπὸ τῶν βραδύτερον ἰόντων ἐφαίνετο καταλαμβάνοντα καταλαμβάνεσθαι· πάντας γὰρ τοὺς κύκλους αὐτῶν στρέφουσα ἕλικα διὰ τὸ διχῇ κατὰ τὰ ἐναντία ἅμα προϊέναι τὸ βραδύτατα ἀπιὸν ἀφʼ αὑτῆς οὔσης ταχίστης ἐγγύτατα ἀπέφαινεν.
由于“同”之轨道的运动,那些运行最快的星体,在那些运行较慢的星体看来,似乎是被追上了,尽管实际上是它们追上了后者;因为这种运动将它们所有的轨道扭转为螺旋形,由于它们同时向相反的方向前进,它使得那偏离自身(自身是最快的)最慢的星体显得离它最近。
ἵνα δʼ εἴη μέτρον ἐναργές τι πρὸς ἄλληλα βραδυτῆτι καὶ τάχει καὶ τὰ περὶ τὰς ὀκτὼ φορὰς πορεύοιτο, φῶς ὁ θεὸς ἀνῆψεν ἐν τῇ πρὸς γῆν δευτέρᾳ τῶν περιόδων, ὃ δὴ νῦν κεκλήκαμεν ἥλιον, ἵνα ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν μετάσχοι τε ἀριθμοῦ τὰ ζῷα ὅσοις ἦν προσῆκον, μαθόντα παρὰ τῆς ταὐτοῦ καὶ ὁμοίου περιφορᾶς.
为了使它们相对的慢与快有一个清晰的尺度,并且使有关这八种运行的事物得以进行,神在相对于地球的第二条轨道上点亮了一盏光,这正是我们现在所称的“太阳”,以便它能尽可能地照亮整个天空,并且使凡是适合的活物都能通过向“同与相似”的旋转学习,从而分得数目。
νὺξ μὲν οὖν ἡμέρα τε γέγονεν οὕτως καὶ διὰ ταῦτα, ἡ τῆς μιᾶς καὶ φρονιμωτάτης κυκλήσεως περίοδος·
因此,最智慧且唯一的旋转之一周,即“昼与夜”,便以此种方式和出于这些原因而产生了。
μεὶς δὲ ἐπειδὰν σελήνη περιελθοῦσα τὸν ἑαυτῆς κύκλον ἥλιον ἐπικαταλάβῃ, ἐνιαυτὸς δὲ ὁπόταν ἥλιος τὸν ἑαυτοῦ περιέλθῃ κύκλον.
而“月”是当月亮绕完自己的轨道追上太阳之时,“年”则是当太阳绕完自己的轨道之时。
τῶν δʼ ἄλλων τὰς περιόδους οὐκ ἐννενοηκότες ἄνθρωποι, πλὴν ὀλίγοι τῶν πολλῶν, οὔτε ὀνομάζουσιν οὔτε πρὸς ἄλληλα συμμετροῦνται σκοποῦντες ἀριθμοῖς, ὥστε ὡς ἔπος εἰπεῖν οὐκ ἴσασιν χρόνον ὄντα τὰς τούτων πλάνας, πλήθει μὲν ἀμηχάνῳ χρωμένας, πεποικιλμένας δὲ θαυμαστῶς·
至于其他星体的运行周期,人类除极少数人外,大多未曾留意,既不给它们命名,也不用数字进行观察和相互比较测量,以至于毫不夸张地说,他们不知道这些数量惊人且奇妙多样、处于流转之中的星体运动就是时间。
ἔστιν δʼ ὅμως οὐδὲν ἧττον κατανοῆσαι δυνατὸν ὡς ὅ γε τέλεος ἀριθμὸς χρόνου τὸν τέλεον ἐνιαυτὸν πληροῖ τότε, ὅταν ἁπασῶν τῶν ὀκτὼ περιόδων τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλὴν τῷ τοῦ ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ.
然而,同样可以理解的是,当所有八个周期的相对速度共同完成其运行,并由那“同与相似”运行的圆测量而达到起点(汇合)时,时间的完美数字就填满了这“完美的一年”。
κατὰ ταῦτα δὴ καὶ τούτων ἕνεκα ἐγεννήθη τῶν ἄστρων ὅσα διʼ οὐρανοῦ πορευόμενα ἔσχεν τροπάς, ἵνα τόδε ὡς ὁμοιότατον ᾖ τῷ τελέῳ καὶ νοητῷ ζῴῳ πρὸς τὴν τῆς διαιωνίας μίμησιν φύσεως.
正是以这种方式并为了这些目的,那些在天空中运行且具有回转(至点)的星体被创造了出来,以便使这个宇宙通过对永恒本性的模仿,尽可能地与那完美且理智的活物相似。
καὶ τὰ μὲν ἄλλα ἤδη μέχρι χρόνου γενέσεως ἀπείργαστο εἰς ὁμοιότητα ᾧπερ ἀπεικάζετο, τὸ δὲ μήπω τὰ πάντα ζῷα ἐντὸς αὑτοῦ γεγενημένα περιειληφέναι, ταύτῃ ἔτι εἶχεν ἀνομοίως.
虽然其他事物在时间生成之前已经按照其所模仿的对象的相似性被制造出来,但在尚未将所有活物包含于自身之内的这一点上,这个宇宙依然不相似。
τοῦτο δὴ τὸ κατάλοιπον ἀπηργάζετο αὐτοῦ πρὸς τὴν τοῦ παραδείγματος ἀποτυπούμενος φύσιν.
于是,神便依照原型的本性来描摹并完成这剩下的部分。
ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας τῷ ὃ ἔστιν ζῷον, οἷαί τε ἔνεισι καὶ ὅσαι, καθορᾷ, τοιαύτας καὶ τοσαύτας διενοήθη δεῖν καὶ τόδε σχεῖν.
正如理智察看那真实活物中所包含的理念(它们是何种类型,有多少个)一样,神也认为这个宇宙应当具备同样类型和相同数量的理念。
§40ΤΙ. εἰσὶν δὴ τέτταρες, μία μὲν οὐράνιον θεῶν γένος, ἄλλη δὲ πτηνὸν καὶ ἀεροπόρον, τρίτη δὲ ἔνυδρον εἶδος, πεζὸν δὲ καὶ χερσαῖον τέταρτον.
提迈欧:它们共有四种:第一种是天上的神圣族群;第二种是长有翅膀、在空中飞行的族群;第三种是水栖的类型;第四种是步行且陆栖的。
τοῦ μὲν οὖν θείου τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπηργάζετο, ὅπως ὅτι λαμπρότατον ἰδεῖν τε κάλλιστον εἴη, τῷ δὲ παντὶ προσεικάζων εὔκυκλον ἐποίει, τίθησίν τε εἰς τὴν τοῦ κρατίστου φρόνησιν ἐκείνῳ συνεπόμενον, νείμας περὶ πάντα κύκλῳ τὸν οὐρανόν, κόσμον ἀληθινὸν αὐτῷ πεποικιλμένον εἶναι καθʼ ὅλον.
对于神圣的族群,神将其大部分的形态由火造成,以便使其看起来最为明亮、最美观;神将其模仿整个宇宙而造成圆球形,并将其安置在至善者的理智中,使其遵循至善者,并将其分配在整个天空中,使天整体成为被它点缀的真实美饰(宇宙)。
κινήσεις δὲ δύο προσῆψεν ἑκάστῳ, τὴν μὲν ἐν ταὐτῷ κατὰ ταὐτά, περὶ τῶν αὐτῶν ἀεὶ τὰ αὐτὰ ἑαυτῷ διανοουμένῳ, τὴν δὲ εἰς τὸ πρόσθεν, ὑπὸ τῆς ταὐτοῦ καὶ ὁμοίου περιφορᾶς κρατουμένῳ·
神赋予每个神圣星体两种运动:一种是在同一地方按相同的方式,关于相同的事物始终在自身内部进行相同的思考;另一种是向前推进的运动,这种运动被“同与相似”的旋转所主导。
τὰς δὲ πέντε κινήσεις ἀκίνητον καὶ ἑστός, ἵνα ὅτι μάλιστα αὐτῶν ἕκαστον γένοιτο ὡς ἄριστον.
至于其他五种运动,神使其不动且静止,以便它们每一个都尽可能达到最完美的状态。
ἐξ ἧς δὴ τῆς αἰτίας γέγονεν ὅσʼ ἀπλανῆ τῶν ἄστρων ζῷα θεῖα ὄντα καὶ ἀίδια καὶ κατὰ ταὐτὰ ἐν ταὐτῷ στρεφόμενα ἀεὶ μένει· τὰ δὲ τρεπόμενα καὶ πλάνην τοιαύτην ἴσχοντα, καθάπερ ἐν τοῖς πρόσθεν ἐρρήθη, κατʼ ἐκεῖνα γέγονεν.
正是由于这个原因,那些不迷途的星体(恒星)诞生了,它们是神圣且永恒的活物,始终以相同的方式在相同的地方旋转并保持留存;而那些发生回转并具有如前所述之流转迷途的星体(行星),则是按照前文所述而产生的。
γῆν δὲ τροφὸν μὲν ἡμετέραν, ἰλλομένην δὲ τὴν περὶ τὸν διὰ παντὸς πόλον τεταμένον, φύλακα καὶ δημιουργὸν νυκτός τε καὶ ἡμέρας ἐμηχανήσατο, πρώτην καὶ πρεσβυτάτην θεῶν ὅσοι ἐντὸς οὐρανοῦ γεγόνασιν.
而地球,我们的哺乳者,绕着贯穿宇宙的轴心旋转(或凝聚),神将其设计为昼夜的守护者和创造者,成为在天内部诞生的神明中最先也是最古老的一位。
χορείας δὲ τούτων αὐτῶν καὶ παραβολὰς ἀλλήλων, καὶ τὰς τῶν κύκλων πρὸς ἑαυτοὺς ἐπανακυκλήσεις καὶ προχωρήσεις, ἔν τε ταῖς συνάψεσιν ὁποῖοι τῶν θεῶν κατʼ ἀλλήλους γιγνόμενοι καὶ ὅσοι καταντικρύ, μεθʼ οὕστινάς τε ἐπίπροσθεν ἀλλήλοις ἡμῖν τε κατὰ χρόνους οὕστινας ἕκαστοι κατακαλύπτονται καὶ πάλιν ἀναφαινόμενοι φόβους καὶ σημεῖα τῶν μετὰ ταῦτα γενησομένων τοῖς οὐ δυναμένοις λογίζεσθαι πέμπουσιν, τὸ λέγειν ἄνευ διʼ ὄψεως τούτων αὖ τῶν μιμημάτων μάταιος ἂν εἴη πόνος·
然而,关于这些星体自身的舞蹈、彼此的接近、轨道的相互回归与前進,以及这些神明在会合时如何相遇、哪些相对、在什么时期它们各自隐藏在彼此身后、又在何时重新显现,从而给那些无法计算的人带来恐惧和对未来之事的征兆——若不借助于这些模仿物的视觉模型而仅凭言辞来说明它们,那将是徒劳的辛劳。
ἀλλὰ ταῦτά τε ἱκανῶς ἡμῖν ταύτῃ καὶ τὰ περὶ θεῶν ὁρατῶν καὶ γεννητῶν εἰρημένα φύσεως ἐχέτω τέλος.
因此,这些事情就到此为止,关于可见且被创造的神之本性的讨论也便结束了。
περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθʼ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τούς γε αὑτῶν προγόνους εἰδόσιν·
而关于其他神灵(戴蒙)的产生,说明并了解它们已经超出了我们的能力,我们必须相信那些前人所说的话,他们正如自己所说的那样,是神明的后代,且必定清楚地知道他们自己的祖先。
ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ τε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλʼ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον.
因此,我们不可能不相信神明的子嗣,尽管他们所说的话既没有似真(合理)的论证,也没有必然的论证;但由于他们声称自己是在报告家族内部的事情,我们便应当遵循法律(惯习)而予以相信。