Humanitext Reader

柏拉图 · 蒂迈欧篇 §37-38

宇宙灵魂的认知活动与时间的创造

第 11 段,共 41 段 · 希腊语

内容简介

文中阐明了宇宙灵魂如何利用其构成要素进行认知与判断,从而产生意见与理智知识。此外,造物主依照永恒的原型创造了作为“永恒之活动肖像”的“时间”,并创造了太阳、月亮和行星等天体来界定和守护时间的数量。

§37ΤΙ. καὶ τὸ μὲν δὴ σῶμα ὁρατὸν οὐρανοῦ γέγονεν, αὐτὴ δὲ ἀόρατος μέν, λογισμοῦ δὲ μετέχουσα καὶ ἁρμονίας ψυχή, τῶν νοητῶν ἀεί τε ὄντων ὑπὸ τοῦ ἀρίστου ἀρίστη γενομένη τῶν γεννηθέντων.
提迈欧:虽然天之身体被创造为可见的,但灵魂自身却是无形的,分有着理智与和谐,由永恒存在的理智事物中最完美者所创造,成为被创造物中最完美的存在。
ἅτε οὖν ἐκ τῆς ταὐτοῦ καὶ τῆς θατέρου φύσεως ἔκ τε οὐσίας τριῶν τούτων συγκραθεῖσα μοιρῶν, καὶ ἀνὰ λόγον μερισθεῖσα καὶ συνδεθεῖσα, αὐτή τε ἀνακυκλουμένη πρὸς αὑτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγει κινουμένη διὰ πάσης ἑαυτῆς ὅτῳ τʼ ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἂν ἕτερον, πρὸς ὅτι τε μάλιστα καὶ ὅπῃ καὶ ὅπως καὶ ὁπότε συμβαίνει κατὰ τὰ γιγνόμενά τε πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταὐτὰ ἔχοντα ἀεί.
因此,既然灵魂是由“同”、“异”的本性以及“实体”这三个部分混合而成,并按比例进行划分和结合,且自身向着自身循环旋转,每当她触及具有分散实体的事物,或是触及不可分割的事物时,她便开动其整个自身,宣告某物与什么相同、与什么不同,以及在何种关系中、在哪里、如何、在何时,每一个事物对于生成的事物或对于始终保持相同状态的事物,存在并产生相互作用。
λόγος δὲ ὁ κατὰ ταὐτὸν ἀληθὴς γιγνόμενος περί τε θάτερον ὂν καὶ περὶ τὸ ταὐτόν, ἐν τῷ κινουμένῳ ὑφʼ αὑτοῦ φερόμενος ἄνευ φθόγγου καὶ ἠχῆς, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς, ὅταν δὲ αὖ περὶ τὸ λογιστικὸν ᾖ καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, νοῦς ἐπιστήμη τε ἐξ ἀνάγκης ἀποτελεῖται·
而关于“异”或“同”都同样真实的言路,在由自身所驱动的事物内部无声无响地传布——每当它涉及可感事物,且“异”之圆正确运行并在其整个灵魂中传达消息时,便会产生坚定且真实的意见与信念;另一方面,每当它涉及理性事物,且“同”之圆平稳旋转并将它们揭示出来时,理智与知识便必然得以达成。
τούτω δὲ ἐν ᾧ τῶν ὄντων ἐγγίγνεσθον, ἄν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν εἴπῃ, πᾶν μᾶλλον ἢ τἀληθὲς ἐρεῖ.
若有人将这两个事物在存在者中产生于其内的那个载体称为除灵魂之外的任何其他东西,那他所说的一切绝非真理。
ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνόησεν τῶν ἀιδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι.
当创造它的父亲看到它运动起来并拥有生命,成为永恒神明之被创造的肖像时,他感到赞叹和欣喜,并想方设法使它与原型更加相似。
καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀίδιον ὄν, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιοῦτον ἀποτελεῖν.
既然那个原型本身是一个永恒的活物,他也便尝试尽可能使这个宇宙也成为如此。
ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος, καὶ τοῦτο μὲν δὴ τῷ γεννητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν· εἰκὼ δʼ ἐπενόει κινητόν τινα αἰῶνος ποιῆσαι, καὶ διακοσμῶν ἅμα οὐρανὸν ποιεῖ μένοντος αἰῶνος ἐν ἑνὶ κατʼ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα, τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν.
虽然那个活物的本性是永恒的,而要将这一特征完全赋予一个被创造的实体是不可能的;但他想到了要制造一个永恒的活动肖像,在整顿天空的同时,他以那保持在太一之中的永恒为蓝本,制造了一个依照数字运行的永恒肖像,这正是我们所称的“时间”。
ἡμέρας γὰρ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτούς, οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι, τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται· ταῦτα δὲ πάντα μέρη χρόνου, καὶ τό τʼ ἦν τό τʼ ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν οὐκ ὀρθῶς.
因为白天、黑夜、月份和年份,在天被创造之前并不存在,神便在构建天空的同时,设计了它们的生成;所有这些都是时间的组成部分,“过去曾是”和“将来会是”也是时间所生成的表现形式,而我们却在不经意间,错误地将它们套用在永恒的实体上。
§38ΤΙ. λέγομεν γὰρ δὴ ὡς ἦν ἔστιν τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστιν μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ δὲ ἦν τό τʼ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέγεσθαι—κινήσεις γάρ ἐστον, τὸ δὲ ἀεὶ κατὰ ταὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίγνεσθαι διὰ χρόνου οὐδὲ γενέσθαι ποτὲ οὐδὲ γεγονέναι νῦν οὐδʼ εἰς αὖθις ἔσεσθαι, τὸ παράπαν τε οὐδὲν ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν, ἀλλὰ χρόνου ταῦτα αἰῶνα μιμουμένου καὶ κατʼ ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη—καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε, τό τε γεγονὸς εἶναι γεγονὸς καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον, ἔτι τε τὸ γενησόμενον εἶναι γενησόμενον καὶ τὸ μὴ ὂν μὴ ὂν εἶναι, ὧν οὐδὲν ἀκριβὲς λέγομεν.
提迈欧:因为我们确实会说它“曾是”、“是”和“将是”,但对于它,依照真实的理性,只有“是”才是契合的,而“曾是”和“将是”则应当用来描述在时间中推进的生成——因为它们是运动,而那始终保持相同状态且不动的东西,既不契合通过时间变得更老或更年轻,也不契合曾经生成、现在已经生成或将来再次生成,更不契合生成赋予那些在感觉中流转之物的一切性质。 相反,这些不过是模仿永恒并依照数字循环的时间所生成的表现形式——而且除了这些之外,还有诸如:已生成的物是“已生成的”,正在生成的物是“正在生成的”,以及将要生成的物是“将要生成的”,非存在是“非存在”,这些说法没有一个我们表达得足够精准。
περὶ μὲν οὖν τούτων τάχʼ ἂν οὐκ εἴη καιρὸς πρέπων ἐν τῷ παρόντι διακριβολογεῖσθαι.
不过,关于这些事情,现在也许并不是进行精确详尽讨论的合适时机。
χρόνος δʼ οὖν μετʼ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἵνʼ ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνά ἐστιν ὄν, ὁ δʼ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος.
无论如何,时间是与天同时生成的,以便使同生者在面临解体时也一同解体(如果它们真有解体的一天的话),并且它是依照那贯穿永恒之本性的原型制造的,以便尽可能与其相似;因为原型在全部永恒中是存在着的,而时间则在全部时间中,从始至终都是已经生成、存在且将要存在的。
ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γεννηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλανητά, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονεν·
出于神对时间生成的如此考量和安排,为了使时间诞生,太阳、月亮以及其他五个被称为“行星”的星体,被创造出来,用以界定和守护时间的数量。
σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφορὰς ἃς ἡ θατέρου περίοδος ᾔειν, ἑπτὰ οὔσας ὄντα ἑπτά, σελήνην μὲν εἰς τὸν περὶ γῆν πρῶτον, ἥλιον δὲ εἰς τὸν δεύτερον ὑπὲρ γῆς, ἑωσφόρον δὲ καὶ τὸν ἱερὸν Ἑρμοῦ λεγόμενον εἰς τάχει μὲν ἰσόδρομον ἡλίῳ κύκλον ἰόντας, τὴν δὲ ἐναντίαν εἰληχότας αὐτῷ δύναμιν· ὅθεν καταλαμβάνουσίν τε καὶ καταλαμβάνονται κατὰ ταὐτὰ ὑπʼ ἀλλήλων ἥλιός τε καὶ ὁ τοῦ Ἑρμοῦ καὶ ἑωσφόρος.
神创造了它们各自的身体,并将它们安置在“异”之运行所经过的轨道上,这些轨道共有七条,星体也有七个:月亮被安置在围绕地球的第一条轨道上,太阳被安置在地球之上的第二条轨道上,晨星和被称为赫尔墨斯之神圣星体的运行轨道则与太阳同速,但它们被赋予了与太阳相反的力量;因此,太阳、赫尔墨斯之星和晨星以相同的方式相互追赶并被彼此追上。
τὰ δʼ ἄλλα οἷ δὴ καὶ διʼ ἃς αἰτίας ἱδρύσατο, εἴ τις ἐπεξίοι πάσας, ὁ λόγος πάρεργος ὢν πλέον ἂν ἔργον ὧν ἕνεκα λέγεται παράσχοι.
至于其他星体,神究竟将它们安放在何处、出于何种原因,如果要一一详述,这番言论作为副题,反而会比为了阐述主题而说的正题带来更多的负担。
ταῦτα μὲν οὖν ἴσως τάχʼ ἂν κατὰ σχολὴν ὕστερον τῆς ἀξίας τύχοι διηγήσεως·
因此,这些事情也许以后有闲暇时再作应有的详细论述更为合适;

词汇与语法注释

  1. 37aτῶν νοητῶν ἀεί τε ὄντων ὑπὸ τοῦ ἀρίστου ἀρίστη γενομένη τῶν γεννηθέντων — 属格短语 τῶν νοητῶν ἀεί τε ὄντων(在永恒存在的理智事物中)在语法结构上有两种可能的修饰方向:(1) 修饰其后的 ὑπὸ τοῦ ἀρίστου(由最完美者,即“在永恒存在的理智事物中的最完美者”),或 (2) 与后面的 τῶν γεννηθέντων 并列,共同修饰 ἀρίστη(即“在理智事物中作为被创造物中最完美的一个而被创造出来”)。本译文采用了第一种解释 (1),因为这符合柏拉图将造物主(巨匠造物主)视为最完美的理智或因果存在的惯常表达。
  2. 37aὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον — 短语 οὐσίαν σκεδαστὴν ἔχοντος(具有分散实体者)指向的是 35a 中提到的“在身体周围产生的可分割的实体”。与之对置的 ἀμέριστον(不可分割者)则对应 35a 中的“不可分割的实体”。此处表达了灵魂认知的两个对立维度(可感事物与理智事物)。
  3. 37bλόγος δὲ ὁ κατὰ ταὐτὸν ἀληθὴς γιγνόμενος ... ἐν τῷ κινουμένῳ ὑφʼ αὑτοῦ φερόμενος — 句子以主格的 λόγος(言路/言论)开始,但随后的从句却拥有各自不同的主语(δόξαι καὶ πίστεις 和 νοῦς ἐπιστήμη τε)及谓语动词(γίγνονται 和 ἀποτελεῖται)。这种语法结构属于破格(主格独立,anacoluthon),结构上表明了这一无声的言路本身,根据其所触及的对象不同,而具体展现为这两种不同的认知状态(意见与知识)。
  4. 38aκινήσεις γάρ ἐστον — 动词 ἐστον 是 εἰμί 的第三人称双数形式,其主语是紧接在前的两个时间词 ἦν(曾是)和 ἔσται(将是)。双数动词的使用明确强调了“过去”和“未来”这两个时间维度,作为与静止的永恒存在相对立的两种“运动”(变化)。
  5. 38bτό τε γεγονὸς εἶναι γεγονὸς — 表达式“已生成的物是(εἶναι)已生成的”批评了将现在的系动词“是”(εἶναι)错误套用于过去、未来或非存在(μὴ ὄν)的语言习惯。柏拉图在此指出,在严格的存在论意义上,唯有永恒不变的实体才能被称为“是”(ἔστιν),而对时间性或生成性的事物使用“是”是不够精确的(οὐδὲν ἀκριβὲς λέγομεν)。

引用这一段

柏拉图, 蒂迈欧篇 §37-38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:37-38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。