§41ΤΙ. οὕτως οὖν κατʼ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω.
提迈欧:因此,根据那些人的说法,这些神明对我们而言的产生,便以此种方式成立并予以陈述吧。
Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους·
地与天生下了俄刻阿诺斯与忒堤斯,由他们又生下了福耳库斯、克洛诺斯和瑞亚,以及与他们在一起的那些神;由克洛诺斯和瑞亚生下了宙斯、赫拉,以及所有我们所知被称为他们兄弟姐妹的神,还有这些神明的其他后代。
ἐπεὶ δʼ οὖν πάντες ὅσοι τε περιπολοῦσιν φανερῶς καὶ ὅσοι φαίνονται καθʼ ὅσον ἂν ἐθέλωσιν θεοὶ γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε—
θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, διʼ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε μὴ ἐθέλοντος.
因此,当所有那些显而易见地巡行运转的神,以及在他们愿意时才显现的神都已产生之后,创造这个宇宙的主宰对他们说了以下的话:“众神之中的诸神啊,我是你们这些作品的制作者和父亲,凡由我所创造的,若非我所愿意,皆是不可解体的。
τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ·
固然,凡被结合的皆可解体,但若企图解体那些调和良好且处于优良状态的事物,乃是恶者的行径。
διʼ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδʼ ἄλυτοι τὸ πάμπαν, οὔτι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἷς ὅτʼ ἐγίγνεσθε συνεδεῖσθε.
因此,由于你们已经被创造出来,你们虽然并非真正不死,也非完全不可解体,但你们绝不会被解体,也绝不会遭遇死亡的命运,因为你们得到了我的意志,这意志是比你们在被创造时所维系你们的那些纽带更为庞大且更具主导性的羁绊。
νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μάθετε.
现在,因此,学习我向你们所指示的话吧。
θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγέννητα· τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ ἅπαντʼ ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει, δεῖ δέ, εἰ μέλλει τέλεος ἱκανῶς εἶναι.
依然还有三种死之族群尚未被创造;如果这些不被创造出来,天将是不完全的,因为它将不会在自身内部拥有所有活物的族群,然而,若天要足够完美,它就必须拥有它们。
διʼ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτʼ ἄν·
但如果这些由我所创造并分享生命,它们就会与神平等。
ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν.
因此,为了使它们成为会死的,也为了使这个宇宙真正成为全体,你们当依循本性转向活物的制造,在你们被创造的事上模仿我的力量。
καὶ καθʼ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω·
至于它们之中适合与不死者同名的部分,即被称为神性的、在那些始终愿意追随正义和你们的活物中起主导作用的部分,由我播下种子并开创端绪后,交托给你们。
τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες, ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφήν τε διδόντες αὐξάνετε καὶ φθίνοντα πάλιν δέχεσθε.
至于剩下的部分,你们要将死之物织入不死之物中,制造并培育活物,给予它们食物使其成长,并在它们衰亡时重新接纳它们。
ταῦτʼ εἶπε, καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατῆρα, ἐν ᾧ τὴν τοῦ παντὸς ψυχὴν κεραννὺς ἔμισγεν, τὰ τῶν πρόσθεν ὑπόλοιπα κατεχεῖτο μίσγων τρόπον μέν τινα τὸν αὐτόν, ἀκήρατα δὲ οὐκέτι κατὰ ταὐτὰ ὡσαύτως, ἀλλὰ δεύτερα καὶ τρίτα.
”神说了这些话,接着再次将前次制作的剩余原料倒入先前的混和容器中(在其中神曾混和并搅拌整个宇宙的灵魂),以某种相同的方式进行搅拌,但已不再像以前那样纯粹,而是处于第二等和第三等的纯度。
συστήσας δὲ τὸ πᾶν διεῖλεν ψυχὰς ἰσαρίθμους τοῖς ἄστροις, ἔνειμέν θʼ ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς ἐς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξεν, νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς, ὅτι γένεσις πρώτη μὲν ἔσοιτο τεταγμένη μία πᾶσιν, ἵνα μήτις ἐλαττοῖτο ὑπʼ αὐτοῦ, δέοι δὲ σπαρείσας αὐτὰς εἰς τὰ προσήκοντα ἑκάσταις ἕκαστα ὄργανα χρόνων φῦναι ζῴων τὸ θεοσεβέστατον, διπλῆς δὲ οὔσης τῆς ἀνθρωπίνης φύσεως, τὸ κρεῖττον τοιοῦτον εἴη γένος ὃ καὶ ἔπειτα κεκλήσοιτο ἀνήρ.
在构建了全体之后,神将灵魂分割成与星体相同的数量,并将每一个灵魂分配给每一个星体,使它们如登上座驾般乘载,并向它们展示了宇宙的本性,向它们宣告了命运的法律:即第一代产生的生命将是对所有人而言整齐划一的,以便任何人都不致受到他的不公对待;当它们被播种到适合各自的时间工具中后,它们必须生长为活物中最敬畏神明的一类;并且,由于人类的本性是双重的,那较好的类型将是此后被称为男人的族群。